- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.1-11.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出人们易于受骗且难以纠正根深蒂固的成见,预料到伊利昂人深受贬损其先祖的荷马诗作毒害而难以接受真相,但仍决心为他们阐明事实。
οἶδα μὲν ἔγωγε σχεδὸν ὅτι διδάσκειν μὲν ἀνθρώπους ἅπαντας χαλεπόν ἐστιν, ἐξαπατᾶν δὲ ῥᾴδιον. καὶ μανθάνουσι μὲν μόγις, ἐάν τι καὶ μάθωσι, παρʼ ὀλίγων τῶν εἰδότων, ἐξαπατῶνται δὲ τάχιστα ὑπὸ πολλῶν τῶν οὐκ εἰδότων, καὶ οὐ μόνον γε ὑπὸ τῶν ἄλλων, ἀλλὰ καὶ αὐτοὶ ὑφʼ αὑτῶν. τὸ μὲν γὰρ ἀληθὲς πικρόν ἐστι καὶ ἀηδὲς τοῖς ἀνοήτοις, τὸ δὲ ψεῦδος γλυκὺ καὶ προσηνές.
我深知,教导所有人是困难的,而欺骗他们却是容易的。如果他们确实学到了什么,也是艰难地从少数知者那里学得,却极快地被众多无知者所欺骗,而且不仅被他人欺骗,甚至也被自己所欺骗。因为真相对于愚笨之人而言是苦涩而不快的,而谎言则是甜美且可亲的。
ὥσπερ οἶμαι καὶ τοῖς νοσοῦσι τὰ ὄμματα τὸ μὲν φῶς ἀνιαρὸν ὁρᾶν,1 τὸ δὲ σκότος ἄλυπον καὶ φίλον, οὐκ ἐῶν βλέπειν. ἢ πῶς ἂν ἴσχυε τὰ ψεύδη πολλάκις πλέον τῶν ἀληθῶν, εἰ μὴ διʼ ἡδονὴν ἐνίκα; χαλεποῦ δέ, ὡς ἔφην, ὄντος τοῦ διδάσκειν, τῷ παντὶ χαλεπώτερον τὸ μεταδιδάσκειν, ἄλλως τε ὅταν πολύν τινες χρόνον ὦσι τὰ ψευδῆ ἀκηκοότες καὶ μὴ μόνον αὐτοὶ ἐξηπατημένοι, ἀλλὰ καὶ οἱ πατέρες αὐτῶν καὶ οἱ πάπποι καὶ σχεδὸν πάντες οἱ πρότερον.
正如我认为,对于患眼疾的人来说,看光是痛苦的,而让人看不见东西的黑暗反倒是无痛且适意的。否则,若不是凭借给人带来的愉悦而取胜,谎言又怎能常常比真相更有力量呢?而如我所言,教导固然艰难,改变原有的认知(重新教导)则艰难得多,尤其是当人们长期听信虚妄之事,不仅他们自己受骗,连同他们的父亲、祖父乃至几乎所有前辈都受骗之时。
οὐ γάρ ἐστι ῥᾴδιον τούτων ἀφελέσθαι τὴν δόξαν, οὐδʼ ἂν πάνυ τις ἐξελέγχῃ. καθάπερ οἶμαι τῶν τὰ ὑποβολιμαῖα παιδάρια θρεψάντων χαλεπὸν ὕστερον ἀφελέσθαι τἀληθῆ λέγοντα2 ἅ γε ἐν ἀρχῇ, εἴ τις αὐτοῖς ἔφρασεν, οὐκ ἄν ποτε ἀνείλοντο. οὕτω δὲ τοῦτο ἰσχυρόν ἐστιν ὥστε πολλοὶ τὰ κακὰ μᾶλλον προσποιοῦνται καὶ ὁμολογοῦσι καθʼ αὑτῶν, ἂν ὦσι πεπεισμένοι πρότερον, ἢ τἀγαθὰ μετὰ χρόνον ἀκούοντες.
