← 金嘴狄翁

演说集

§12.42-12.46

作为第四种神圣观念源泉的造型艺术

狄奥阐明了人类敬奉神明与孝敬父母之间的相似性,并在生得的、诗歌的、法律的这三种源泉之外,提出了作为第四种源泉的雕塑与绘画等造型艺术,说明著名艺术家如何通过视觉向民众阐释神圣观念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.42

σχεδὸν οὖν μέχρι τοῦδε ὁμοίως πρόεισι τοῖς ἀνθρώποις τὰ περὶ τοῦ πρώτου καὶ ἀθανάτου γονέως, ὃν καὶ πατρῷον Δία καλοῦμεν οἱ τῆς Ἑλλάδος κοινωνοῦντες, καὶ τὰ περὶ τῶν θνητῶν καὶ ἀνθρωπίνων γονέων. καὶ γὰρ δὴ ἡ πρὸς ἐκείνους εὔνοια καὶ θεραπεία τοῖς ἐκγόνοις πρώτη μὲν ἀπὸ τῆς φύσεως καὶ τῆς εὐεργεσίας ἀδίδακτος ὑπάρχει, τὸ γεννῆσαν καὶ τρέφον καὶ στέργον τοῦ γεννηθέντος εὐθὺς ἀντιφιλοῦντος καὶ ἀντιθεραπεύοντος1 ὅπως ἂν ᾖ δυνατόν, δευτέρα δὲ καὶ τρίτη ποιητῶν καὶ νομοθετῶν, τῶν μὲν παραινούντων μὴ ἀποστερεῖν χάριν τὸ πρεσβύτερον καὶ ξυγγενές, ἔτι δὲ αἴτιον ζωῆς καὶ τοῦ εἶναι, τῶν δὲ ἐπαναγκαζόντων καὶ ἀπειλούντων κόλασιν τοῖς οὐ πειθομένοις, ἄνευ τοῦ διασαφεῖν καὶ δηλοῦν ὁποῖοί τινές εἰσιν οἱ γονεῖς καὶ τίνων εὐεργεσιῶν χρέος ὀφειλόμενον κελεύουσι μὴ ἀνέκτιτον ἐᾶν. ὁρῶ μὲν οὖν ἔγωγε τοῖς πολλοῖς πανταχοῦ τὴν ἀκρίβειαν κοπῶδες καὶ τὰ περὶ τοὺς λόγους οὐδὲν ἧττον οἷς μέλει πλήθους μόνον, οὐδὲν προειπόντες οὐδὲ διαστειλάμενοι περὶ τοῦ πράγματος, οὐδὲ ἀπό τινος ἀρχῆς ἀρχόμενοι τῶν λόγων, ἀλλʼ αὐτό γε, ὥς φασιν, ἀπλύτοις ποσὶ2 διεξίασι τὰ φανερώτατα καὶ γυμνότατα. καὶ ποδῶν μὲν ἀπλύτων οὐ μεγάλη βλάβη διά τε πηλοῦ καὶ πολλῶν καθαρμάτων ἰόντων, γλώττης δὲ ἀνεπιστήμονος οὐ μικρὰ ζημία γίγνεται τοῖς ἀκροωμένοις. ἀλλὰ γὰρ εἰκὸς τοὺς πεπαιδευμένους, ὧν λόγον τινὰ ἔχειν ἄξιον, συνεξανύειν καὶ συνεκπονεῖν, μέχρις ἂν ὡς ἐκ καμπῆς τινος καὶ δυσχωρίας καταστήσωμεν εἰς εὐθεῖαν τοὺς λόγους.

