- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.96-11.101
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出实际上是赫克托耳击杀了阿喀琉斯并夺取其铠甲,荷马为掩盖真相才虚构了帕特罗克洛斯战死的情节,并逐一揭示了荷马叙述中的诸多荒谬与矛盾。
καταφανὴς οὖν ἐγεγόνει αὐτῷ διὰ τούτων ἁπάντων εὐάλωτος ὤν, ἅτε δεινῷ τὴν πολεμικὴν τέχνην·1 ὥστε θαρρῶν ἀπήντησεν αὐτῷ κατὰ μέσον τὸ πεδίον. καὶ τὸ μὲν πρῶτον ἐνέκλινεν ὡς φεύγων, ἀποπειρώμενος αὐτοῦ, ἅμα δὲ κοπῶσαι βουλόμενος, ὁτὲ μὲν περιμένων, ὁτὲ δὲ ἀποφεύγων· ἐπεὶ δὲ ἑώρα βραδύνοντα καὶ ἀπολειπόμενον, οὕτως ὑποστρέψας αὐτὸς ἧκεν ἐπʼ αὐτὸν οὐδὲ τὰ ὅπλα φέρειν ἔτι δυνάμενον, καὶ συμβαλὼν ἀπέκτεινε καὶ τῶν ὅπλων ἐκράτησεν, ὡς καὶ τοῦτο Ὅμηρος εἴρηκε. τοὺς δὲ ἵππους διῶξαι μέν φησι τὸν Ἕκτορα, οὐ λαβεῖν δέ, κἀκείνων ἁλόντων.
因此,由于赫克托耳精通战术,通过所有这些迹象清楚地看出阿喀琉斯已是易受攻击之人;于是他鼓起勇气,在平原中央迎战阿喀琉斯。起初,他假装溃逃而退却,既为了试探他,又想消耗他的体力,时而驻足等待,时而转身逃跑;然而,当他看到阿喀琉斯步履迟缓、渐渐落后,便亲自回身,向已然连甲胄都无法承受的阿喀琉斯冲去,与其交锋并将其杀死,夺取了他的铠甲,正如荷马亦曾道出这一事实。不过对于战马,荷马声称赫克托耳虽有追击却未能捕获,但实际上连战马也被夺取了。
τὸ μὲν οὖν σῶμα μόλις διέσωσαν ἐπὶ τὰς ναῦς οἱ Αἴαντες. οἱ γὰρ Τρῶες ἤδη θαρροῦντες καὶ νικᾶν νομίζοντες, μαλακώτερον ἐφείποντο· ὁ δὲ Ἕκτωρ ἐνδυσάμενος τὰ τοῦ Ἀχιλλέως ὅπλα ἐπίσημα ὄντα ἔκτεινέ τε καὶ ἐδίωκε μέχρι τῆς θαλάττης, ὡς ὁμολογεῖ ταῦτα Ὅμηρος. νὺξ δὲ ἐπιγενομένη ἀφείλετο μὴ πάσας ἐμπρῆσαι τὰς ναῦς.2 τούτων δὲ οὕτως γενομένων, οὐκ ἔχων ὅπως κρύψῃ τἀληθές, Πάτροκλον εἶναί φησι τὸν ἐπεξελθόντα μετὰ τῶν Μυρμιδόνων, ἀναλαβόντα τὰ τοῦ Ἀχιλλέως ὅπλα, καὶ τοῦτον ὑπὸ τοῦ Ἕκτορος ἀποθανεῖν, καὶ τὸν Ἕκτορα τῶν ὅπλων οὕτως κρατῆσαι.
