← 金嘴狄翁

演说集

§11.148-11.154

为荷马虚构辩护与希腊人的名誉

演说者以波斯人歪曲战果的说辞类比荷马出于爱国动机的虚构,并通过列举特洛伊沦陷传说中英雄们的残暴罪行与屈辱结局,论证否认攻陷特洛伊实则是为希腊人洗刷更大的奇耻大辱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.148

τοῦτο δὲ τὸ στρατήγημα παρὰ πολλοῖς ἐστιν. ἐγὼ γοῦν ἀνδρὸς ἤκουσα Μήδου λέγοντος ὅτι οὐδὲν ὁμολογοῦσιν οἱ Πέρσαι τῶν παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ Δαρεῖον μέν φασιν ἐπὶ Νάξον καὶ Ἐρέτριαν πέμψαι τοὺς περὶ Δᾶτιν καὶ Ἀρταφέρνην, κἀκείνους ἑλόντας τὰς πόλεις ἀφικέσθαι παρὰ βασιλέα. ὁρμούντων δὲ αὐτῶν περὶ τὴν Εὔβοιαν ὀλίγας ναῦς ἀποσκεδασθῆναι πρὸς τὴν Ἀττικήν, οὐ πλείους τῶν εἴκοσι, καὶ γενέσθαι τινὰ μάχην τοῖς ναύταις πρὸς τοὺς αὐτόθεν ἐκ τοῦ τόπου.

这种策略在许多人中是屡见不鲜的。至少我曾听一个米底人说过,波斯人对于希腊人所流传的说法全然不予承认,反而声称是大流士派遣达提斯和阿耳塔费涅斯等人远征纳克索斯与埃雷特里亚,而他们在攻取这些城邦之后便返回去觐见国王;当他们在优卑亚一带停泊时,有几艘船——不超过二十艘——被吹散漂往阿提卡,那些水手与来自当地的居民之间发生了一场小规模战斗。

§11.149

μετὰ δὲ ταῦτα Ξέρξην ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντα Λακεδαιμονίους μὲν νικῆσαι περὶ Θερμοπύλας καὶ τὸν βασιλέα αὐτῶν ἀποκτεῖναι Λεωνίδην, τὴν δὲ τῶν Ἀθηναίων πόλιν ἑλόντα κατασκάψαι, καὶ ὅσοι μὴ διέφυγον ἀνδραποδίσασθαι. ταῦτα δὲ ποιήσαντα καὶ φόρους ἐπιθέντα τοῖς Ἕλλησιν εἰς τὴν Ἀσίαν ἀπελθεῖν. ὅτι μὲν οὖν ψευδῆ ταῦτά ἐστιν οὐκ ἄδηλον, ὅτι δὲ εἰκὸς ἦν τὸν βασιλέα κελεῦσαι στρατεῦσαι τοῖς ἄνω ἔθνεσιν οὐκ ἀδύνατον, ἵνα μὴ θορυβῶσιν.1 εἰ δὴ καὶ Ὅμηρος ἐποίει τοῦτο, συγγιγνώσκειν ἄξιον.

他们说,此后薛西斯率军远征希腊,在温泉关一带击溃了斯巴达人,杀死了他们的国王列奥尼达,攻陷并夷平了雅典人的城邦,并将凡未逃脱者尽数掠为奴隶;在做完这些事并向希腊人强征赋税之后,他便返回了亚洲。这些说法显然是虚假的,但国王很可能是为了防止腹地各族惊慌失措而下令将这套说法发布给上游各民族,这绝非不可能。那么,倘若荷马也正是这样做的,他就理应得到宽恕。

§11.150

ἴσως ἂν οὖν εἴποι τις ἀνήκοος, Οὐκ ὀρθῶς Ἕλληνας καθαιρεῖς. ἀλλʼ οὐδὲν ἔστιν ἔτι τοιοῦτον, οὐδὲ ἔστι δέος μή ποτε ἐπιστρατεύσωνται ἐπὶ τὴν Ἑλλάδα τῶν ἐκ τῆς Ἀσίας τινές· ἥ τε γὰρ Ἑλλὰς ὑφʼ ἑτέροις ἐστὶν ἥ τε Ἀσία. τὸ δὲ ἀληθὲς οὐκ ὀλίγου ἄξιον. πρὸς δὲ τούτοις, εἰ ᾔδειν ὅτι πείσω ταῦτα λέγων, ἴσως ἂν ἐβουλευσάμην εἰπεῖν.2 ὅμως δὲ μείζω καὶ δυσχερέστερα ὀνείδη φημὶ τῶν Ἑλλήνων ἀφελεῖν.

