← 金嘴狄翁

演说集

§12.36-12.41

享乐主义批判与神圣观念的源泉

演说者在抨击了否定神之摄理、将享乐神格化的派别之后重归正题,梳理关于神圣观念的诸种源泉,阐述除了人类天赋的第一种观念外,还有体现为诗人劝慰的自愿源泉以及立法者训令的强制性源泉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.36

ἀλλʼ ἦπου σφόδρα γελοῖοι καὶ ἀρχαῖοι δόξομεν ἐπὶ τοῖς λόγοις, ἐγγυτέρω φάσκοντες εἶναι τὴν τοιαύτην ξύνεσιν τοῖς θηρίοις καὶ τοῖς δένδροις ἤπερ ἡμῖν τὴν ἀπειρίαν τε καὶ ἄγνοιαν; ὁπότε ἄνθρωποί τινες σοφώτεροι γενόμενοι τῆς ἁπάσης σοφίας,1 οὐ κηρὸν ἐγχέαντες τοῖς ὠσίν, ὥσπερ οἶμαί φασι τοὺς Ἰθακησίους ναύτας ὑπὲρ τοῦ μὴ κατακοῦσαι τῆς τῶν Σειρήνων ᾠδῆς, ἀλλὰ μολύβδου τινὸς μαλθακὴν ὁμοῦ καὶ ἄτρωτον ὑπὸ φωνῆς φύσιν, ἔτι δὲ οἶμαι πρὸ τῶν ὀφθαλμῶν σκότος πολὺ προβαλόμενοι καὶ ἀχλύν, ὑφʼ ἧς Ὅμηρός φησι κωλύεσθαι τὸν καταληφθέντα διαγιγνώσκειν θεόν, ὑπερφρονοῦσι τὰ θεῖα, καὶ μίαν ἱδρυσάμενοι δαίμονα πονηρὰν καὶ ἄλυπον, τρυφήν τινα ἢ ῥᾳθυμίαν πολλὴν καὶ ἀνειμένην ὕβριν, ἡδονὴν ἐπονομάζοντες, γυναικείαν τῷ ὄντι θεόν, προτιμῶσι καὶ θεραπεύουσι κυμβάλοις τισὶν ἢ ψόφοις καὶ αὐλοῖς ὑπὸ σκότος αὐλουμένοις, ἧς εὐωχίας οὐδεὶς ἐκείνοις φθόνος, εἰ μέχρι τοῦ ᾅδειν αὐτοῖς τὸ σοφὸν ἦν, ἀλλὰ μὴ τοὺς θεοὺς ἡμῶν ἀφῃροῦντο2 καὶ ἀπῴκιζον, ἐξελαύνοντες ἐκ τῆς αὑτῶν πόλεώς τε καὶ ἀρχῆς, ἐκ τοῦδε τοῦ κόσμου παντός, εἴς τινας χώρας ἀτόπους, καθάπερ ἀνθρώπους δυστυχεῖς εἴς τινας νήσους ἐρήμους· τάδε δὲ τὰ ξύμπαντα φάσκοντες ἀγνώμονα καὶ ἄφρονα καὶ ἀδέσποτα καὶ μηδένα ἔχοντα ἄρχοντα μηδὲ ταμίαν μηδὲ ἐπιστάτην πλανᾶσθαι εἰκῇ καὶ φέρεσθαι, μηδενὸς μήτε νῦν προνοοῦντος μήτε πρότερον ἐργασαμένου τὸ πᾶν, μηδὲ ὥσπερ οἱ παῖδες τοὺς τροχοὺς αὐτοὶ κινήσαντες εἶτα ἐῶσιν ἀφʼ αὑτῶν φέρεσθαι.

