- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.89-11.95
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在叙述了阿开奥斯人营垒被破、战船遭焚的事实后,讲者指责荷马利用后世的无知与大众的盲从将事实颠倒,并重新考证了阿喀琉斯参战与赫克托耳审时度势的真实交战过程。
τέλος δὲ τὴν τάφρον διαβαινομένην1 καὶ τὸ ναύσταθμον πολιορκούμενον καὶ ῥηγνυμένας ὑπὸ τοῦ Ἕκτορος τὰς πύλας καὶ τοὺς Ἀχαιοὺς εἰς τὰς ναῦς ἤδη κατειλημένους καὶ περὶ τὰς σκηνὰς πάντα τὸν πόλεμον καὶ τὸν Αἴαντα ἄνωθεν μαχόμενον ἀπὸ τῶν νεῶν καὶ τέλος ἐκβληθέντα ὑπὸ τοῦ Ἕκτορος καὶ ἀναχωρήσαντα καὶ τῶν νεῶν τινας ἐμπρησθείσας.
最后,他讲述壕堑被突破,水军驻地被围困,城门被赫克托耳砸破,阿开奥斯人已被逼入战船之中,整场战斗都在营帐四周展开,埃阿斯在船顶作战,最终被赫克托耳驱逐并退却,若干战船被焚毁。
ἐνταῦθα γὰρ οὐκ ἔστιν Αἰνείας ὑπὸ Ἀφροδίτης ἁρπαζόμενος οὐδὲ Ἄρης ὑπὸ ἀνδρὸς τιτρωσκόμενος οὐδὲ ἄλλο τοιοῦτον οὐθὲν ἀπίθανον, ἀλλὰ πράγματα ἀληθῆ καὶ ὅμοια γεγονόσι. μεθʼ ἣν ἧτταν οὐκέτι ἦν ἀναμάχεσθαι δυνατὸν οὐδὲ θαρρῆσαί ποτε τοὺς οὕτως ἀπειρηκότας ὡς μήτε ὑπὸ τῆς τάφρου μήτε ὑπὸ τοῦ ἐρύματος ὠφεληθῆναι μηθὲν μήτε αὐτὰς διαφυλάξαι τὰς ναῦς.
因为在此处既没有被阿佛洛狄忒夺走的埃涅阿斯,也没有被凡人击伤的阿瑞斯,亦无任何其他此类令人难以置信之事,而全属真实且与实际发生之事相似的事件。在遭受如此惨败之后,那些已然力竭之人既未从壕堑或工事中获益,甚至未能守住战船本身,便绝无可能重整旗鼓,亦绝无可能重新鼓起勇气。
ποία γὰρ ἔτι τηλικαύτη δύναμις ἢ τίς οὕτως ἀνὴρ ἄμαχος καὶ θεοῦ ῥώμην ἔχων, ὃς ἐπιφανεὶς ἐδύνατο σῶσαι τοὺς ἀπολωλότας ἤδη; τὸ γὰρ τῶν Μυρμιδόνων πλῆθος πόσον τι πρὸς τὴν σύμπασαν ἦν στρατιάν; ἢ τὸ τοῦ Ἀχιλλέως σθένος, οὐ δήπου τότε πρῶτον μέλλοντος μάχεσθαι, πολλάκις δὲ ἐν πολλοῖς τοῖς ἔμπροσθεν ἔτεσιν εἰς χεῖρας ἐλθόντος, καὶ μήτε τὸν Ἕκτορα ἀποκτείναντος μήτε ἄλλο μηθὲν εἰργασμένου μέγα, εἰ μή γε Τρωίλον παῖδα ἔτι ὄντα τὴν ἡλικίαν ἑλόντος;
毕竟,世上还有何等庞大的力量,或有何等所向披靡且拥有神力的勇士,仅凭现身便能挽救已然灭亡之人?因为密耳弥冬人的人数与整支大军相比究竟能算得了什么?抑或阿喀琉斯的力量,难道他在当时还是初次参战不成?他在此前多年的岁月里多次交手,既未杀死赫克托耳,亦未建树任何伟业,至多不过擒获了尚在童年的特罗伊罗斯而已。
