← 金嘴狄翁

演说集

§11.16-11.21

荷马对虚构神话与说谎的推崇

讲者指出荷马经常描写谎言且不以为耻,并指出荷马竟宛如亲历般叙述诸神之间的私密对话与幽会,以此论证荷马在人类历史上同样会毫不犹豫地编造虚妄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.16

ἴσασι γὰρ ὅτι πάντα θωπεύοντες ὑπʼ ἀνάγκης λέγουσιν. ἔπειτα δὲ εἰρήκασι τοὺς μὲν ὡς πτωχῷ, τοὺς δὲ ὡς μαινομένῳ ἀπάρχεσθαι, καὶ μᾶλλον οἴονται τοὺς τότε καταγνῶναι αὐτοῦ μανίαν τἀληθῆ λέγοντος ἢ ψευδομένου.1 οὐ μὴν ὅσον γε ἐπὶ τούτοις ψέγω Ὅμηρον· κωλύει γὰρ οὐθὲν ἄνδρα σοφὸν πτωχεύειν οὐδὲ μαίνεσθαι δοκεῖν· ἀλλʼ ὅτι κατὰ τὴν ἐκείνων δόξαν, ἣν ἔχουσι περὶ Ὁμήρου καὶ περὶ τῶν τοιούτων, εἰκός ἐστι μηθὲν ὑγιὲς εἶναι τῶν εἰρημένων ὑπʼ αὐτοῦ.

因为人们心知肚明,他们由于穷困所迫,说的一切话都是阿谀奉承。此外,他们还说,当时的人有的把荷马当作乞丐施舍,有的把他当作疯子施舍;并且他们认为,当时的人判定他是疯子,毋宁是因为他说了真话,而非因为他撒了谎。然而,就这些而言,我并非要责难荷马;因为没有什么能阻止一个智者沦为乞丐或看似疯癫;我所指的是,按照他们对荷马及此类人所持的看法,出自他口中的话极可能毫无可靠之处。

§11.17

οὐ τοίνυν οὐδὲ τόδε νομίζουσιν, οὐκ εἶναι ἐν τῇ Ὁμήρου φύσει τὸ ψεῦδος2 οὐδὲ ἀποδέχεσθαι αὐτὸν τοιοῦτον· πλεῖστα γοῦν τὸν Ὀδυσσέα πεποίηκε ψευδόμενον, ὃν μάλιστα ἐπῄνει, τὸν δὲ Αὐτόλυκον καὶ ἐπιορκεῖν φησι, καὶ τοῦτʼ αὐτῷ παρὰ τοῦ Ἑρμοῦ δεδόσθαι. περὶ δὲ θεῶν πάντες, ὡς ἔπος εἰπεῖν, ὁμολογοῦσι μηθὲν ἀληθὲς λέγειν Ὅμηρον καὶ οἱ πάνυ ἐπαινοῦντες αὐτόν, καὶ τοιαύτας ἀπολογίας πειρῶνται πορίζειν, ὅτι οὐ φρονῶν ταῦτʼ ἔλεγεν, ἀλλʼ αἰνιττόμενος καὶ μεταφέρων.

再者,他们甚至也不认为虚妄不符合荷马的本性,或者他会排斥此类事物;无论如何,他把自己最为称赞的奥德修斯塑造成说谎最多的人,还说奥托吕科斯甚至屡屡背誓,且这是赫尔墨斯赐予他的本领。至于神明,几乎所有人——即便是那些极力赞美他的人——都一致承认荷马所言毫无真实可言,并且试图提出这样的辩护:他之所以说这些,并非出于本意,而是借谜语与隐喻作隐微之论。

