← 金嘴狄翁

演说集

§12.23-12.28

菲狄亚斯的宙斯像与生得的神观念

演说者引用赫西俄德的诗句作为颂扬宙斯的开端,向在场听众征询讲说的主旨方向,并提及菲狄亚斯依荷马诗意创作的宙斯雕像;进而开始探讨全人类与生俱来的普遍神圣观念的起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.23

ἆρʼ οὖν κατὰ Ἡσίοδον ἄνδρα ἀγαθὸν καὶ Μούσαις φίλον ἀρκτέον, ὡς ἐκεῖνος μάλα ἐμφρόνως οὐκ αὐτὸς ἐτόλμησεν ἄρξασθαι παρʼ αὑτοῦ διανοηθείς, ἀλλὰ τὰς Μούσας παρακαλεῖ διηγήσασθαι περὶ τοῦ σφετέρου πατρός; τῷ παντὶ1 γὰρ μᾶλλον πρέπον τόδε τὸ ᾆσμα ταῖς θεαῖς ἢ τοὺς ἐπὶ Ἴλιον ἐλθόντας ἀριθμεῖν, αὐτούς τε καὶ τὰ σέλματα τῶν νεῶν ἐφεξῆς, ὧν οἱ πολλοὶ ἀνόητοι ἦσαν· καὶ ποιητὴς σοφώτερός τε καὶ ἀμείνων ὁ παρακαλῶν ἐπὶ τοῦτο τὸ ἔργον ὧδέ πως·

那么,我们是否应当仿效赫西俄德——那位优秀的、受缪斯眷顾的人——来开启讲述呢?正如他极其审慎地未敢自凭心思独自开头,而是祈请诸位缪斯去讲述关于她们父亲的事迹。因为对于神圣的缪斯而言,吟唱这首颂歌在各个方面都远比逐一历数进军伊利昂的人——既包括他们本人,也包括他们战船的座板,而他们多数人是愚昧无知的——要适宜得多;而用如下类似的话祈请缪斯从事这一伟业的诗人,也更为明智且更显卓越:

§12.24

"Μοῦσαι Πιερίηθεν ἀοιδῇσι κλείουσαι, δεῦτε Δίʼ ἐννέπετε σφέτερον πατέρʼ ὑμνείουσαι, ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε ῥητοί τʼ ἄρρητοί τε, Διὸς μεγάλοιο ἕκητι· ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει, ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει. "

“来自皮厄里亚、以歌声彰显荣耀的缪斯们啊,来吧,以颂歌歌唱你们的父亲宙斯,向人们讲述他。因着他,凡间之人无论籍籍无名或声名显赫,名播四方或无人提及,全凭伟大宙斯的意志。因为他轻易便能赐予力量,又轻易将强力者挫败;轻易使显赫者衰微,使幽暗者兴盛;轻易将弯曲者纠正,使傲慢者枯萎——高居于至高穹庐、雷霆轰鸣的宙斯。”

§12.25

ὑπολαβόντες οὖν εἴπατε πότερον ἁρμόζων ὁ λόγος οὗτος καὶ τὸ ᾆσμα τῇ συνόδῳ γένοιτʼ ἄν, ὦ παῖδες Ἠλείων· ὑμεῖς γὰρ ἄρχοντες καὶ ἡγεμόνες τῆσδε τῆς πανηγύρεως, ἔφοροί τε καὶ ἐπίσκοποι τῶν ἐνθάδε ἔργων καὶ λόγων· ἢ δεῖ θεατὰς εἶναι μόνον τοὺς ἐνθάδε ἥκοντας τῶν τε ἄλλων δῆλον ὅτι παγκάλων καὶ σφόδρα ἐνδόξων θεαμάτων καὶ δὴ μάλιστα τῆς τοῦ θεοῦ τῷ ὄντι μακαρίας εἰκόνος, ἣν ὑμῶν οἱ πρόγονοι δαπάνης τε ὑπερβολῇ καὶ τέχνης ἐπιτυχόντες τῆς ἄκρας εἰργάσαντο καὶ ἀνέθεσαν πάντων, ὅσα ἐστὶν ἐπὶ γῆς ἀγάλματα, κάλλιστον καὶ θεοφιλέστατον, πρὸς τὴν Ὁμηρικὴν ποίησιν, ὥς φασι, Φειδίου παραβαλλομένου,2 τοῦ κινήσαντος3 ὀλίγῳ νεύματι τῶν ὀφρύων τὸν ξύμπαντα Ὄλυμπον, ὡς ἐκεῖνος μάλιστα ἐναργῶς καὶ πεποιθότως ἐν τοῖς ἔπεσιν εἴρηκεν, "ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων, ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον." ἢ καὶ περὶ αὐτῶν τούτων σκεπτέον ἡμῖν ἐπιμελέστερον τῶν τε ποιημάτων καὶ ἀναθημάτων καὶ ἀτεχνῶς εἴ τι τοιουτότροπόν ἐστι, τὴν ἀνθρωπίνην περὶ τοῦ δαιμονίου δόξαν ἁμῃγέπῃ πλάττον καὶ ἀνατυποῦν, ἅτε ἐν φιλοσόφου διατριβῇ τὰ νῦν.