ἐνταῦθα δὲ γενόμενος Ὅμηρος οὐδὲν ἔτι τἀληθοῦς ἐφρόντισεν, ἀλλʼ εἰς ἅπαν ἧκεν ἀναισχυντίας καὶ πάντα τὰ πράγματα ἁπλῶς ἀνέτρεψε καὶ μετέστησεν εἰς τοὐναντίον, καταπεφρονηκὼς μὲν τῶν ἀνθρώπων, ὅτι καὶ τἄλλα ἑώρα πάνυ ῥᾳδίως πειθομένους αὐτοὺς καὶ περὶ τῶν θεῶν, οὐκ ὄντων δὲ ἑτέρων ποιητῶν οὐδὲ συγγραφέων, παρʼ οἷς ἐλέγετο τἀληθές, ἀλλʼ αὐτὸς πρῶτος ἐπιθέμενος ὑπὲρ τούτων γράφειν, γενεαῖς δὲ ὕστερον ξυνθεὶς πολλαῖς,2 τῶν εἰδότων αὐτὰ ἠφανισμένων καὶ τῶν ἐξ ἐκείνων, ἀμαυρᾶς δὲ καὶ ἀσθενοῦς ἔτι φήμης ἀπολειπομένης, ὡς εἰκὸς περὶ τῶν σφόδρα παλαιῶν, ἔτι δὲ πρὸς τοὺς πολλοὺς καὶ ἰδιώτας μέλλων διηγεῖσθαι τὰ ἔπη, καὶ ταῦτα βελτίω ποιῶν τὰ τῶν Ἑλλήνων, ὡς μηδὲ τοὺς γιγνώσκοντας ἐξελέγχειν. οὕτως δὴ ἐτόλμησε τἀναντία τοῖς γενομένοις ποιῆσαι·
然而行文至此,荷马便不再顾及真实,而是走到了无耻的顶峰,将所有事实全然颠倒,移向反面。这是因为他蔑视人类,见人们在其他事物上、尤其在关于神明之事上极易轻信;又因当时别无其他讲述真相的诗人或史家,而是他首先着手撰写这些事件;再加上他是在许多代之后才进行创作,知晓真相的人及其后嗣皆已逝去,极古老之事如常理所料仅余隐约微弱的传闻;更有甚者,他是打算向平民大众与不学之辈诵唱史诗,并将希腊人的境况加以美化,以致连知情者也不会出面揭发反驳。正是如此,他才敢于创作与实际发生之事完全相悖的诗篇。
Τοῦ γὰρ Ἀχιλλέως ἐπιβοηθήσαντος ἐν τῇ καταλήψει τῶν νεῶν ὑπʼ ἀνάγκης τὸ πλέον καὶ τῆς αὑτοῦ σωτηρίας ἕνεκεν, τροπὴν μέν τινα γενέσθαι3 τῶν Τρώων καὶ ἀναχωρῆσαι παραχρῆμα ἀπὸ τῶν νεῶν αὐτοὺς καὶ σβεσθῆναι τὸ πῦρ, ἅτε ἐξαπίνης ἐπιπεσόντος τοῦ Ἀχιλλέως, καὶ τούς τε ἄλλους ἀποχωρεῖν καὶ τὸν Ἕκτορα ὑπάγειν αὑτὸν ἔξω τῆς τάφρου καὶ τῆς περὶ τὸ στρατόπεδον στενοχωρίας, σχέδην δὲ καὶ ἐφιστάμενον, ὥσπερ αὐτός φησιν Ὅμηρος.
因为实际上,在战船被占领之际,阿喀琉斯很大程度上出于无奈并为了自身的安全而出兵相助,特洛伊人确实遭遇了一定程度的溃退,随即从战船退走,大火亦被扑灭,盖因阿喀琉斯突然杀到;在其他人撤退之时,赫克托耳正如荷马自己所言,缓步且不时驻足,将自身撤至壕堑以及营地周遭的狭窄地带之外。
συμπεσόντων δὲ καὶ μαχομένων πάλιν, τὸν Ἀχιλλέα κάλλιστα ἀγωνίσασθαι μετὰ τῶν αὑτοῦ, καὶ πολλοὺς ἀποκτεῖναι τῶν Τρώων καὶ τῶν ἐπικούρων, ἄλλους τε καὶ τὸν Σαρπηδόνα τὸν τοῦ Διὸς υἱὸν λεγόμενον εἶναι, βασιλέα Λυκίων· καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν ἀποχωρούντων γενέσθαι φόνον πολύν, οὐ μέντοι προτροπάδην φεύγειν αὐτούς, ἀλλὰ πολλὰς ἑκάστοτε ὑποστροφὰς γίγνεσθαι.