因此,也许某个懵懂无知的人会说:“你这是在不正当地贬低希腊人。”然而现在早已不存在类似的情况,也丝毫不用担心亚洲的势力会再次出兵远征希腊;因为希腊与亚洲如今都在他人的统治之下。另一方面,真理具有不菲的价值。此外,如果我事先知道自己说出这番话能说服众人,我或许还会仔细斟酌是否要说;尽管如此,我依然坚称自己是在为希腊人洗刷更大、更难以承受的污名。

§11.151

τὸ μὲν γὰρ μὴ ἑλεῖν τινα πόλιν οὐδὲν ἄτοπον, οὐδέ γε τὸ στρατεύσαντας ἐπὶ χώραν μηδὲν αὐτοῖς προσήκουσαν ἔπειτα εἰρήνην ποιησαμένους ἀπελθεῖν, οὐδέ γε ἄνδρα ἀγαθὸν ὄντα τὴν ψυχὴν ὑπὸ ἀνδρὸς ὁμοίου τελευτῆσαι μαχόμενον, οὐδὲ τοῦτο ὄνειδος· ἀλλὰ καὶ ἀποδέξαιτο ἄν τις μέλλων ἀποθνῄσκειν, ὥσπερ ὅ γε Ἀχιλλεὺς πεποίηται λέγων, ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι, ὅς ἐνθάδε τέτραφʼ ἄριστος.

因为未能攻陷某座城邦并无任何怪异之处;远征一片与自己毫无干系的土地,随后缔结和约班师回朝,也算不上怪异;一位心灵崇高的勇士在战斗中死于旗鼓相当的对手之手,同样不是什么耻辱;相反,一个将死之人甚至会乐于接受这种结局,正如诗篇中所描写的阿喀琉斯所说:“但愿赫克托尔杀了我,他是在此地被养育成人的最优秀之人。”

§11.152

τὸν δὲ ἄριστον ὄντα τῶν Ἑλλήνων ὑπὸ τοῦ φαυλοτάτου τῶν πολεμίων ἀποθανεῖν τῷ ὄντι μέγα ὄνειδος· ὁμοίως δὲ τὸν νοῦν ἔχειν δοκοῦντα καὶ σωφρονέστατον εἶναι τῶν Ἑλλήνων πρῶτον μὲν τὰ πρόβατα καὶ τοὺς βοῦς ἀποσφάττειν, βουλόμενον ἀποκτεῖναι τοὺς βασιλέας, ὕστερον δὲ αὑτὸν ἀνελεῖν ὅπλων ἕνεκεν αἴσχιστον.

然而,作为希腊人中最优秀的人物,却死在敌人中最卑劣者的手中,这着实是一个巨大的污名。同样,那个被公认最具才智且是希腊人中最稳重审慎的人,先是因为企图刺杀诸王而去屠杀羊群和牛群,后来又为了争夺铠甲而自尽身亡,这才是奇耻大辱。

§11.153

πρὸς δὲ τούτοις Ἀστυάνακτα μὲν ἀνδρὸς ἀγαθοῦ παῖδα οὕτως ὠμῶς ἀνελεῖν ῥίψαντας ἀπὸ τοῦ τείχους, καὶ ταῦτα κοινῇ δόξαν τῷ στρατοπέδῳ καὶ τοῖς βασιλεῦσι·3 Πολυξένην δὲ παρθένον ἀποσφάττειν ἐπὶ τάφῳ καὶ τοιαύτας χεῖσθαι χοὰς τῷ τῆς θεᾶς υἱεῖ· Κασσάνδραν δέ, παναγῆ κόρην, ἱέρειαν τοῦ Ἀπόλλωνος, ἐν τῷ τεμένει φθαρῆναι τῆς Ἀθηνᾶς, ἐχομένην τοῦ ἀγάλματος, καὶ τοῦτο πρᾶξαι μηδένα τῶν φαύλων μηδὲ τῶν ἀναξίων, ἀλλʼ ὅσπερ ἦν ἐν τοῖς ἀρίστοις· Πρίαμον δὲ τὸν βασιλέα τῆς Ἀσίας ἐν ἐσχάτῳ γήρᾳ κατατρωθέντα παρὰ τὸν τοῦ Διὸς βωμόν, ἀφʼ οὗ τὸ γένος ἦν, ἐπʼ αὐτῷ σφαγῆναι, καὶ μηδὲ τοῦτο εἰργάσθαι μηδένα τῶν ἀφανῶν, ἀλλὰ τὸν τοῦ Ἀχιλλέως υἱόν, καὶ ταῦτα ἑστιαθέντα ὑπὸ τοῦ πατρὸς αὐτοῦ καὶ σωθέντα ὑπʼ ἐκείνου πρότερον· Ἑκάβην δέ, δύστηνον τοσούτων μητέρα παίδων, Ὀδυσσεῖ δοθῆναι ἐπὶ ὕβρει, ὑπό τε τοῦ μεγέθους τῶν κακῶν πάνυ γελοίως κύνα γενέσθαι· τὸν δὲ βασιλέα τῶν Ἑλλήνων τὴν ἱερὰν κόρην τοῦ Ἀπόλλωνος, ἣν οὐδεὶς ἐτόλμησε γῆμαι διὰ τὸν θεόν, αὐτὸν ἀγαγέσθαι γυναῖκα, ὅθεν ἔδοξε τεθνηκέναι δικαίως· πόσῳ κρείττω ταῦτα μὴ γενόμενα τοῖς Ἕλλησιν ἢ Τροίαν ἁλῶναι;4

