← 金嘴狄翁

演说集

§11.74-11.81

阿开奥斯军队登陆受挫与劣势的论证

演讲者叙述了阿开奥斯军队最初登陆受挫、筑垒自守、仅靠伏击而非会战,以及遭受瘟疫内讧险些撤军的情形,论证荷马诗篇本身的记载便反映了希腊人的劣势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.74

καὶ γὰρ ἦν δεινόν, εἰ Νέστωρ μὲν μήτε πρότερον μήτε ὕστερον ἐλθὼν ἀπʼ Ἰλίου παρεχώρησε τοῖς υἱοῖς τῆς βασιλείας καὶ τῆς ἀρχῆς διὰ γῆρας, Τυνδάρεως δὲ Μενελάῳ ἐξέστη. φαίνεται γὰρ καὶ ταῦτα πολλὴν ἀπορίαν ἔχοντα. ἐπεὶ δʼ οὖν ἦλθον οἱ Ἀχαιοί, τὸ μὲν πρῶτον εἴργοντο τῆς γῆς, καὶ Πρωτεσίλαός τε ἀποθνῄσκει βιαζόμενος ἀποβῆναι καὶ πολλοὶ τῶν ἄλλων, ὥστε διέπλευσαν εἰς τὴν Χερρόνησον, ὑποσπόνδους τοὺς νεκροὺς ἀνελόμενοι, κἀκεῖ θάπτουσι τὸν Πρωτεσίλαον. ἔπειτα περιπλέοντες ἀπέβαινον εἰς τὴν χώραν καὶ τῶν πολισμάτων τινὰ ἐπόρθουν.

事实上,假若涅斯托耳无论在前往伊利昂之前还是归来之后,均未因年老而将王位与统治权让给儿子们,廷达瑞俄斯却将地位让给了墨涅拉奥斯,那便当真不可思议了。因为这些事情显然也包含着极大的疑难。无论如何,当阿开奥斯人抵达时,起初他们被拒于陆地之外,普罗忒西拉奥斯以及其他许多人因强行登陆而丧生,以致他们依约收殓尸体后渡海前往切尔索尼斯,并在那里安葬了普罗忒西拉奥斯。随后,他们沿着海岸巡航,登陆乡野并劫掠了部分小城镇。

§11.75

ὁ δὲ Ἀλέξανδρος μετὰ τοῦ Ἕκτορος τὸν μὲν ὄχλον συνῆγεν ἅπαντα τὸν ἐκ τῆς χώρας εἰς τὸ ἄστυ, τὰς δὲ μικρὰς πόλεις εἴων τὰς πρὸς τῇ θαλάττῃ διὰ τὸ μὴ δύνασθαι πανταχοῦ βοηθεῖν. πάλιν δὲ καταπλεύσαντες εἰς τὸν Ἀχαιῶν λιμένα νυκτὸς ἔλαθον ἀποβάντες, καὶ ναύσταθμον περιεβάλοντο καὶ τάφρον ὤρυξαν φοβούμενοι τὸν Ἕκτορα καὶ τοὺς Τρῶας, καὶ μᾶλλον ὡς αὐτοὶ πολιορκησόμενοι παρεσκευάζοντο.

亚历山大与赫克托耳则将乡间的所有民众悉数集中进城,而任由沿海的小城镇自生自灭,因为他们无法处处施援。而阿开奥斯人再度驶入“阿开奥斯人港”,趁夜暗中登陆,出于对赫克托耳和特洛伊人的畏惧,筑起了水军营垒并挖掘了壕沟,其戒备之态反倒更像是自己即将被围困一般。

§11.76

οἱ δὲ τὰ μὲν ἄλλα συγχωροῦσιν Ὁμήρῳ, τὸ δὲ τεῖχος οὔ φασιν αὐτὸν γενόμενον λέγειν,1 ὅτι πεποίηκεν ὕστερον Ἀπόλλωνα καὶ Ποσειδῶνα τοὺς ποταμοὺς ἐφιέντας ἐπʼ αὐτὸ καὶ ἀφανίσαντας· ὃ πάντων πιθανώτατόν ἐστι, κατακλυσθῆναι τὰ θεμέλια τοῦ τείχους. ἔτι γὰρ καὶ νῦν οἱ ποταμοὶ λιμνάζουσι τὸν τόπον καὶ πολὺ τῆς θαλάττης προσκεχώκασι.

