- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.8-11.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出正如底比斯人痴迷于自身的悲剧神话一样,大众出于虚荣往往热衷于铭记灾难,并宣布将直接依据荷马诗作本身,反驳其关于诸神与此地历史的虚妄陈述。
τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίους οἶμαι παθεῖν, εἴ τις τὰ παρʼ αὐτοῖς ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα1 οὔτε τῇ μητρὶ συγγενόμενον οὔθʼ ἑαυτὸν τυφλώσαντα οὔτε τοὺς παῖδας αὐτοῦ πρὸ τοῦ τείχους ἀποθανόντας ὑπʼ ἀλλήλων, οὔθʼ ὡς ἡ Σφὶγξ ἀφικομένη κατεσθίοι τὰ τέκνα αὐτῶν, ἀλλὰ τοὐναντίον ἥδονται ἀκούοντες καὶ τὴν Σφίγγα ἐπιπεμφθεῖσαν αὐτοῖς διὰ χόλον Ἥρας καὶ τὸν Λάιον ὑπὸ τοῦ υἱέος ἀναιρεθέντα καὶ τὸν Οἰδίπουν ταῦτα ποιήσαντα καὶ παθόντα τυφλὸν ἀλᾶσθαι, καὶ πρότερον ἄλλου βασιλέως αὐτῶν καὶ τῆς πόλεως οἰκιστοῦ, Ἀμφίονος, τοὺς παῖδας, ἀνθρώπων καλλίστους γενομένους, κατατοξευθῆναι ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος· καὶ ταῦτα καὶ αὐλούντων καὶ ᾀδόντων ἀνέχονται παρʼ αὑτοῖς ἐν τῷ θεάτρῳ, καὶ τιθέασιν ἆθλα περὶ τούτων, ὃς ἂν οἰκτρότατα εἴπῃ περὶ αὐτῶν ἢ αὐλήσῃ· τὸν δὲ εἰπόντα ὡς οὐ γέγονεν οὐδὲν αὐτῶν ἐκβάλλουσιν.
我想,底比斯人也会遭遇完全相同的情况,假若有人向他们指出,他们那里的灾难皆属虚妄,俄狄浦斯既没有弑父,也没有娶母,更没有刺瞎自己的双眼,他的儿子们也没有在城墙前自相残杀而死,斯芬克斯也没有前来吞食他们的孩童;正相反,当听闻斯芬克斯因赫拉的愤怒被派遣到他们当中,拉伊俄斯被自己的儿子杀害,俄狄浦斯在做出并承受了这一切之后沦为盲人四处流浪,他们反倒心生欢喜;并且听闻在此之前,他们的另一位国王兼城邦奠基者安菲翁的孩子们——虽生成世间最俊美之人——却被阿波罗与阿耳忒弥斯尽数射杀,他们也同样感到快意。他们在自己的剧场中容忍吹笛者和歌唱者表演这些内容,并为此设立奖赏,赠予把这些事讲得或吹奏得最令人哀怜之人;然而对于说这一切都未曾发生的人,他们却将其驱逐出门。
εἰς τοῦτο μανίας οἱ πολλοὶ ἐληλύθασι καὶ οὕτω πάνυ ὁ τῦφος αὐτῶν κεκράτηκεν. ἐπιθυμοῦσι γὰρ ὡς πλεῖστον ὑπὲρ αὐτῶν γίγνεσθαι λόγον· ὁποῖον δέ τινα, οὐθὲν μέλει αὐτοῖς. ὅλως δὲ πάσχειν μὲν οὐ θέλουσι τὰ δεινὰ διὰ δειλίαν, φοβούμενοι τούς τε θανάτους καὶ τὰς ἀλγηδόνας· ὡς δὲ παθόντες μνημονεύεσθαι περὶ πολλοῦ ποιοῦνται.
大众已经陷入了这般的疯狂,虚妄的骄矜已彻底支配了他们。因为他们只渴望关于自己的议论尽可能多地流传,至于究竟是何种议论,他们毫不在意。总而言之,出于怯懦,他们惧怕死亡和痛苦,绝不愿真正遭受那些可怕的事;然而作为受难者被人们长久铭记,他们却视之为至宝。
ἐγὼ δὲ οὔθʼ ὑμῖν χαριζόμενος οὔθʼ Ὁμήρῳ διαφερόμενος οὐδὲ τῆς δόξης φθονῶν ἐκείνῳ, πειράσομαι δεικνύειν ὅσα μοι δοκεῖ ψευδῆ εἰρηκέναι περὶ τῶν ἐνθάδε πραγμάτων, οὐκ ἄλλοθέν ποθεν, ἀλλʼ ἐξ αὐτῆς τῆς ποιήσεως ἐλέγχων, τῷ τε ἀληθεῖ βοηθῶν καὶ μάλιστα διὰ τὴν Ἀθηνᾶν, ὅπως μὴ δοκῇ ἀδίκως διαφθεῖραι τὴν αὑτῆς πόλιν μηδὲ ἐναντία βούλεσθαι τῷ αὑτῆς πατρί, οὐχ ἧττον δὲ διὰ τὴν Ἥραν καὶ τὴν Ἀφροδίτην.