因为要剥夺他们的这种成见绝非易事,即便有人将他们彻底驳倒也是如此。正如我认为,对于那些抚养了暗中掉包的幼儿的人而言,说出实情的人事后要从他们手中带走孩子是困难的——而要是当初有人告诉他们实情,他们是决计不会收养的。这种倾向如此强大,以至于许多人一旦原先被说服了,宁愿认领对己不利的坏事并在自身上承认它们,也不愿在时隔日久后聆听好事。
οὐκ ἂν οὖν θαυμάσαιμι καὶ ὑμᾶς, ἄνδρες Ἰλιεῖς, εἰ πιστότερον ἡγήσασθαι Ὅμηρον τὰ χαλεπώτατα ψευσάμενον καθʼ ὑμῶν ἢ ἐμὲ τἀληθῆ λέγοντα, κἀκεῖνον μὲν ὑπολαβεῖν θεῖον ἄνδρα καὶ σοφόν, καὶ τοὺς παῖδας εὐθὺς ἐξ ἀρχῆς τὰ ἔπη διδάσκειν οὐθὲν ἄλλο ἢ κατάρας ἔχοντα κατὰ τῆς πόλεως, καὶ ταύτας οὐκ ἀληθεῖς, ἐμοῦ δὲ μὴ ἀνέχοισθε3 τὰ ὄντα καὶ γενόμενα λέγοντος, ὅτι πολλοῖς ἔτεσιν ὕστερον Ὁμήρου γέγονα.
因此,伊利昂人啊,如果你们认为那对你们捏造了极其严酷谎言的荷马比讲述真话的我更可信,将他视为神圣而智慧之人,从一开始就教导你们的孩子去学那些除了对本城的诅咒——而且是不真实的诅咒——之外别无他物的诗句,却容不下讲述真实存在与发生之事的我,仅仅因为我生于荷马之后许多年,我也不会感到惊奇。
καίτοι φασὶ μὲν οἱ πολλοὶ τὸν χρόνον τῶν πραγμάτων καὶ κριτὴν ἄριστον εἶναι, ὅτι δʼ ἂν ἀκούωσι μετὰ πολὺν χρόνον, διὰ τοῦτο ἄπιστον νομίζουσιν. εἰ μὲν οὖν παρʼ Ἀργείοις ἐτόλμων ἀντιλέγειν Ὁμήρῳ, καὶ τὴν ποίησιν αὐτοῦ δεικνύναι ψευδῆ περὶ τὰ μέγιστα, τυχὸν ἂν εἰκότως ἤχθοντό μοι καὶ τῆς πόλεως ἐξέβαλλον εἰ τὴν παρʼ ἐκείνων δόξαν ἐφαινόμην ἀφανίζων καὶ καθαιρῶν· ὑμᾶς δὲ δίκαιόν ἐστί μοι χάριν εἰδέναι καὶ ἀκροᾶσθαι προθύμως· ὑπὲρ γὰρ τῶν ὑμετέρων προγόνων ἐσπούδακα.
尽管大众常说时间是事物最好的裁判,然而时隔许久后听到的事情,他们反倒正因此而认为不可信。假使我在阿耳戈斯人那里胆敢反驳荷马,指出他的诗作在重大事件上皆属虚构,他们或许很自然会对我心生怨恨,若见我似乎要消除和摧毁他们拥有的名望,甚至会将我逐出城邦;但你们理应感激我并热切倾听,因为我是为了你们的先祖在付出心血。
προλέγω δὲ ὑμῖν ὅτι τοὺς λόγους τούτους ἀνάγκη καὶ παρʼ ἑτέροις ῥηθῆναι καὶ πολλοὺς πυθέσθαι· τούτων δὲ οἱ μέν τινες οὐ συνήσουσιν, οἱ δὲ προσποιήσονται καταφρονεῖν, οὐ καταφρονοῦντες αὐτῶν, οἱ δέ τινες ἐπιχειρήσουσιν ἐξελέγχειν, ἐγὼ δὲ ἐπίσταμαι σαφῶς ὅτι οὐδὲ ὑμῖν πρὸς ἡδονὴν ἔσονται. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων οὕτως ἄγαν εἰσὶν ὑπὸ δόξης διεφθαρμένοι τὰς ψυχὰς ὥστε μᾶλλον ἐπιθυμοῦσι περιβόητοι εἶναι ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασιν ἢ μηδὲν κακὸν ἔχοντες ἀγνοεῖσθαι.
