- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.82-11.88
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄翁指出,荷马在描绘希腊军队的惨败溃逃以及赫克托耳的辉煌战功时,虽心有不甘却不得不陈述实情;相反,其拔高希腊英雄乃至描写神明负伤的笔墨,皆系理屈词穷之下的虚妄造作。
μετὰ δὲ ταῦτα ἤδη τἀληθῆ λέγει, τὴν τῶν Ἀχαιῶν ἧτταν καὶ τροπὴν καὶ τὰς τοῦ Ἕκτορος ἀριστείας καὶ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥσπερ ὑπέσχετο ἐρεῖν, τρόπον τινὰ ἄκων καὶ ἀναφέρων εἰς τιμὴν τοῦ Ἀχιλλέως.
在此之后,他便如实道来——阿开奥斯人的溃败、赫克托耳的赫赫战功以及无数阵亡者,正如他所允诺讲述的那样,某种程度上是心不甘情不愿地、将这一切归于阿喀琉斯的荣耀。
ὅμως δὲ οὐχ οἷός τέ ἐστιν ἀποκρύψαι τὰ τοῦ Ἕκτορος ἔργα νικῶντος καὶ διώκοντος μέχρι τῶν νεῶν, ὁτὲ μὲν Ἄρει παραβάλλων αὐτόν, ὁτὲ δὲ φλογὶ λέγων τὴν ἀλκὴν ὅμοιον εἶναι,1 καὶ πάντων αὐτὸν ἐκπεπληγμένων τῶν ἀρίστων, μηδενὸς δὲ ἁπλῶς ὑπομένοντος αὐτόν, τοῦ τε Ἀπόλλωνος αὐτῷ παρισταμένου καὶ τοῦ Διὸς ἄνωθεν ἐπισημαίνοντος ἀνέμῳ καὶ βροντῇ —
然而,他依然无法隐瞒赫克托耳克敌制胜并追击至战船边的壮举,时而将他比作阿瑞斯,时而称其勇武有若烈火,所有最优秀的勇士皆为之胆寒,绝无人敢于正面对抗他,而阿波罗侍立其侧,宙斯在上以风暴和雷霆显示征兆——
ταῦτα γὰρ οὐ βουλόμενος εἰπεῖν οὕτως ἐναργῶς, ὅμως ἐπεὶ ἀληθῆ ἦν, ἀρξάμενος αὐτῶν οὐ δύναται ἀποστῆναι — τήν τε νύκτα ἐκείνην τὴν χαλεπὴν καὶ τὴν ἐν τῷ στρατοπέδῳ κατήφειαν καὶ τὴν τοῦ Ἀγαμέμνονος ἔκπληξιν καὶ τὰς οἰμωγάς, ἔτι δὲ τὴν νυκτερινὴν ἐκκλησίαν βουλευομένων ὅπως φύγοιεν, καὶ τὰς δεήσεις τὰς τοῦ Ἀχιλλέως,2 εἴ τι δύναιτο ἐκεῖνος ἄρα ὠφελῆσαι.3
因为他本不愿将这些描绘得如此清晰,然而既然确属实情,一旦开了端便无法止笔——他同样无法隐瞒那个痛苦的夜晚、营地中的消沉沮丧、阿伽门农的惶恐与恸哭,以及众人商讨如何逃跑的夜间会议,还有向阿喀琉斯提出的恳求,寄望他究竟能否提供些许援助。
τῇ δʼ ὑστεραίᾳ τῷ μὲν Ἀγαμέμνονι χαρίζεταί τινα ἀριστείαν ἀνόνητον καὶ τῷ Διομήδει καὶ τῷ Ὀδυσσεῖ, καὶ τὸν Αἴαντά φησι μάχεσθαι προθύμως, εὐθὺς δὲ τοὺς Τρῶας ἐπικρατῆσαι καὶ τὸν Ἕκτορα ἐλαύνειν ἐπὶ τὸ τεῖχος τῶν Ἀχαιῶν καὶ τὰς ναῦς. καὶ ταῦτα μὲν λέγων δῆλός ἐστιν ὅτι ἀληθῆ λέγει καὶ τὰ γενόμενα ὑπʼ αὐτῶν τῶν πραγμάτων προαγόμενος· ὅταν δὲ αὔξῃ τοὺς Ἀχαιούς, πολλῆς ἀπορίας μεστός ἐστι καὶ πᾶσι φανερὸς ὅτι ψεύδεται· τὸν μὲν Αἴαντα δὶς κρατῆσαι τοῦ Ἕκτορος μάτην, ὁτὲ μὲν τῇ μονομαχίᾳ, πάλιν δὲ τῷ λίθῳ, τὸν δὲ Διομήδην τοῦ Αἰνείου, μηδὲ τούτου μηδὲν πράξαντος, ἀλλὰ τοὺς ἵππους μόνον λαβόντος, ὅπερ ἦν ἀνεξέλεγκτον.