§11.18

τί οὖν κωλύει καὶ περὶ τῶν ἀνθρώπων αὐτὸν οὕτως εἰρηκέναι; ὅστις γὰρ περὶ θεᾶν οὐ φανερῶς τἀληθῆ φησιν, ἀλλὰ τοὐναντίον οὕτως ὥστε τὰ ψευδῆ μᾶλλον ὑπολαμβάνειν τοὺς ἐντυγχάνοντας, καὶ ταῦτα μηδὲν ὠφελούμενος, πῶς ἂν περί γε ἀνθρώπων ὀκνήσειεν ὁτιοῦν ψεῦδος εἰπεῖν; καὶ ὅτι μὲν πεποίηκεν ἀλγοῦντας τοὺς θεοὺς καὶ στένοντας καὶ τιτρωσκομένους καὶ ἀποθνῄσκοντας σχεδόν, ἔτι δὲ μοιχείας καὶ δεσμὰ καὶ διεγγυήσεις θεῶν, οὐ λέγω, πρότερον εἰρημένα πολλοῖς. οὐδὲ γὰρ βούλομαι κατηγορεῖν Ὁμήρου, μόνον δὲ ἐπιδεῖξαι τἀληθὲς ὡς γέγονεν· ἐπεί τοι καὶ ἀπολογήσομαι περὶ αὐτοῦ τὰ ἐμοὶ δοκοῦντα.

那么,又有什么能阻止他在谈论凡人时也采用这种方式呢?因为凡是对神明都不公开讲真话,反而以使接触其诗作之人更倾向于接受虚假之辞的方式说话,况且这样做于他毫无益处,这样的人在谈及凡人时,又怎会犹豫去编造任何虚妄之词呢?至于他描写诸神遭受痛苦、呻吟、负伤甚至几乎濒死,更描写了诸神的通奸、幽禁以及相互赎买,这些前人已有颇多论述,我便不再赘言。因为我并不想控告荷马,而仅仅想阐明真实发生的事实;况且,我也将根据自己的见解为他作辩护。

§11.19

ὅτι δὲ τὸ ψεῦδος οὐκ ὤκνει πάντων μάλιστα οὐδὲ αἰσχρὸν ἐνόμιζε, τοῦτο λέγω· πότερον δὲ ὀρθῶς ἢ μὴ παρίημι νῦν σκοπεῖν. ἀφεὶς οὖν ὅσα δοκεῖ δεινὰ πεποιηκέναι περὶ θεῶν καὶ οὐ πρέποντα ἐκείνοις, τοσοῦτό φημι μόνον, ὅτι λόγους οὐκ ὤκνει τῶν θεῶν ἀπαγγέλλειν, οὕς φησιν αὐτοὺς διαλέγεσθαι πρὸς αὑτούς, καὶ οὐ μόνον γε τοὺς ἐν κοινῷ γενομένους καὶ παρατυγχανόντων ἁπάντων τῶν θεῶν, ἀλλὰ καὶ οὓς ἰδίᾳ τινὲς διαλέγονται ἀλλήλοις, οἷον ὁ Ζεὺς τεθυμωμένος τῇ Ἥρᾳ διὰ τὴν ἀπάτην καὶ τὴν ἧτταν τῶν Τρώων, καὶ πρότερον Ἥρα πρὸς τὴν Ἀφροδίτην, παρακαλοῦσα φαρμάξαι τὸν πατέρα καὶ δοῦναι τὸ φίλτρον αἰτῇ, τὸν κεστὸν ἱμάντα, ὡς εἰκός, ἐν ἀπορρήτῳ τοῦτο ἀξιοῦσα. οὐδὲ γὰρ τῶν ἀνθρώπων εἰκὸς ἄλλον τινὰ εἰδέναι τὰ τοιαῦτα, ἀνδρὸς καὶ γυναικὸς διαφερομένων καὶ λοιδορούντων ἐνίοτε ἀλλήλους. καὶ τὸν Ὀδυσσέα πεποίηκεν ἐπανορθούμενον τὸ τοιοῦτο, μὴ δόξῃ ἀλαζὼν διηγούμενος τοὺς παρὰ τοῖς θεοῖς γενομένους ὑπὲρ αὑτοῦ λόγους. ἔφη γὰρ ἀκοῦσαι τῆς Καλυψοῦς, ἐκείνην δὲ παρά του πυθέσθαι· περὶ αὑτοῦ δὲ οὐδὲν τοιοῦτον εἴρηκεν ὅτι πύθοιτο παρὰ θεοῦ τινος.