然而,若断言这种理解对于野兽和树木而言,比起生疏与无知对于我们而言还要更为相近,我们在言辞上岂不是必定显得极其荒唐可笑且陈腐过时吗?因为有些人自以为聪明得超越了一切智慧,他们不是如人们所说伊萨卡的水手们为了不听见塞壬的歌声而把蜡灌入耳中,而是灌入某种铅一般既柔软又不受声音伤害的质料,而且在眼前投下一层浓重幽暗的迷雾——据荷马所说,凡被此迷雾所困者便无法辨认神明——他们傲视神圣之物,树立起一个邪恶而无忧的恶灵,某种骄奢或极度的怠惰与放肆的狂妄,将其命名为‘快乐’,奉之为真正女性化的女神,予以推崇,并以铙钹或噪音以及在黑暗中吹奏的笛声来事奉她。对于他们的这番狂欢,本无人嫉妒,只要他们的智慧仅止于歌唱,而不是剥夺并流放我们的神明,将他们从自己的城邦与统治领域、从这整个宇宙中驱逐出去,赶到某些荒诞之地,正如不幸之人被流放到荒凉的岛屿一般;只要他们不是声称这一切万物全无理智、毫无知觉、没有主人,既无统治者、管家,也无监察官,只是漫无目的地游荡漂泊,既无人在当下予以眷顾,也无人在起初创造万物,甚至连孩童转动轮子后任其自行滚动那般都不如。

§12.38

ταῦτα μὲν οὖν ἐπεξῆλθεν ὁ λόγος καθʼ αὑτὸν ἐκβάς· τυχὸν γὰρ οὐ ῥᾴδιον τὸν τοῦ φιλοσόφου νοῦν καὶ λόγον ἐπισχεῖν, ἔνθα ἂν ὁρμήσῃ, τοῦ ξυναντῶντος ἀεὶ φαινομένου ξυμφέροντος καὶ ἀναγκαίου τοῖς ἀκροωμένοις, οὐ μελετηθέντα πρὸς ὕδωρ καὶ δικανικὴν ἀνάγκην,3 ὥσπερ οὖν ἔφη τις, ἀλλὰ μετὰ πολλῆς ἐξουσίας καὶ ἀδείας. οὐκοῦν τό γε ἀναδραμεῖν οὐ χαλεπόν, ὥσπερ ἐν πλῷ τοῖς ἱκανοῖς κυβερνήταις οὐ πολὺ παραλλάξασι.

于是,言论自行偏离正题,论及了这些事;因为哲学家的心灵与言说无论奔向何方,或许都难以加以遏制,因为所遇之题对听众而言始终显得有益且必要,并且它并非如某人所说那般受制于水钟与法庭的逼迫而操练,而是在极大的自由与无畏中进行的。无论如何,要回溯本题并不困难,正如在航行中对于并未偏离太远的称职舵手一样。

§12.39

τῆς γὰρ περὶ τὸ θεῖον δόξης καὶ ὑπολήψεως πρώτην μὲν ἀτεχνῶς πηγὴν ἐλέγομεν τὴν ἔμφυτον ἅπασιν ἀνθρώποις ἐπίνοιαν, ἐξ αὐτῶν γιγνομένην τῶν ἔργων καὶ τἀληθοῦς, οὐ κατὰ πλάνην συστᾶσαν οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πάνυ ἰσχυρὰν καὶ ἀέναον ἐκ τοῦ παντὸς χρόνου καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἀρξαμένην καὶ διαμένουσαν, σχεδόν τι κοινὴν καὶ δημοσίαν τοῦ λογικοῦ γένους· δευτέραν δὲ λέγομεν τὴν ἐπίκτητον καὶ διʼ ἑτέρων ἐγγιγνομένην ταῖς ψυχαῖς λόγοις τε καὶ μύθοις καὶ ἔθεσι, τοῖς μὲν ἀδεσπότοις τε καὶ ἀγράφοις, τοῖς δὲ ἐγγράφοις καὶ σφόδρα γνωρίμους ἔχουσι τοὺς κυρίους.

因为关于神圣事物的观念与看法,我们曾直截了当地指出,第一种源泉是全人类生而俱有的设想,它产生于实际的事物与真理本身,既非出于迷误而形成,亦非出于偶然,而是在整个时间中并在所有民族之间肇始并延续至今、极其坚固且绵延不绝的,几乎可以说是理性种族普遍且共有的;至于第二种源泉,我们指的是后天获得的、由他人通过言辞、神话与习俗——其中有些无名且不成文,有些则载于文书并拥有极著名的主导作者——植入灵魂中的。

