← 金嘴狄翁

演说集

§12.29-12.35

宇宙密仪与最初人类对神的直观

狄奥·克律索斯托姆阐述了最初的人类如何通过自然的恩赐与呼吸感知到神明的眷顾,并将整个宇宙比作宏伟的密仪殿堂,论证人类乃至走兽与植物无不必然领悟到统摄万有的神意与力量。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.29

εὐμαρῶς ἀπείρων πραγμάτων μνήμας καὶ ἐπινοίας παραλαμβάνοντες. πῶς οὖν ἀγνῶτες εἶναι ἔμελλον καὶ μηδεμίαν ἕξειν ὑπόνοιαν τοῦ σπείραντος καὶ φυτεύσαντος καὶ σῴζοντος καὶ τρέφοντος, πανταχόθεν ἐμπιμπλάμενοι τῆς θείας φύσεως διά τε ὄψεως καὶ ἀκοῆς συμπάσης τε ἀτεχνῶς αἰσθήσεως; νεμόμενοι μὲν ἐπὶ γῆς, ὁρῶντες δʼ ἐξ οὐρανοῦ φῶς, τροφὰς δὲ ἀφθόνους ἔχοντες, εὐπορήσαντος καὶ προπαρασκευάσαντος τοῦ προπάτορος θεοῦ πρώτην μὲν τοῖς πρώτοις καὶ αὐτόχθοσι τὴν γεώδη, μαλακῆς ἔτι καὶ πίονος τῆς ἰλύος τότε οὔσης, ὥσπερ ἀπὸ μητρὸς τῆς γῆς λιχμωμένοις καὶ, καθάπερ τὰ φυτὰ νῦν, ἕλκουσι1 τὴν ἐξ αὐτῆς ἰκμάδα, δευτέραν δὲ τοῖς ἤδη προϊοῦσι καρπῶν τε αὐτομάτων καὶ πόας οὐ σκληρᾶς ἅμα δρόσῳ γλυκείᾳ καὶ νάμασι νυμφῶν ποτίμοις, καὶ δὴ καὶ τοῦ περιέχοντος ἠρτημένοι καὶ τρεφόμενοι τῇ διηνεκεῖ τοῦ πνεύματος ἐπιρροῇ, ἀέρα ὑγρὸν ἕλκοντες, ὥσπερ νήπιοι παῖδες, οὔποτε ἐπιλείποντος γάλακτος ἀεί σφισι θηλῆς ἐγκειμένης.

轻易地获得了对无数事物的记忆与设想。既然他们通过视觉、听觉以及全然凭借一切感觉,从四面八方充盈着神圣的本性,那么他们又怎能对那播种、培植、保全并滋养他们的主宰一无所知、毫无省悟呢?他们在大地上繁衍生息,仰望来自天空的光芒,享有着丰盈的滋养;因为先祖之神已预先备足,先为最早的土生人类备下了大地的食粮——那时泥土尚且柔软而肥美,他们宛如从大地母亲那里舔食,如同如今的植物一般从大地吸取湿气;继而又为后来的世代备下了自生的果实、柔嫩的草木,以及甘露与宁芙可饮的水泉。不仅如此,他们还依凭着周遭的包围之气,靠着气息连绵不绝的涌入而获得滋养,如同初生的婴孩般吸入湿润的空气,仿佛乳房常贴于身旁,乳汁永不枯竭。

§12.31

σχεδὸν γὰρ ἂν ταύτην δικαιότερον λέγοιμεν πρώτην τροφὴν τοῖς τε πρότερον καὶ τοῖς ὕστερον ἁπλῶς. ἐπειδὰν γὰρ ἐκπέσῃ τῆς γαστρὸς νωθρὸν ἔτι καὶ ἀδρανὲς τὸ βρέφος, δέχεται μὲν ἡ γῆ, ἡ τῷ ὄντι μήτηρ, ὁ δὲ ἀὴρ εἰσπνεύσας τε καὶ ψύξας εὐθὺς ἤγειρεν ὑγροτέρᾳ τροφῇ γάλακτος καὶ φθέγξασθαι παρέσχεν. ταύτην εἰκότως πρώτην λέγοιτʼ ἂν τοῖς γεννωμένοις ἡ φύσις ἐπισχεῖν θηλήν.