于是,两位埃阿斯勉强将尸体夺回并送至船边;因为特洛伊人此时士气大振,自以为胜局已定,追击便有所松懈。赫克托耳穿上了阿喀琉斯那套显眼的铠甲,一路斩杀并追击直至海边,这正如荷马所承认的那样;若非黑夜降临,所有的战船便会被焚毁殆尽。事实既然如此,荷马无法掩盖真相,便宣称率领密耳弥冬人出击并穿上阿喀琉斯铠甲的是帕特罗克洛斯,且此人被赫克托耳所杀,赫克托耳便是如此夺得铠甲的。
καίτοι πῶς ἂν ὁ Ἀχιλλεὺς ἐν τοσούτῳ κινδύνῳ τοῦ στρατοπέδου ὄντος καὶ τῶν νεῶν ἤδη καιομένων καὶ ὅσον οὔπω ἐπʼ αὐτὸν ἥκοντος τοῦ δεινοῦ, καὶ τὸν Ἕκτορα ἀκούων ὅτι φησὶ μηδένα αὑτῷ ἀξιόμαχον εἶναι καὶ τὸν Δία βοηθεῖν αὑτῷ καὶ δεξιὰ σημεῖα φαίνειν, εἴ γε ἐβούλετο σῶσαι τοὺς Ἀχαιούς, αὐτὸς μὲν ἐν τῇ σκηνῇ ἔμενεν ἄριστος ὢν μάχεσθαι, τὸν δὲ πολὺ χείρονα αὑτοῦ ἔπεμπε;3 καὶ ἅμα μὲν παρήγγελλεν ἐμπεσεῖν ἰσχυρῶς καὶ ἀμύνεσθαι τοὺς Τρῶας, ἅμα δὲ τῷ Ἕκτορι μὴ μάχεσθαι; οὐδὲ γὰρ ἐπʼ ἐκείνῳ ἦν οἶμαι προελθόντι γε ἅπαξ ὅτῳ ἐβούλετο μάχεσθαι.
然而,当军营处于如此巨大的危难之中,战船已被焚烧,灾难迫在眉睫将要临到自己头上,并且听闻赫克托耳自称无人能与之一战、宙斯正在相助并显现吉兆之时,假若阿喀琉斯果真有意拯救阿开奥斯人,作为全军最善战之人,他怎可能自己留在帐篷中,反而派出一个远不如自己的人去应战?他又怎能一方面命令他猛烈冲锋击退特洛伊人,另一方面却又命令他不可与赫克托耳交锋?因为我想,一旦出战,与谁交手绝不是由出战者自己决定的。
οὕτως δὲ ὑποκαταφρονῶν τοῦ Πατρόκλου καὶ ἀπιστῶν αὐτῷ, τὴν δύναμιν ἐπέτρεπεν ἐκείνῳ καὶ τὰ ὅπλα τὰ αὑτοῦ καὶ τοὺς ἵππους, ὡς ἂν κάκιστά τις βουλεύσαιτο περὶ τῶν αὑτοῦ, πάντα ἀπολέσαι βουλόμενος· ἔπειτα ηὔχετο τῷ Διὶ ὑποστρέψαι τὸν Πάτροκλον μετὰ τῶν ὅπλων ἁπάντων καὶ τῶν ἑταίρων, οὕτως ἀνοήτως πέμπων αὐτὸν πρὸς ἄνδρα κρείττονα, ᾧ προκαλουμένῳ τοὺς ἀρίστους οὐδεὶς ὑπακοῦσαι ἤθελεν, ὁ δὲ Ἀγαμέμνων ἄντικρυς ἔφη καὶ τὸν Ἀχιλλέα φοβεῖσθαι καὶ μὴ βούλεσθαι συμβαλεῖν ἐκείνῳ; τοιγαροῦν οὕτω βουλευσάμενον αὐτὸν λέγει τοῦ τε ἑταίρου στερηθῆναι καὶ πολλῶν ἑτέρων, ὀλίγου δὲ καὶ τῶν ἵππων καὶ ἄοπλον γενέσθαι. ἃ οὐδέποτʼ ἂν ἐποίησεν Ἀχιλλεὺς μὴ ἀπόπληκτος ὤν·4 εἰ δὲ μή, πάντως ἂν αὐτὸν ἐκώλυσε Φοῖνιξ. ἀλλʼ οὐ γὰρ ἐβούλετο, φησί, ταχέως ἀπαλλάξαι τοῦ κινδύνου τοὺς Ἀχαιούς, ἕως ἂν λάβῃ τὰ δῶρα, καὶ ἅμα οὐδέπω τῆς ὀργῆς ἐπέπαυτο.