到了次日,他虽然赏赐给阿伽门农、狄俄墨得斯和奥德修斯某种徒劳无功的战绩,并称埃阿斯奋勇作战,但称特洛伊人随即占据了上风,赫克托耳杀向阿开奥斯人的营垒与战船。在叙述这些事情时,显而易见他说的是真话与实际发生的事,是受事实本身所驱策;然而每当他抬高阿开奥斯人时,便充满重重困惑,人人皆可看出他在撒谎:声称埃阿斯两次徒劳地战胜赫克托耳,一次在单挑中,另一次用飞石,狄俄墨得斯战胜了埃涅阿斯,而狄俄墨得斯也未立任何功勋,仅夺取了他的战马,这是一件无法查证的事情。
οὐκ ἔχων δὲ ὅ, τι αὐτοῖς χαρίσηται τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην φησὶ τρωθῆναι ὑπὸ τοῦ Διομήδους. ἐν οἷς ἅπασι δῆλός ἐστιν εὔνους μὲν ὢν ἐκείνοις καὶ βουλόμενος αὐτοὺς θαυμάζειν, οὐκ ἔχων δὲ ὅ,τι εἴπῃ ἀληθές, διὰ τὴν ἀπορίαν εἰς ἀδύνατα ἐμπίπτων καὶ ἀσεβῆ πράγματα, ὃ πάσχουσιν ὡς τὸ πολὺ πάντες ὅσοι τῇ ἀληθείᾳ μάχονται.
由于找不出可以取悦他们的战功,他便称阿瑞斯和阿佛洛狄忒被狄俄墨得斯所伤。在所有这些描述中,显而易见他虽偏袒他们〔阿开奥斯人〕并企求赞美他们,却无可据以道出的真情,困窘之下便陷入绝无可能与亵渎神明之事,凡是与真相抗争之人多半均遭此命运。
ἀλλʼ οὐ περὶ τοῦ Ἕκτορος ὁμοίως ἀπορεῖ ὅ,τι εἴπῃ μέγα καὶ θαυμαστόν, ὥς γε οἶμαι τὰ γενόμενα διηγούμενος· ἀλλὰ φεύγοντας μὲν προτροπάδην4 ἅπαντας καὶ κατʼ ὄνομα τοὺς ἀρίστους, ὅταν φῇ μήτε Ἰδομενέα μένειν μήτε Ἀγαμέμνονα μήτε τοὺς δύο Αἴαντας, ἀλλὰ Νέστορα μόνον ὑπʼ ἀνάγκης, καὶ τοῦτον ἁλῶναι παρʼ ὀλίγον· ἐπιβοηθήσαντα δὲ τὸν Διομήδην καὶ πρὸς ὀλίγον θρασυνόμενον, ἔπειτα εὐθὺς ἀποστραφέντα φεύγειν, ὡς κεραυνῶν δῆθεν εἰργόντων αὐτόν·
然而关于赫克托耳,他却并不同样为搜寻宏伟壮丽的话语而感到困惑,据我看来,这是因为他记述的是实际发生的事:相反,他说所有人均落荒而逃,那些被点出名字的最杰出者亦不例外,他说伊多墨纽斯没有坚守,阿伽门农与两个埃阿斯也没有坚守,唯独涅斯托耳因迫不得已而留下,且险些被俘;狄俄墨得斯虽赶来相助并逞一时之勇,随后却立即转身逃跑,托辞仿佛是雷电阻挡了他。
- 11.84ὁτὲ δὲ φλογὶ λέγων τὴν ἀλκὴν ὅμοιον εἶναι
此处形容词中性单数宾格 ὅμοιον 与阴性宾格名词 τὴν ἀλκὴν 搭配。这既可理解为 τὴν ἀλκὴν 作关系宾格(“在勇武方面似烈火”),亦可视为将抽象概念 ἀλκή 当作一般中性事物加以述谓的不规则用法。各语言译文均统一理解为“勇武犹如烈火”。
- 11.85τὰς δεήσεις τὰς τοῦ Ἀχιλλέως
属格 τοῦ Ἀχιλλέως 为宾格性属格,意指“向阿喀琉斯提出的恳求(派使团向其求援)”,而非阿喀琉斯自身发出的请求。随后的条件从句 εἴ τι δύναιτο ἐκεῖνος ἄρα ὠφελῆσαι(寄望他是否能提供帮助)亦证实了这一理解。
- 11.85ταῦτα γὰρ οὐ βουλόμενος εἰπεῖν... εἴ τι δύναιτο ἐκεῖνος ἄρα ὠφελῆσαι.
破折号之间的插入句(ταῦτα γὰρ οὐ βουλόμενος... οὐ δύναται ἀποστῆναι)打断了句子结构。其后由 τήν τε νύκτα 引出的一系列宾格名词短语(τὴν νύκτα, τὴν κατήφειαν, τὴν ἔκπληξιν, τὰς οἰμωγάς, τὴν ἐκκλησίαν, τὰς δεήσεις),在句法上重新接续插入句之前的核心动词短语 οὐχ οἷός τέ ἐστιν ἀποκρύψαι 作为其直接宾语。
- 11.88ἀλλὰ φεύγοντας μὲν προτροπάδην
紧接主句 ἀλλʼ οὐ περὶ τοῦ Ἕκτορος ὁμοίως ἀπορεῖ...,宾格分词 φεύγοντας 承接省略的叙述动词(或延续荷马所叙述内容的句式),引领下文由 ὅταν φῇ 以及各不定词(μένειν, ἁλῶναι, φεύγειν)构成的间接引语体系。