事实上,无论是对古代之人还是后世之人,我们大抵都可以更为公允地将此直称为第一种食物。因为当婴孩尚且迟钝无力地从母胎坠落时,真正身为母亲的大地便接纳了它,而空气在吹入并予以冷却之后,立即以比乳汁更为流动的食粮将其唤醒,并使之得以发声。理所当然地,这可以说是自然给予新生者的第一只乳房。

§12.32

ἃ δὴ πάσχοντες, ἐπινοοῦντες οὐκ ἐδύναντο μὴ θαυμάζειν καὶ ἀγαπᾶν τὸ δαιμόνιον, πρὸς δὲ αὖ τούτοις αἰσθανόμενοι τῶν ὡρῶν, ὅτι τῆς ἡμετέρας ἕνεκα γίγνονται σωτηρίας πάνυ ἀκριβῶς καὶ πεφεισμένως ἑκατέρας τῆς ὑπερβολῆς,2 καὶ τόδε ἐξαίρετον ἔχοντες ἐκ τῶν θεῶν πρὸς τὰ ἄλλα ζῷα, λογίζεσθαι καὶ διανοεῖσθαι περὶ αὐτῶν.

经历着并思索着这些事,他们不可能不对神圣事物心生敬畏与爱戴;此外,他们感知到四季的交替,知晓它们正是为了我们的存续而极其精密、避免两者的极端而运转;他们更拥有从诸神那里得来的优于其他动物的特权,即能够对这些事物进行推求与沉思。

§12.33

σχεδὸν οὖν ὅμοιον ὥσπερ εἴ τις ἄνδρα Ἕλληνα ἢ βάρβαρον μυοίη παραδοὺς εἰς μυστικόν τινα οἶκον ὑπερφυῆ κάλλει καὶ μεγέθει, πολλὰ μὲν ὁρῶντα μυστικὰ θεάματα, πολλῶν δὲ ἀκούοντα τοιούτων φωνῶν, σκότους τε καὶ φωτὸς ἐναλλὰξ αὐτῷ φαινομένων, ἄλλων τε μυρίων γιγνομένων, ἔτι δὲ καθάπερ εἰώθασιν ἐν τῷ καλουμένῳ θρονισμῷ καθίσαντες τοὺς μυουμένους οἱ τελοῦντες κύκλῳ περιχορεύειν· ἆρά γε τὸν ἄνδρα τοῦτον μηδὲν παθεῖν εἰκὸς τῇ ψυχῇ μηδʼ ὑπονοῆσαι τὰ γιγνόμενα, ὡς μετὰ γνώμης καὶ παρασκευῆς πράττεται σοφωτέρας, εἰ καὶ πάνυ τις εἴη τῶν μακρόθεν καὶ ἀνωνύμων βαρβάρων, μηδενὸς ἐξηγητοῦ μηδὲ ἑρμηνέως παρόντος, ἀνθρωπίνην ψυχὴν ἔχων;

这大抵就如同有人将一个人,无论是希腊人还是蛮族人,引入一座在美丽与规模上宏伟超凡的密仪殿堂中使其入会,他在其中目睹许多神秘景象,聆听诸多这般音声,黑暗与光明在他面前交替显现,无数其他事物层出不穷;此外,正如主仪者通常在所谓的‘升座礼’中所做的那样,让入会者坐下,而在周围环绕起舞:即便这个人来自极遥远且无名的蛮族,只要他拥有一颗人类的心灵,哪怕没有任何向导或解说者在场,难道他在灵魂中竟能毫无感触,丝毫不曾揣想这些发生之事是出于更具智慧的用意与筹备吗?

§12.34

ἢ τοῦτο μὲν οὐκ ἀνυστόν, κοινῇ δὲ ξύμπαν τὸ τῶν ἀνθρώπων γένος τὴν ὁλόκληρον καὶ τῷ ὄντι τελείαν τελετὴν μυούμενον, οὐκ ἐν οἰκήματι μικρῷ παρασκευασθέντι πρὸς ὑποδοχὴν ὄχλου βραχέος ὑπὸ Ἀθηναίων, ἀλλὰ ἐν τῷδε τῷ κόσμῳ, ποικίλῳ καὶ σοφῷ δημιουργήματι, μυρίων ἑκάστοτε θαυμάτων φαινομένων, ἔτι δὲ οὐκ ἀνθρώπων ὁμοίων τοῖς τελουμένοις, ἀλλὰ θεῶν ἀθανάτων θνητοὺς τελούντων, νυκτί τε καὶ ἡμέρᾳ, εἰ θέμις εἰπεῖν, ἀτεχνῶς περιχορευόντων ἀεί, τούτων ξυμπάντων μηδεμίαν αἴσθησιν μηδὲ ὑποψίαν λαβεῖν3 τοῦ κορυφαίου προεστῶτος τῶν ὅλων καὶ κατευθύνοντος τὸν ἅπαντα οὐρανὸν καὶ κόσμον, οἷον σοφοῦ κυβερνήτου νεὼς ἄρχοντος πάνυ καλῶς τε καὶ ἀνενδεῶς παρεσκευασμένης;