而我,既非为了讨好你们,亦非出于同荷马争胜或嫉妒他的声名,我将尝试指出在我看来他在关于此地诸事上所说的虚妄之词,并非借由别处,而是从他的诗作本身予以反驳,以此匡扶真相,尤其是为了雅典娜,免得她被认为是不义地毁灭了自己的城邦,或意欲违逆自己的父亲;同时,这也是同样为了赫拉与阿佛洛狄忒。
δεινὸν γὰρ τὴν μὲν τῷ Διὶ συνοῦσαν μὴ νομίσαι αὐτὸν κριτὴν ἱκανὸν τοῦ αὑτῆς εἴδους, εἰ μὴ ἀρέσει καὶ τῶν ἐν Ἴδῃ βουκόλων ἑνί, τὴν δὲ ἀρχὴν ὑπὲρ κάλλους ἐρίζειν τῇ Ἀφροδίτῃ,2 πρεσβυτάτην φάσκουσαν εἶναι τῶν Κρόνου παίδων, ὡς αὐτὸς Ὅμηρος ἀπήγγειλε ποιήσας, "καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, "ἔτι δὲ οὕτω χαλεπῶς διατεθῆναι πρὸς τὸν Πάριν, αὐτὴν ἐπιτρέψασαν τὴν κρίσιν· καίτοι οὐδὲ τῶν ἀνθρώπων ὃς ἂν ἐπιτρέψῃ δίαιταν, ἐχθρὸν ἡγεῖται τὸν διαιτητήν, ἐὰν μὴ δικάσῃ καθʼ ἑαυτόν· τὴν δέ γε Ἀφροδίτην οὕτως αἰσχρὰν καὶ ἄδικον καὶ ἀσύμφορον δοῦναι δωρεάν, καὶ μηδένα ποιήσασθαι λόγον μήτε τῆς Ἑλένης ἀδελφῆς οὔσης μήτε τοῦ Ἀλεξάνδρου τοῦ προκρίναντος αὐτήν, ἀλλὰ χαρίζεσθαι τοιοῦτον γάμον διʼ ὃν αὐτός τε ἔμελλεν ἀπόλλυσθαι καὶ οἱ γονεῖς αὐτοῦ καὶ ἡ πόλις.
因为,与宙斯同居共处的配偶,竟认为若不能讨好艾达山上的一个牧牛人,宙斯就不足以成为评判自身美貌的合格裁判,甚至自称是克洛诺斯子女中最年长的一位,却从一开始就同阿佛洛狄忒争夺美貌,这委实骇人听闻;正如荷马自己在诗作中所述: “多谋的克洛诺斯生我为最长,”而且,既然是她自己将裁决交付于帕里斯,事后却对他怀有如此严酷的敌意,这也同样令人匪夷所思。须知即便在凡人之中,付诸仲裁者若见判决不利于己,也不会将仲裁人视为死敌。另一方面,阿佛洛狄忒竟赐予了如此可耻、不义且有害的礼物,既不顾及作为自己姐妹的海伦,也不顾及挑选了自己的亚历山大,反倒恩赐了一场让他本人、他的父母乃至整座城邦都注定毁灭的婚姻,〔这也同样骇人听闻〕。
ἔτι δὲ οὐκ ἄξιον οἶμαι παριδεῖν οὐδὲ τὸ τῆς Ἑλένης, ἣ τοῦ Διὸς λεγομένη θυγάτηρ διὰ μὲν τὴν ἄδικον φήμην περιβόητος ἐπʼ αἰσχύνῃ γέγονε, διὰ δὲ τὴν αὑτῆς ἰσχὺν θεὸς ἐνομίσθη παρὰ τοῖς Ἕλλησιν. ἀλλʼ ὅμως ὑπὲρ τηλικούτων ὄντος τοῦ λόγου τινὲς τῶν σοφιστῶν ἀσεβεῖν με φήσουσιν Ὁμήρῳ ἀντιλέγοντα καὶ ἐπιχειρήσουσι διαβάλλειν πρὸς τὰ δύστηνα μειράκια, ὧν ἐμοὶ ἐλάττων λόγος ἐστὶν ἢ πιθήκων.