有些人虽然在其余方面顺从荷马,却声称他并非在述说一道实际存在的城墙,因为荷马后来描写阿波罗与波塞冬引众河泛滥冲击并湮灭了这道墙;然而城墙的地基被洪水冲垮,恰恰是所有事情中最合乎情理的。因为时至今日,那些河流依然使当地沦为沼泽,并向海中大举淤积。

§11.77

τὸν δὲ λοιπὸν χρόνον τὰ μὲν ἐποίουν κακῶς, τὰ δʼ ἔπασχον, καὶ μάχαι μὲν οὐ πολλαὶ ἐγένοντο ἐκ παρατάξεως· οὐ γὰρ ἐθάρρουν προσιέναι πρὸς τὴν πόλιν διὰ τὸ πλῆθος καὶ τὴν ἀνδρείαν τῶν ἔνδοθεν· ἀκροβολισμοὶ δὲ καὶ κλωπεῖαι τῶν Ἑλλήνων· καὶ Τρωίλος τε οὕτως ἀποθνῄσκει παῖς ὢν ἔτι καὶ Μήστωρ καὶ ἄλλοι πλείους. ἦν γὰρ ὁ Ἀχιλλεὺς ἐνεδρεῦσαι δεινότατος καὶ νυκτὸς ἐπιθέσθαι.

在余下的时间里,他们互有损益,正规会战并不多;因为城内之人的众多与勇敢,他们不敢逼近城市;反之,多是希腊人进行的散兵交火与偷袭;特洛伊罗斯尚在年少时便因而阵亡,墨斯托耳以及其他数人亦复如是。因为阿喀琉斯极擅长设伏与夜袭。

§11.78

ὅθεν Αἰνείαν τε οὕτως ἐπελθὼν ὀλίγου ἀπέκτεινεν ἐν τῇ Ἴδῃ καὶ πολλοὺς ἄλλους κατὰ τὴν χώραν, καὶ τῶν φρουρίων ᾕρει τὰ κακῶς φυλαττόμενα· οὐδὲ γὰρ τῆς γῆς ἐπεκράτουν οἱ Ἀχαιοὶ ἀλλʼ ἢ2 μόνον τοῦ στρατοπέδου. τεκμήριον δέ· οὐ γὰρ ἄν ποτε Τρωίλος ἔξω τοῦ τείχους ἐγυμνάζετο, καὶ ταῦτα μακρὰν ἀπὸ τῆς πόλεως, οὐδʼ ἂν ἐγεώργουν τὴν Χερρόνησον, ὡς ὁμολογοῦσι πάντες, εἴπερ ἐκράτουν τῆς Τρῳάδος, οὐδʼ ἂν ἐκ Λήμνου οἶνος ἐκομίζετο αὐτοῖς.

因此,他以此种方式发起袭击,在伊达山险些杀死了埃涅阿斯,并在乡间各地杀害了许多人,攻取了那些疏于防守的堡垒;因为阿开奥斯人除了自己的营地之外,根本没有控制任何土地。证据便是:若非如此,特洛伊罗斯绝不可能在城墙之外锻炼,而且还是远离城市之处;倘若他们当真掌控着特洛阿斯,他们也绝不会像所有人承认的那样去耕种切尔索尼斯,更不会有葡萄酒从利姆诺斯岛运来给他们。

§11.79

κακῶς δὲ φερομένων τῶν Ἀχαιῶν ἐν τῷ πολέμῳ καὶ μηδενὸς ἀποβαίνοντος ὧν ἤλπισαν, ἀλλὰ συμμάχων ἐπιρρεόντων ἀεὶ τοῖς Τρωσὶ πλειόνων, λοιμός τε καὶ λιμὸς αὐτοὺς ἐπίεζε καὶ στάσις ἐγένετο τῶν ἡγεμόνων, ὅπερ εἴωθεν ὡς τὸ πολὺ γίγνεσθαι τοῖς κακῶς πράττουσιν, οὐ τοῖς κρατοῦσιν.