因此,几乎直至此时,在人类中间,关于首要且不朽的父母——我们这些分有希腊之人亦称之为祖先宙斯者——的事情,与关于凡人、人类父母的事情,都是以同样的方式演进的。因为诚然,对子孙而言,对父母的善意与事奉,首先出于本性与恩惠,是不学而能的,因为受生者一经出生,便在可能范围内立即回报爱意、回报事奉于那生育、抚养并慈爱对待它者;第二与第三种则出于诗人和立法者,前者劝诫不可剥夺对年长、同族且更是生命与存在之因者的感恩,而后者则对不服从者施加强制并以刑罚相威胁,却并未阐明和指明父母是何等样的人,亦未解释他们命令不可任其拖欠的究竟是何种恩惠的债务。就我而言,我看到对大众而言无论何处严密都是令人疲惫的,而在言论方面对于那些只在乎数量的人来说亦是如此;他们对所论之事既无预先的说明,亦无分别界定,更不从言论的任何源头开始,而是正如俗话所说,赤着未洗的双足,便直奔最显豁、最粗陋之事而去。赤着未洗的双足走在泥泞和诸多污秽之中,并无大害,但笨拙不谙事理的舌头却会给听众带来不小的损害。然而,对于那些值得重视的有教养之士而言,理应一同克竟其功、一同操劳,直到我们把言论仿佛从某种曲折和险隘之地重新带回到笔直的大道上。

§12.44

τριῶν δὴ προκειμένων γενέσεων τῆς δαιμονίου παρʼ ἀνθρώποις ὑπολήψεως, ἐμφύτου, ποιητικῆς, νομικῆς, τετάρτην φῶμεν τὴν πλαστικήν τε καὶ δημιουργικὴν τῶν περὶ τὰ θεῖα ἀγάλματα καὶ τὰς εἰκόνας, λέγω δὲ γραφέων τε καὶ ἀνδριαντοποιῶν καὶ λιθοξόων καὶ παντὸς ἁπλῶς τοῦ καταξιώσαντος αὑτὸν ἀποφῆναι μιμητὴν διὰ τέχνης τῆς δαιμονίας φύσεως, εἴτε σκιαγραφίᾳ μάλα ἀσθενεῖ καὶ ἀπατηλῇ πρὸς ὄψιν, χρωμάτων μίξει καὶ γραμμῆς ὅρῳ σχεδὸν τὸ ἀκριβέστατον περιλαμβανούσῃ, εἴτε λίθων γλυφαῖς εἴτε ξοάνων ἐργασίαις, κατʼ ὀλίγον τῆς τέχνης ἀφαιρούσης τὸ περιττόν, ἕως ἂν καταλίπῃ αὐτὸ τὸ φαινόμενον εἶδος, εἴτε χωνείᾳ χαλκοῦ καὶ τῶν ὁμοίων ὅσα τίμια διὰ πυρὸς ἐλαθέντων ἢ ῥυέντων ἐπί τινας τύπους, εἴτε κηροῦ πλάσει ῥᾷστα ξυνακολουθοῦντος τῇ τέχνῃ καὶ πλεῖστον ἐπιδεχομένου τὸ τῆς μετανοίας· οἷος ἦν Φειδίας τε καὶ Ἀλκαμένης καὶ Πολύκλειτος, ἔτι δὲ Ἀγλαοφῶν καὶ Πολύγνωτος καὶ Ζεῦξις καὶ πρότερος αὐτῶν ὁ Δαίδαλος. οὐ γὰρ ἀπέχρη τούτοις περὶ τἄλλα ἐπιδείκνυσθαι τὴν αὑτῶν δεινότητα καὶ σοφίαν, ἀλλὰ καὶ θεῶν εἰκόνας καὶ διαθέσεις παντοδαπὰς ἐπιδεικνύντες, ἰδίᾳ τε καὶ δημοσίᾳ χορηγοὺς τὰς πόλεις λαμβάνοντες, πολλῆς ἐνέπλησαν ὑπονοίας καὶ ποικίλης περὶ τοῦ δαιμονίου, οὐ παντελῶς διαφερόμενοι τοῖς ποιηταῖς καὶ νομοθέταις, τὸ μὲν ὅπως μὴ δοκῶσι παράνομοι καὶ ταῖς ἐπικειμέναις ἐνέχωνται ζημίαις, τὸ δὲ ὁρῶντες προκατειλημμένους αὐτοὺς ὑπὸ τῶν ποιητῶν3 καὶ πρεσβυτέραν οὖσαν τὴν ἐκείνων εἰδωλοποιίαν. οὔκουν ἐβούλοντο φαίνεσθαι τοῖς πολλοῖς ἀπίθανοι καὶ ἀηδεῖς καινοποιοῦντες.