此外,我认为海伦的事情同样不容忽视。她虽被称为宙斯之女,却因不公的流言而在耻辱中名闻遐迩,然而又因自身的力量而在希腊人中被视为神明。尽管我的论述是为了如此崇高的大事,某些智者却仍会声称我反驳荷马是大逆不道,并试图在那些可怜的年轻人面前诋毁我,而对于这些人,我看得比猿猴还要低下。
πρῶτον μὲν οὖν φασι τὸν Ὅμηρον ὑπὸ πενίας τε καὶ ἀπορίας προσαιτεῖν ἐν τῇ Ἑλλάδι· τὸν δὲ τοιοῦτον ἀδύνατον ἡγοῦνται ψεύσασθαι πρὸς χάριν τῶν διδόντων, οὐδʼ ἂν τὰ τοιαῦτα λέγειν ὁποῖα ἔμελλεν ἐκείνοις καθʼ ἡδονὴν ἔσεσθαι·3 τοὺς δὲ νῦν πτωχοὺς οὐδέν φασιν ὑγιὲς λέγειν, οὐδὲ μάρτυρα οὐδεὶς ἂν ἐκείνων οὐδένα ποιήσαιτο ὑπὲρ οὐδενός, οὐδὲ τοὺς ἐπαίνους τοὺς παρʼ αὐτῶν ἀποδέχονται ὡς ἀληθεῖς.
首先,他们声称荷马因贫穷和困顿在希腊境内乞讨;然而他们却认为这样的人绝不可能为了讨好施舍者而撒谎,也不可能说出那些正合他们心意的话;可是对于今天的乞丐,他们却说其言语毫无可取之处,绝无人会让他们在任何事情上作证,也不会把出自他们之口的赞美当作真话接纳。
- 11.8τὸ δὲ αὐτὸ τοῦτο κἂν Θηβαίους οἶμαι παθεῖν, εἴ τις τὰ παρʼ αὐτοῖς ἀτυχήματα ψευδῆ ἀποφαίνοι, καὶ οὔτε τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα
主句由 οἶμαι 统领间接引语,其中的 κἂν (καὶ ἄν) 配合不定式 παθεῖν 构成表示潜在可能的归结句,呼应希求式条件从句 εἴ τις ... ἀποφαίνοι。动词 ἀποφαίνοι 后接一系列由 οὔτε 引出的补充性分词短语充当宾语补足成分(如 τὸν πατέρα Οἰδίπουν ἀποκτείναντα 表“俄狄浦斯并未杀父”),随后句式转变为 ὡς 引出的间接引语希求式从句(οὔθʼ ὡς ... κατεσθίοι)。
- 11.12δεινὸν γὰρ τὴν μὲν τῷ Διὶ συνοῦσαν μὴ νομίσαι αὐτὸν κριτὴν ἱκανὸν τοῦ αὑτῆς εἴδους, εἰ μὴ ἀρέσει καὶ τῶν ἐν Ἴδῃ βουκόλων ἑνί, τὴν δὲ ἀρχὴν ὑπὲρ κάλλους ἐρίζειν τῇ Ἀφροδίτῃ
此句为无人称谓语 δεινόν [ἐστί] 所统领的冗长带对格不定式结构。实质化分词短语 τὴν μὲν τῷ Διὶ συνοῦσαν(“与宙斯同居者”,即赫拉)作不定式 νομίσαι 与 ἐρίζειν 的逻辑主语。此处的 μέν 与后文的 τὴν δέ γε Ἀφροδίτην (...δοῦναι) 相对照,并列揭示赫拉与阿佛洛狄忒举止的荒谬。此外,τὴν ἀρχήν 为副词性对格,意为“从一开始/根本上”。
- 11.15τὸν δὲ τοιοῦτον ἀδύνατον ἡγοῦνται ψεύσασθαι πρὸς χάριν τῶν διδόντων, οὐδʼ ἂν τὰ τοιαῦτα λέγειν ὁποῖα ἔμελλεν ἐκείνοις καθʼ ἡδονὴν ἔσεσθαι
在讽刺与批判语境中的带对格不定式结构。τὸν τοιοῦτον(“这样的人”,指乞讨的荷马)为对格主语,ἀδύνατον 为宾语补足语。后半句 οὐδʼ ἂν ... λέγειν 中 ἄν 与不定式连用,表达潜在过去或非现实推论(“绝不可能说出那些迎合施舍者喜好的话”),深刻揭露了大众对待荷马时持有的矛盾认知。