但我预先告诉你们,这些言论势必也要在他人面前讲出,并被众人知晓;而在这些人中,有些人不会理解,有些人会假装轻蔑虽然内心并不轻蔑,还有些人会试图驳斥,但我清醒地知道,这些话对你们而言也不会是令人愉快的。因为大多数人在心灵上被虚名腐蚀得太深,以至于宁愿因最大的不幸而名噪一时,也不愿在安然无恙中默默无闻。
αὐτοὺς γὰρ οἶμαι τοὺς Ἀργείους μὴ ἂν ἐθέλειν ἄλλως γεγονέναι4 τὰ περὶ τὸν Θυέστην καὶ τὸν Ἀτρέα καὶ τοὺς Πελοπίδας, ἀλλʼ ἄχθεσθαι σφόδρα, ἐάν τις ἐξελέγχῃ τοὺς μύθους τῶν τραγῳδῶν, λέγων ὅτι οὔτε Θυέστης ἐμοίχευσε τὴν τοῦ Ἀτρέως οὔτε ἐκεῖνος ἀπέκτεινε τοὺς τοῦ ἀδελφοῦ παῖδας οὐδὲ κατακόψας εἱστίασε τὸν Θυέστην οὔτε Ὀρέστης αὐτόχειρ ἐγένετο τῆς μητρός. ἅπαντα ταῦτα εἰ λέγοι τις, χαλεπῶς ἂν φέροιεν ὡς λοιδορούμενοι.
因为我认为阿耳戈斯人自己也绝不愿关于梯厄斯忒斯、阿特柔斯和珀罗普斯后裔的事情以别的面貌发生,倘若有人反驳悲剧诗人的神话,声称既非梯厄斯忒斯通奸了阿特柔斯的妻子,亦非后者杀害了兄弟的孩子并将其切碎设宴款待梯厄斯忒斯,俄瑞斯忒斯也没有亲手弑母,他们必定会极为愤怒。如果有人说出这一切,他们会难以忍受,仿佛自己遭受了辱骂一般。
- 11.2τὸ μὲν φῶς ἀνιαρὸν ὁρᾶν
不定式 ὁρᾶν 作状语限定表语形容词 ἀνιαρόν(“观看时令人痛苦的”)。主格 τὸ μὲν φῶς 与后文的 τὸ δὲ σκότος 平行,充当分句的主语(省略系动词 ἐστί)。
- 11.3καθάπερ οἶμαι τῶν τὰ ὑποβολιμαῖα παιδάρια θρεψάντων χαλεπὸν ὕστερον ἀφελέσθαι τἀληθῆ λέγοντα
句子的核心结构是 χαλεπόν [ἐστι] τἀληθῆ λέγοντα [τινά] ἀφελέσθαι [τά παιδάρια] τῶν ... θρεψάντων。宾格分词 τἀληθῆ λέγοντα 充当不定式 ἀφελέσθαι 的逻辑主语,属格 τῶν ... θρεψάντων 则是受 ἀφελέσθαι 支配的分离属格(“从抚养者手中夺走”)。
- 11.4εἰ πιστότερον ἡγήσασθαι Ὅμηρον ... ἐμοῦ δὲ μὴ ἀνέχοισθε
在由 οὐκ ἂν θαυμάσαιμι 引导的从属结构中,εἰ 从句内部并列了不定式 ἡγήσασθαι 和祈愿语气动词 ἀνέχοισθε。前者的不定式是由主句动词引发的破格(anacoluthon,亦有校勘作祈愿语气 ἡγήσαισθε),在句义上与 μὴ ἀνέχοισθε 平行,表达潜在条件(“如果你们认为……却不容纳……”)。
- 11.7αὐτοὺς γὰρ οἶμαι τοὺς Ἀργείους μὴ ἂν ἐθέλειν ἄλλως γεγονέναι
由 οἶμαι 支配的“宾格加不定式”结构(逻辑主语为 αὐτοὺς ... τοὺς Ἀργείους,不定式为 ἐθέλειν)。不定式搭配 ἄν 相当于非真实或潜在条件句的归结从句(“绝不会希望”)。此处使用否定词 μή 而非 οὐ,符合表主观意志或假定的不定式从句规范。