§12.40

τῆς δὲ τοιαύτης ὑπολήψεως τὴν μέν τινα ἑκουσίαν καὶ παραμυθητικὴν φῶμεν, τὴν δὲ ἀναγκαίαν καὶ προστακτικήν. λέγω δὲ τοῦ μὲν ἑκουσίου καὶ παραμυθίας ἐχομένην τὴν τῶν ποιητῶν, τοῦ δὲ ἀναγκαίου καὶ προστάξεως τὴν τῶν νομοθετῶν· τούτων γὰρ οὐδετέραν ἰσχῦσαι δυνατὸν μὴ πρώτης ἐκείνης ὑπούσης, διʼ ἣν βουλομένοις ἐγίγνοντο καὶ τρόπον τινὰ προειδόσιν αὐτοῖς4 αἵ τε προστάξεις καὶ παραμυθίαι, τῶν μὲν ὀρθῶς καὶ ξυμφώνως ἐξηγουμένων ποιητῶν καὶ νομοθετῶν τῇ τε ἀληθείᾳ καὶ ταῖς ἐννοίαις, τῶν δὲ ἀποπλανωμένων ἔν τισιν.

在此类看法中,我们不妨将一种称为自愿而劝慰性的,另一种称为强制而训令性的。我指的是,诗人们的看法属于自愿与劝慰,而立法者们的看法属于强制与训令;因为这两者若没有那第一种观念作为根基,都不可能产生效力,正是借助第一种观念,训令与劝慰才临到那些心怀乐意、在某种程度上已预先知晓的人身上,尽管有些诗人和立法者阐释得正确且与真理及本性观念相合,而另一些人则在某些方面有所偏离。

§12.41

ἀμφοῖν δὲ τοῖν λεγομένοιν ποτέραν πρεσβυτέραν φῶμεν τῷ χρόνῳ παρά γε ἡμῖν τοῖς Ἕλλησι, οὐκ ἄν ἔχοιμι διατεινόμενος εἰπεῖν ἐν τῷ παρόντι. πρέπει δὲ ἴσως τὸ ἀζήμιον καὶ πειστικὸν ἀρχαιότερον εἶναι τοῦ μετὰ ζημίας καὶ προστάξεως.

在所说的这两者之中,至少在我们希腊人这里,若要断定时间上哪一种更为古老,我目前尚无法斩钉截铁地言明。不过,免受惩罚且具说服力者,大概理应比伴随惩罚与训令者更为古老。

语法注4 条
  1. 12.36ὁπότε ἄνθρωποί τινες σοφώτεροι γενόμενοι τῆς ἁπάσης σοφίας

    ὁπότε 在此作因果连词用(意为“既然”、“鉴于”),引出为何说话者的主张会显得荒唐古板的缘由。这是针对伊壁鸠鲁学派等哲人的反讽表达。

  2. 12.36ἧς εὐωχίας οὐδεὶς ἐκείνοις φθόνος, εἰ μέχρι τοῦ ᾅδειν αὐτοῖς τὸ σοφὸν ἦν, ἀλλὰ μὴ τοὺς θεοὺς ἡμῶν ἀφῃροῦντο

    οὐδεὶς ἐκείνοις φθόνος 蕴含 ἂν ἦν(“本无人会嫉妒他们……”),与后文带有直陈式未完成过去时(ἦν, ἀφῃροῦντο)的 εἰ 从句构成非真实条件句(与现在事实相反)。以此将他们单纯的享乐与驱逐神明这一危害行为形成对比。

  3. 12.38οὐ μελετηθέντα πρὸς ὕδωρ καὶ δικανικὴν ἀνάγκην

    分词 μελετηθέντα 为阳性单数宾格,语法上修饰宾语 τὸν τοῦ φιλοσόφου νοῦν καὶ λόγον(“哲学者的精神与言说”)中的 λόγον。短语 πρὸς ὕδωρ(“依照水钟”)为指称法庭演说受时间严格限制的习惯用语。

  4. 12.40διʼ ἣν βουλομένοις ἐγίγνοντο καὶ τρόπον τινὰ προειδόσιν αὐτοῖς

    βουλομένοις ... ἐγίγνοντο ... αὐτοῖς 运用了 βουλομένῳ τινί ἐστι / γίγνεται 这一惯用结构(意为“顺应某人之愿”、“受到某人欢迎”)。表明正因天赋的第一种神圣观念已存心中,诗人和立法者的训诫与劝导才得以被人们心甘情愿且预先有所认知地接受。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.36-12.41