除这些以外,他们将一位勇士的孩子阿斯提阿那克斯从城墙上抛下,如此残忍地加以杀害,而且这还是全军与诸王共同决议的结果;他们将少女波吕克塞娜在坟墓上宰杀,以此种祭礼奠献给女神的儿子;阿波罗的纯洁女祭司、不染尘俗的少女卡珊德拉在雅典娜的圣域中,紧抱神像之时遭到奸污,而干出此事的并非卑贱无名之人,恰恰是名列前茅的拔萃之辈;此外,亚洲之王普里阿摩斯在风烛残年之际,在他血统所出的宙斯祭坛旁受创,最终被宰杀在祭坛之上,做出此事的同样绝非默默无闻之辈,而是阿喀琉斯的儿子,况且当年〔普里阿摩斯〕还曾受过他父亲的款待并承蒙其搭救;那么多孩子的不幸母亲赫卡柏,竟为受尽凌辱而被赏给奥德修斯,且在浩大灾难的压迫下,极其荒谬地变成了一条狗;希腊人的领袖把阿波罗的神圣少女——出于对神明的敬畏无人敢娶她——自己纳为妻子,因而人们认为他是死有余辜:假若这些事情从未在希腊人身上发生,岂不比攻陷特洛伊好上不知多少倍吗?

语法注4 条
  1. 11.149ὅτι δὲ εἰκὸς ἦν τὸν βασιλέα κελεῦσαι στρατεῦσαι τοῖς ἄνω ἔθνεσιν οὐκ ἀδύνατον, ἵνα μὴ θορυβῶσιν.

    主句的主干为带双重否定的 οὐκ ἀδύνατον [ἐστιν](“绝非不可能”),整个 ὅτι 引导的名词性分句充当其主语。不定词短语 τὸν βασιλέα κελεῦσαι στρατεῦσαι τοῖς ἄνω ἔθνεσιν 表示“国王下令向内陆各部族发布/派遣这样的消息”,以避免腹地属民恐慌。

  2. 11.150εἰ ᾔδειν ὅτι πείσω ταῦτα λέγων, ἴσως ἂν ἐβουλευσάμην εἰπεῖν.

    过去与事实相反的虚拟条件句。条件从句使用过去完成时 ᾔδειν(充当 οἶδα 的未完成过去时),结论句则由 ἄν 搭配直陈式过去时 ἐβουλευσάμην 构成。ὅτι 引导的从句带将来时 πείσω,充当 ᾔδειν 的宾语。

  3. 11.153καὶ ταῦτα κοινῇ δόξαν τῷ στρατοπέδῳ καὶ τοῖς βασιλεῦσι

    此句将表示强调的 καὶ ταῦτα(“而且、加之”)与非人称动词 δοκεῖ 的不定过去时绝对对格分词(accusative absolute)δόξαν 相结合,表示伴随状况:“而且这还是全军与诸王共同决议决定的”。

  4. 11.154πόσῳ κρείττω ταῦτα μὴ γενόμενα τοῖς Ἑλλησιν ἢ Τροίαν ἁλῶναι;

    疑问句的主语为 ταῦτα μὴ γενόμενα(“这些事情未曾发生”,分词作表语性/独立性事件叙述),谓语为形容词比较级 κρείττω [ἐστιν],由表示程度差异的与格 πόσῳ 修饰。比较的第二项由 ἢ 引导对格加不定词短语 Τροίαν ἁλῶναι(“特洛伊被攻陷”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.148-11.154