那么,厄利斯的子孙们,请你们接着发言并告诉我:这篇言辞与这首颂歌是否与我们的集会相符?因为你们正是这场盛典的统治者与领袖,是此地一切作为与言论的监督者与审察官。抑或,来到此地的人们只应当作为旁观者,仅仅去观赏其他无疑极尽美好且极富盛名的景观,尤其是神祇那真正充满福佑的圣像?那座你们的祖先不惜耗费巨资并求得极顶技艺而造就并奉献的塑像,是地上所有雕像中最为绝美且最蒙神眷顾的;据说菲狄亚斯正是与荷马的诗作竞展才艺,塑造了那位仅凭双眉微蹙便震动整个奥林匹斯山的神祇,正如荷马在那段史诗中极生动且令人信服地咏道: “克洛诺斯之子言罢,以青黑的双眉微颔;主宰者不朽头颅上的仙发随之飘拂,〔他〕震动了巍巍奥林匹斯。” 抑或是,既然我们此刻身处哲学论辩之中,我们就应当更审慎地探讨这些事物本身——包括那些诗篇与奉献的圣像,以及简而言之,以某种方式塑造并摹画人类关于神圣事物之观念的类似一切?

§12.27

περὶ δὴ θεῶν τῆς τε καθόλου φύσεως καὶ μάλιστα τοῦ πάντων ἡγεμόνος πρῶτον μὲν καὶ ἐν πρώτοις δόξα καὶ ἐπίνοια κοινὴ τοῦ ξύμπαντος ἀνθρωπίνου γένους, ὁμοίως μὲν Ἑλλήνων, ὁμοίως δὲ βαρβάρων, ἀναγκαία καὶ ἔμφυτος ἐν παντὶ τῷ λογικῷ γιγνομένη κατὰ φύσιν ἄνευ θνητοῦ διδασκάλου καὶ μυσταγωγοῦ χωρὶς ἀπάτης καὶ χαρᾶς διά τε τὴν ξυγγένειαν τὴν πρὸς αὐτοὺς καὶ πολλὰ μαρτύρια τἀληθοῦς, οὐκ ἐῶντα κατανυστάξαι καὶ ἀμελῆσαι4 τοὺς πρεσβυτάτους καὶ παλαιοτάτους·

关于神祇的总体本性,尤其是关于统摄万物的主宰,首先且在首要的事物之中,全人类不论希腊人或蛮族,都共有着一种观念与设想;这是在每一个理性存在之中循着本性而生的必然且天赋的观念,无需凡人导师或密仪传授者,远离了虚妄与享乐,因着与神明同类的亲缘关系以及诸多真理的见证,使得最古老、最原初的人们未曾打盹瞌睡或漠不关心。

§12.28

ἅτε γὰρ οὐ μακρὰν οὐδʼ ἔξω τοῦ θείου διῳκισμένοι καθʼ αὑτούς, ἀλλὰ ἐν αὐτῷ μέσῳ πεφυκότες, μᾶλλον δὲ συμπεφυκότες ἐκείνῳ καὶ προσεχόμενοι πάντα τρόπον, οὐκ ἐδύναντο μέχρι πλείονος ἀξύνετοι μένειν, περιλαμπόμενοι πάντοθεν θείοις καὶ μεγάλοις φάσμασιν οὐρανοῦ τε καὶ ἄστρων, ἔτι δὲ ἡλίου καὶ σελήνης, νυκτός τε καὶ ἡμέρας ἐντυγχάνοντες ποικίλοις καὶ ἀνομοίοις εἴδεσιν, ὄψεις τε ἀμηχάνους ὁρῶντες καὶ φωνὰς ἀκούοντες παντοδαπὰς ἀνέμων τε καὶ ὕλης καὶ ποταμῶν καὶ θαλάττης, ἔτι δὲ ζῴων ἡμέρων καὶ ἀγρίων, αὐτοί τε φθόγγον ἥδιστον καὶ σαφέστατον ἱέντες καὶ ἀγαπῶντες τῆς ἀνθρωπίνης φωνῆς τὸ γαῦρον καὶ ἐπιστῆμον, ἐπιθέμενοι σύμβολα τοῖς εἰς αἴσθησιν ἀφικνουμένοις, ὡς πᾶν τὸ νοηθὲν ὀνομάζειν καὶ δηλοῦν,

因为他们并非远离神圣事物或在其外部遗世独居,而是生于其核心之中,毋宁说与神圣事物共同生长并以一切方式紧密相连,因而不可能长久蒙昧无知;他们四面八方皆被来自天空与星辰、更兼太阳与月亮的庄严而伟大的神圣景象所照耀,日日夜夜遭遇着繁复而各异的形相,目睹着难以尽述的奇景,聆听着来自风、森林、河流与海洋,以及家畜与野兽的各色声音;他们自己亦发出极悦耳且极明晰的声响,珍爱着人类言语中那自豪而通晓事理的特质,为一切进入感觉的事物赋予符号,以便将一切思之所得皆能命名并彰显出来。

语法注4 条
  1. 12.23τῷ παντὶ

    程度与格(表示差异程度的与格),修饰比较级 μᾶλλον,意为“在各个方面”、“断然”。

  2. 12.25Φειδίου παραβαλλομένου

    属格绝对结构。中动分词 παραβαλλομένου 与前置词短语 πρὸς τὴν Ὁμηρικὴν ποίησιν 连用,意为“菲狄亚斯与荷马的诗作竞相较量/相比拟”。

  3. 12.26τοῦ κινήσαντος

    带冠词的属格分词短语。其先行词并非紧邻的 Φειδίου,而是指前面出现的 τοῦ θεοῦ(宙斯),意为“那位(以双眉微颔)震动全奥林匹斯的神”。

  4. 12.27οὐκ ἐῶντα κατανυστάξαι καὶ ἀμελῆσαι

    中性复数宾格分词 ἐῶντα 的语法主语是前文的 πολλὰ μαρτύρια τἀληθοῦς(真理的诸多见证)。否定词 οὐκ 与支配不定词 κατανυστάξαι 和 ἀμελῆσαι 的使役动词连用,意为“不容许他们打瞌睡或懈怠疏忽”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.23-12.28