当两军再度冲突交战之时,阿喀琉斯率其部众表现得极为出色,击杀了许多特洛伊人及其盟军,其中尤有被传为宙斯之子的吕喀亚国王萨耳珀冬;在他们撤退渡河之处,发生了大规模的杀戮;然而他们绝非狼狈逃窜,而是屡次掉头迎敌。
τὸν δὲ Ἕκτορα ἐν τούτῳ παραφυλάττειν, ἐμπειρότατον ὄντα καιρὸν μάχης ξυνεῖναι, καὶ μέχρι μὲν ἤκμαζεν ὁ Ἀχιλλεὺς καὶ νεαλὴς ὢν ἐμάχετο, μὴ ξυμφέρεσθαι αὐτῷ, μόνον δὲ τοὺς ἄλλους παρακαλεῖν· ἐπεὶ δʼ ᾐσθάνετο κάμνοντα ἤδη καὶ πολὺ τῆς πρότερον ὑφεικότα ὁρμῆς, ἅτε οὐ ταμιευσάμενον ἐν τῷ ἀγῶνι,4 καὶ ὑπὸ τοῦ ποταμοῦ κοπωθέντα μείζονος ἐρρυηκότος ἀπείρως διαβαίνοντα, καὶ ὑπό τε Ἀστεροπαίου τοῦ Παίονος τετρωμένον, Αἰνείαν τε συστάντα αὐτῷ καὶ μαχεσάμενον ἐπὶ πλέον, ὁπότε δὲ ἐβουλήθη ἀσφαλῶς ἀποχωρήσαντα, Ἀγήνορα δὲ οὐ καταλαβόντα ὁρμήσαντα διώκειν· καίτοι τούτῳ μάλιστα προεῖχεν ὁ Ἀχιλλεὺς ὅτι ἐδόκει τάχιστος εἶναι·
在此期间,赫克托耳一直在伺机而动,因他极善于洞察战机的枢纽;只要阿喀琉斯尚处巅峰、生龙活虎地作战,他便不与之交锋,仅仅激励其他人;然而,当他察觉阿喀琉斯已感疲惫,先前的气势大不如前——因他在战斗中未能调节体能——且因渡过暴涨的河流缺乏经验而筋疲力尽,又被派奥尼亚人阿斯忒罗派奥斯击伤,埃涅阿斯不仅敢于阻击他并缠斗良久、更在意欲〔退却〕时安全撤走,阿格诺耳在他发起追赶时亦未被追上——尽管阿喀琉斯向来因被视为最敏捷而在这一点上最为出众——
- 11.89τέλος δὲ τὴν τάφρον διαβαινομένην
该句承接前一语段中由叙述动词(如 ὅταν φῇ)所引领的结构,采用“宾格+分词”句式。一系列宾格分词(διαβαινομένην、πολιορκούμενον、ῥηγνυμένας 等)依次列举了荷马所描绘的特洛伊军队进攻的各个阶段。
- 11.92καταπεφρονηκὼς μὲν τῶν ἀνθρώπων... γενεαῖς δὲ ὕστερον ξυνθεὶς πολλαῖς
这一长串分词结构说明了荷马敢于捏造事实的动机与客观条件。在导向主句(ἐτόλμησε τἀναντία τοῖς γενομένοις ποιῆσαι)之前,连续嵌套了表示原因与附带情况的分词短语:καταπεφρονηκώς、属格独立结构 οὐκ ὄντων、ἐπιθέμενος、ξυνθείς、μέλλων 以及 ποιῶν。
- 11.93Τοῦ γὰρ Ἀχιλλέως ἐπιβοηθήσαντος ἐν τῇ καταλήψει τῶν νεῶν ὑπʼ ἀνάγκης τὸ πλέον καὶ τῆς αὑτοῦ σωτηρίας ἕνεκεν, τροπὴν μέν τινα γενέσθαι
以属格独立结构(Τοῦ γὰρ Ἀχιλλέως ἐπιβοηθήσαντος...)开篇,其后紧接“宾格+不定式”结构(τροπὴν μέν τινα γενέσθαι... ἀναχωρῆσαι... σβεσθῆναι)。这些不定式具有间接引语或历史推演的功能,表达说话者所推断重构的实际战况。
- 11.95ἅτε οὐ ταμιευσάμενον ἐν τῷ ἀγῶνι
连词 ἅτε(表示客观真实的原因)支配宾格分词 ταμιευσάμενον。该分词在性、数、格上与 ᾐσθάνετο 所带的宾语 κάμνοντα [αὐτόν](指阿喀琉斯)保持一致,意为“因为他未在战斗中调节控制体力”。