抑或是,那种情况固然不可能,但当整个人类共同被引领参与这场完整的、真正圆满的密仪时——不是在雅典人为了接纳少数人群而准备的狭小居室中,而是在这个繁复而精妙的造物、即整个宇宙之中,无尽的奇迹时刻显现,更有不死的神祇而非与受礼者相同的凡人来引导凡人入会,并且日以继夜地、若可以这样说的话,简直是在永恒地环绕起舞——难道面对这一切,他们竟会对于那位统摄万有、引领整个穹苍与宇宙的魁首(正如一位贤明的舵手掌管着一艘配备极为完好、毫无匮乏的船只一般)毫无感知、毫无揣测吗?

§12.35

οὐ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸ τοιοῦτον γιγνόμενον θαυμάσαι τις ἄν, πολὺ δὲ μᾶλλον ὅπως καὶ μέχρι τῶν θηρίων διικνεῖται τῶν ἀφρόνων καὶ ἀλόγων, ὡς καὶ ταῦτα γιγνώσκειν καὶ τιμᾶν τὸν θεὸν καὶ προθυμεῖσθαι ζῆν κατὰ τὸν ἐκείνου θεσμόν· ἔτι δὲ μᾶλλον ἀπεοικότως τὰ φυτά, οἷς μηδεμία μηδενὸς ἔννοια, ἀλλὰ ἄψυχα καὶ ἄφωνα ἁπλῇ τινι φύσει διοικούμενα, ὅμως δὲ καὶ αὐτὰ ἑκουσίως καὶ βουλόμενα καρπὸν ἐκφέρει τὸν προσήκοντα ἑκάστῳ. οὕτω πάνυ ἐναργὴς καὶ πρόδηλος ἡ τοῦδε τοῦ θεοῦ γνώμη καὶ δύναμις.

因为若是在人类身上发生这样的事,原不足为奇,令人惊叹得多的乃是这甚至如何贯通延伸至愚昧无理性的走兽,以致它们亦知晓并尊崇神祇,渴望依从其法则而生活;更超乎常理的则是植物,它们对一切事物毫无意念,没有灵魂与声音,仅由某种单纯的本性所主导,然而它们亦自愿地、仿佛出于意愿般结出适于各自的果实。由此可见,这位神祇的旨意与力量是何等鲜明且昭著。

语法注3 条
  1. 12.30ὥσπερ ἀπὸ μητρὸς τῆς γῆς λιχμωμένοις καὶ, καθάπερ τὰ φυτὰ νῦν, ἕλκουσι

    与格分词 λιχμωμένοις 与 ἕλκουσι 跨越了中间插入的属格绝对结构(μαλακῆς ἔτι... οὔσης),在语法上与前文的与格名词短语 τοῖς πρώτοις καὶ αὐτόχθοσι(最早的土生人类)保持一致并作其定语修饰。

  2. 12.32πεφεισμένως ἑκατέρας τῆς ὑπερβολῆς

    由动词 φείδομαι(克制、避免、节制)的中被动态分词派生而来的副词 πεφεισμένως,保留了动词的支配功能,统辖着表示分离或回避的属格 ἑκατέρας τῆς ὑπερβολῆς(避免两者的极端)。

  3. 12.34τούτων ξυμπάντων μηδεμίαν αἴσθησιν μηδὲ ὑποψίαν λαβεῖν

    不定式 λαβεῖν 承接了前一反问句中的谓语 εἰκός(……是合乎常理/可能的吗)的支配力量,与对格主语 ξύμπαν τὸ τῶν ἀνθρώπων γένος(全人类)构成对格加不定式结构。全句形成鲜明的修辞对比:若凡人在狭小密室中尚且有所感触,整个人类在宇宙的终极密仪中又怎能对主宰之神毫无知觉?

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.29-12.35