而且,既然他如此轻视帕特罗克洛斯且对他缺乏信任,竟会将主力、自己的铠甲和战马托付给他,就像一个对自己的产业做出最糟糕决断、一心想要毁掉一切的人那样?随后他又向宙斯祈求帕特罗克洛斯携全部甲胄和同伴安全归来,可他此前却是如此愚蠢地将他派去迎战一个更强大的对手——当那人向最精锐的勇士挑战时,根本无人敢于应战,阿伽门农甚至直言连阿喀琉斯也畏惧他、不愿与他交手。因此荷马说,阿喀琉斯作出了这样的决断,以致失去了挚友和许多其他同伴,几乎连战马也丢掉,自身更沦为赤手空拳。除非阿喀琉斯精神失常,否则绝不可能做出此等蠢事;退一步讲,即便他想做,福尼克斯也必定会全力阻拦。然而荷马辩称,阿喀琉斯是不想在拿到礼物之前迅速解除阿开奥斯人的危险,同时他的怒气尚未平息。
καὶ τί ἦν ἐμποδὼν αὐτὸν προελθόντα ἐφʼ ὅσον ἐβούλετο πάλιν μηνίειν; ξυνεὶς δὲ τῆς τοιαύτης ἀλογίας αἰνίττεται διὰ πρόρρησίν τινα μένειν αὐτόν, ὡς, εἰ ἐξῄει, πάντως ἀποθανούμενον, ἄντικρυς αὐτοῦ κατηγορῶν δειλίαν· καίτοι ἐξῆν αὐτῷ διὰ ταύτην τὴν πρόρρησιν ἀποπλεῦσαι διενεχθέντα πρὸς τὸν Ἀγαμέμνονα. οὐ μέντοι ἀλλὰ καὶ περὶ τοῦ Πατρόκλου ἐτύγχανεν ἀκηκοὼς τῆς μητρός, ὅν φησιν ἐν ἴσῳ τῇ ἑαυτοῦ κεφαλῇ τιμᾶν καὶ μηδὲ αὐτὸς ἔτι βούλεσθαι ζῆν ἐκείνου ἀποθανόντος.
可是,即便他出战一番,之后想继续发怒多久,又有什么能阻碍他呢?荷马意识到这种荒谬之处,便暗示他是因为某种预言才按兵不动,声称他若出战就必死无疑,这无异于公然指责他怯懦;然而,因着这一预言,他早在与阿伽门农决裂时就本可以扬帆返乡。不仅如此,关于帕特罗克洛斯的命运,他也本从母亲那里听到过预言——阿喀琉斯声称视他如同自己的性命,在他死后自己甚至不愿苟活于世。
- 11.96ἅτε δεινῷ τὴν πολεμικὴν τέχνην
与格短语“ἅτε δεινῷ”与主句代词“αὐτῷ”(赫克托耳)保持一致,作原因状语(“因他在军事上极为老练”);“τὴν πολεμικὴν τέχνην”是表示限定的宾格(关系宾格/状语性宾格)。此结构修饰的是赫克托耳而非主语阿喀琉斯。
- 11.97ἀφείλετο μὴ πάσας ἐμπρῆσαι τὰς ναῦς
在表示妨碍、阻止意义的动词(如“ἀφαιρέομαι”)后接不定式时,常规附带冗余否定词“μή”。整句意为“阻止了他烧毁所有的船只”,在译文中该否定词不表示双重否定,仅为句法上的赘疣否定。
- 11.98πῶς ἂν ... αὐτὸς μὲν ἐν τῇ σκηνῇ ἔμενεν ... τὸν δὲ πολὺ χείρονα αὑτοῦ ἔπεμπε;
语气小词“ἄν”与直说式过去未完成时(“ἔμενεν”、“ἔπεμπε”)在由疑问词“πῶς”引导的反问句中连用,表示与过去事实相反的反事实推测:“他怎可能自己留下……反而派遣(别人)去呢?”
- 11.100μὴ ἀπόπληκτος ὤν
带有否定词“μή”的分词“ὤν”具有条件从句功能(相当于“εἰ μὴ ἀπόπληκτος ἦν”,即“除非他发了疯”),作为前文主句“ἃ οὐδέποτʼ ἂν ἐποίησεν Ἀχιλλεύς”(阿喀琉斯绝不可能做这种事)的反事实假设前提。