既然关于神圣事物在人类中的看法已经摆明了三种起源——生得的、诗歌的、法律的,那么让我们把第四种称为关于神圣雕像与肖像的造型与创制技艺。我指的乃是画师、雕像师、石匠以及简而言之每一位自认为配以技艺将自己展现为神圣本性之模仿者的人,无论这种模仿是借助于对视觉而言极微弱且具欺骗性、却通过色彩的调和与线条的界限近乎包含至精至确之物的光影画,还是借助于石雕或木雕作品——技艺逐渐除去多余之物,直至留下显现的形象本身,还是借助于青铜的熔铸以及凡此类通过火锻或浇入某些模具中的贵重材料,亦或是借助于最易顺应技艺且最能容许更改修正的蜡塑;正如菲狄亚斯、阿尔卡墨涅斯、波留克列托斯,以及阿格拉奥芬、波利格诺托斯、宙克西斯,还有在他们之前的代达罗斯那样的人。因为对他们而言,在其他事物上展现自己的技艺与智慧尚嫌不足,他们通过展现神明的画像与各种姿态,私下与公开地以各城邦为赞助人,使人们充满了关于神圣之物的丰富而多样的观念,且并未完全与诗人和立法者相左;这一方面是为了免得被视为违法并遭受既定的惩罚,另一方面也是因为看到人们早已被诗人们先入为主地占据,而后者的造像技艺更为古老。因此,他们并不愿因标新立异而让大众觉得不可置信且令人厌烦。

§12.46

τὰ μὲν οὖν πολλὰ τοῖς μύθοις ἑπόμενοι καὶ συνηγοροῦντες ἔπλαττον, τὰ δὲ καὶ παρʼ αὑτῶν εἰσέφερον, ἀντίτεχνοι καὶ ὁμότεχνοι τρόπον τινὰ γιγνόμενοι τοῖς ποιηταῖς, ὡς ἐκεῖνοι διʼ ἀκοῆς ἐπιδεικνύντες, ἀτεχνῶς καὶ αὐτοὶ διʼ ὄψεως ἐξηγούμενοι τὰ θεῖα τοῖς πλείοσι καὶ ἀπειροτέροις θεαταῖς. πάντα δὲ ταῦτα τὴν ἰσχὺν ἔσχεν ἀπὸ τῆς πρώτης ἀρχῆς ἐκείνης, ὡς ἐπὶ τιμῇ καὶ χάριτι ποιούμενα τοῦ δαιμονίου.

所以,他们大多遵循并赞同神话来塑造像貌,但亦有一些是自创带入的,在某种程度上成为了诗人们在技艺上的竞争对手与同业之人;正如诗人们通过听觉展现神明,他们自己也极其纯粹地通过视觉,向更为众多且未经训练的观赏者阐释神圣之物。而这一切之所以拥有力量,皆源自那第一种根源,因为它们皆是为了对神圣之物的尊荣与感恩而创作的。

语法注3 条
  1. 12.42τὸ γεννῆσαν καὶ τρέφον καὶ στέργον τοῦ γεννηθέντος εὐθὺς ἀντιφιλοῦντος καὶ ἀντιθεραπεύοντος

    τοῦ γεννηθέντος ... ἀντιφιλοῦντος καὶ ἀντιθεραπεύοντος 为属格独立结构,充当逻辑主语(“受生者/子女”)。句首的中性单数分词 τὸ γεννῆσαν καὶ τρέφον καὶ στέργον 则作为该独立结构中复合动词 ἀντιφιλοῦντος 和 ἀντιθεραπεύοντος 的直接宾语(“生育、抚养、慈爱对待者”),语序上宾语被提前倒置。

  2. 12.43ἀπλύτοις ποσὶ

    “赤着未洗的双足”(ἀπλύτοις ποσί)是古希腊语中的谚语式惯用表达,意指“毫无准备与敬意、粗鲁草率地从事某事”。此处批评性地形容那些不加区分与前提定义、仓促略过显豁论题的论辩者。

  3. 12.45προκατειλημμένους αὐτοὺς ὑπὸ τῶν ποιητῶν

    在分词短语 προκατειλημμένους αὐτοὺς ὑπὸ τῶν ποιητῶν 中,受格主语 αὐτούς 按意义指代前文 τὰς πόλεις 所隐含的民众(对应紧接下文的“大众/群众” τοῖς πολλοῖς),而非艺术家自身。它表明民众已经被诗人们先入为主地占据或影响了。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.42-12.46