我所主张的乃是:在所有人之中,他最不吝于使用虚妄,也绝不认为这是可耻之事;至于他是对是错,我现在暂且不论。因此,抛开他关于神明所作的种种可怕且不相称的描写不谈,我只提这一点:他毫不犹豫地转述诸神的话语——那些他声称是诸神彼此之间的交谈,并且不仅是公开场合、当着所有神明的面进行的交谈,更包括某些神明私下单独的对话,例如宙斯因欺瞒之举与特洛伊人的溃败而对赫拉雷霆大怒,以及在此之前赫拉对阿佛洛狄忒软磨硬泡,央求她迷住父神宙斯并向她索要爱情的魔力——那条绣花腰带——这理所当然是在极秘密的情况下提出的要求。因为世人之中绝不可能有别人知晓此类隐私,即夫妻发生争执且有时彼此辱骂的私房话。荷马还描写了奥德修斯纠正这种嫌疑,免得在讲述诸神之间关于自己的谈话时显得像个吹牛之徒:奥德修斯说自己是从卡吕普索那里听来的,而卡吕普索又是从某处打听到的;但对于荷马自己,他却从未说过他是从某位神明那里得知的这类话。

§11.21

οὕτω πάνυ κατεφρόνει τῶν ἀνθρώπων, καὶ οὐθὲν αὐτῷ ἔμελεν, εἰ δόξει μηθὲν λέγειν ἀληθές. οὐ γὰρ δὴ πείσειν γε ἐνόμιζέ τινα ὡς ἐπίσταιτο τοὺς παρὰ τοῖς θεοῖς γενομένους ὑπὲρ αὑτοῦ λόγους. διηγεῖται δὲ καὶ τὴν συνουσίαν τὴν τοῦ Διὸς πρὸς τὴν Ἥραν ἐν τῇ Ἴδῃ γενομένην καὶ τοὺς λόγους οὓς εἶπε πρὸ τῆς συνουσίας, ὡς αὐτὸς ἑωρακώς τε καὶ ἀκηκοώς, καὶ οὐδὲν αὐτὸν ἐκώλυσεν, ὡς ἔοικε, τὸ νέφος, ὅ περιεκάλυψεν ὁ Ζεὺς τοῦ μὴ φανερὸς γενέσθαι.3

他对凡人竟蔑视至此,对于人们是否会认为他所言全无一句属实,他根本毫不在意。因为他断不认为自己真能让任何人相信,他知晓诸神之间关于自己的议论。他还叙述了宙斯与赫拉在艾达山上的交合,以及在交合前宙斯所说的话,就仿佛是他亲眼目睹、亲耳听到一般;而且看起来,宙斯为了不被人看见而笼罩在周围的那团云雾,也丝毫没有阻挡住他。

语法注3 条
  1. 11.16μᾶλλον οἴονται τοὺς τότε καταγνῶναι αὐτοῦ μανίαν τἀληθῆ λέγοντος ἢ ψευδομένου

    在 καταγνῶναι αὐτοῦ μανίαν(判定他发狂/判定他为疯子)中,τἀληθῆ λέγοντος 与 ψευδομένου 作属格代词 αὐτοῦ 的分词修饰语(表情况或原因),通过 μᾶλλον... ἢ... 形成对比:人们判定他发疯,毋宁是在他“说真话时”,而非“撒谎时”。

  2. 11.17οὐ τοίνυν οὐδὲ τόδε νομίζουσιν, οὐκ εἶναι ἐν τῇ Ὁμήρου φύσει τὸ ψεῦδος

    双重否定结构:在主句 οὐ τοίνυν οὐδὲ τόδε νομίζουσιν(他们也不认为这一点)所统辖的不定词从句中再次出现 οὐκ εἶναι。字面意为“他们也不认为虚妄不属于荷马的本性”,即听众或拥护者自己也不认为荷马是一个从不说谎的人。

  3. 11.21τοῦ μὴ φανερὸς γενέσθαι

    带有否定词 μή 的冠词属格不定词(表示目的的属格,genitive of purpose),意为“为了不被发现/为了不显露”,作前面主动词 περιεκάλυψεν(包裹/笼罩)的目的状语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.16-11.21