- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.102-11.107
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出帕特罗克洛斯只是荷马为了掩盖阿喀琉斯败亡而虚构的替身,并揭露荷马如何通过编造合葬与神明保全尸体等情节,以自圆其说地迎合阿喀琉斯与赫克托耳既有的陵墓与传说。
ἀλλὰ γὰρ εἴ τις ἅπαντα ἐλέγχοι, πολὺ ἂν ἔργον εἴη. τὸ γὰρ ψεῦδος ἐξ αὑτοῦ φανερόν ἐστι τοῖς προσέχουσιν· ὥστε οὐδενὶ ἄδηλον καὶ τῶν ὀλίγον νοῦν ἐχόντων ὅτι σχεδὸν ὑπόβλητός ἐστιν ὁ Πάτροκλος καὶ τοῦτον ἀντήλλαξεν Ὅμηρος τοῦ Ἀχιλλέως, βουλόμενος τὸ κατʼ ἐκεῖνον κρύψαι.
然而,若要一一驳斥所有细节,那将是一件浩繁的工程。因为对于留心观察的人来说,虚假之处自是不言自明;因此,凡稍有理智之人无不清楚,帕特罗克洛斯几乎就是一个凭空捏造的替身,荷马用他来替换阿喀琉斯,不过是想掩盖阿喀琉斯本人的遭遇。
ὑφορώμενος δὲ μή τις ἄρα καὶ τοῦ Πατρόκλου ζητῇ τάφον· ὥσπερ οἶμαι καὶ τῶν ἄλλων ἀριστέων τῶν ἀποθανόντων ἐν Τροίᾳ φανεροί εἰσιν οἱ τάφοι· διὰ τοῦτο προκαταλαμβάνων οὐκ ἔφη τάφον αὐτοῦ γενέσθαι καθʼ αὑτόν, ἀλλὰ μετὰ τοῦ Ἀχιλλέως τεθῆναι. μάλιστα μὲν οὖν ἐβούλετο Ὅμηρος ἀφανίσαι τὴν τοῦ Ἀχιλλέως τελευτὴν ὡς οὐκ ἀποθανόντος ἐν Ἰλίῳ.
而且,荷马猜疑是否有人也会去寻找帕特罗克洛斯的坟墓——我想正如在特洛伊战死的其他勇士的坟墓都是显而易见的——出于这个缘故,为了先发制人,他便声称并没有单独为他建墓,而是与阿喀琉斯合葬在了一起。荷马固然最想抹杀阿喀琉斯的死亡,仿佛他并未死在伊利昂一样。
τοῦτο δὲ ἐπεὶ ἀδύνατον ἑώρα, τῆς φήμης ἐπικρατούσης καὶ τοῦ τάφου δεικνυμένου, τό γε ὑφʼ Ἕκτορος αὐτὸν ἀποθανεῖν1 ἀφείλετο καὶ τοὐναντίον ἐκεῖνον ὑπὸ τοῦ Ἀχιλλέως ἀναιρεθῆναί φησιν, καὶ προσέτι αἰκισθῆναι τὸν νεκρὸν αὐτοῦ καὶ συρῆναι μέχρι τῶν τειχῶν.
但当他看到这不可能做到,因为传闻广为流传,且坟墓也昭然在目时,他至少剥夺了他死于赫克托耳之手的事实,反而宣称是赫克托耳被阿喀琉斯所斩杀,甚至其尸体还遭到了凌辱并被拖曳至城墙旁。
πάλιν δὲ εἰδὼς τάφον ὄντα τοῦ Ἕκτορος καὶ τιμώμενον αὐτὸν ὑπὸ τῶν πολιτῶν, ἀποδοθῆναι αὐτὸν λέγει κελεύσαντος τοῦ Διὸς λύτρων δοθέντων, τέως δὲ τὴν Ἀφροδίτην ἐπιμεληθῆναι καὶ τὸν Ἀπόλλω τοῦ διαμεῖναι τὸν νεκρόν.2
然而,荷马又知道赫克托耳确有坟墓,且深受城民尊崇,便称是在宙斯下令、特洛伊人献出赎金之后赫克托耳才被归还,而在此期间,阿佛洛狄忒和阿波罗则照料着尸体,使其完好无损。
- 11.104τό γε ὑφʼ Ἕκτορος αὐτὸν ἀποθανεῖν
带冠词不定式短语(τό 与“宾格加不定式”结构)充当动词 ἀφείλετο 的直接宾语,意为“他至少抹去了他被赫克托耳杀死这一事实”。
- 11.105τοῦ διαμεῖναι τὸν νεκρόν
属格的带冠词不定式短语,充当表示照料、关心的动词 ἐπιμεληθῆναι 的补足语(宾语),符合该类动词要求支配属格表示照料对象的用法。