由于阿开奥斯人在战争中处于劣势,所指望之事无一实现,反而有越来越多的盟友源源不断地汇聚到特洛伊人一方,饥荒与瘟疫折磨着他们,领袖之间也爆发了内讧——这往往是陷于困境之人而非得胜之人的常态。

§11.80

ὁμολογεῖ δὲ ταῦτα καὶ Ὅμηρος· οὐδὲ γὰρ ἐδύνατο πάντα τἀληθῆ ἀποκρύψασθαι· ἐν οἷς φησι τὸν Ἀγαμέμνονα ἐκκλησίαν συναγαγεῖν τῶν Ἑλλήνων, ὡς ἀπάξοντα τὸ στράτευμα, δῆλον ὅτι τοῦ πλήθους χαλεπῶς φέροντος καὶ ἀπιέναι βουλομένου, καὶ τὸν ὄχλον ὁρμῆσαι πρὸς τὰς ναῦς· τὸν δὲ Νέστορα καὶ τὸν Ὀδυσσέα κατασχεῖν μόλις μαντείαν τινὰ προβαλλομένους καὶ ὀλίγον εἶναι χρόνον φάσκοντας, ὃν ἐδέοντο αὐτῶν ὑπομεῖναι.

荷马也承认了这些事情——因为他不可能隐瞒所有的真相——他在诗篇中述及,阿伽门农召集希腊人大会,扬言要撤回军队(显然是因为大众不堪重负且企图离去),于是人群纷纷涌向战船;而涅斯托耳与奥德修斯抛出一个神谕,声称他们恳求众人坚守的时间已经不多,这才勉强止住了众人。

§11.81

τὸν δὲ μάντιν τούτων Ἀγαμέμνων ἐν τοῖς ἄνω ἔπεσί φησι μηδὲν πώποτε ἀληθὲς μαντεύεσθαι. μέχρι μὲν οὖν τούτων ἐφεξῆς οὐ πάνυ φαίνεται τῶν ἀνθρώπων καταφρονῶν Ὅμηρος, ἀλλὰ τρόπον τινὰ ἔχεσθαι τἀληθοῦς, εἰ μή γε τὰ περὶ τὴν ἁρπαγὴν

然而至于这些事的预言者,阿伽门农在前面的诗句中却说他从未预言过任何真事。由此可见,按顺序列至此处,荷马似乎并未完全藐视世人,而是在某种程度上维系了真实,只要抛开有关劫掠的叙述不谈。

语法注2 条
  1. 11.76οὔ φασιν αὐτὸν γενόμενον λέγειν

    否定词 οὐ 语法上置于主动词 φασίν 之前(否定前置),但在语义上否定了不定式 λέγειν 的宾语补足分词 γενόμενον(实际产生、存在)。字面意为“他们声称他并不是在把城墙作为实际存在之物来讲述”,即指某些批评家认为荷马自己也未曾主张该营垒城墙在历史上真实存在过。

  2. 11.78ἀλλʼ ἢ

    紧接前文的否定句 οὐδὲ γὰρ τῆς γῆς ἐπεκράτουν(因为他们并未掌控这片土地),表示“除了……之外”的惯用表达,相当于 πλήν 或 εἰ μή,用以引出唯一的排除或限定对象(此处为 μόνον τοῦ στρατοπέδου“唯独其营地”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.74-11.81