← 金嘴狄翁

演说集

§11.67-11.73

斯巴达人未参战与海伦正当出嫁之证明

演说者指出海伦被劫掠之说的种种荒谬之处,并从卡斯托耳、波吕丢刻斯以及廷达瑞俄斯等斯巴达人均未参战这一事实,论证海伦乃是由其家人自愿合法许配给亚历山大的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.67

καίτοι εἰ πρότερον ἐρῶσα τοῦ Ἀλεξάνδρου ἔμενεν, πῶς ἔτι ἐβούλετο μένειν, εἰ μὴ καὶ Δηιφόβου αὐτὴν ἐρασθῆναι λέγουσιν; εἰκὸς γὰρ ἦν πεῖσαι τοὺς Τρῶας, ἀποδοῦναι αὐτὴν ἑτοίμους ὄντας. εἰ δὲ ἐφοβεῖτο τοὺς Ἀχαιούς, διαλύσεις πρότερον εὑρέσθαι χρῆν· καὶ γὰρ ἐκεῖνοι ἀγαπητῶς ἂν ἀπηλλάγησαν τοῦ πολέμου, πλείστων καὶ ἀρίστων τεθνηκότων. ἀλλʼ οὐ γὰρ ἦν1 ἀληθὲς τὸ τῆς ἁρπαγῆς οὐδὲ παρέσχον αἰτίαν τοῦ πολέμου οἱ Τρῶες, ὅθεν εὐέλπιδες ἦσαν περιγενέσθαι. οἱ γὰρ ἄνθρωποι, ἐν οἷς ἂν ἀδικῶνται, μέχρι ἐσχάτου ὑπομένουσιν ἀμυνόμενοι.

然而,假若此前她是因为深爱亚历山大而留下,那么除非人们声称她也爱上了德伊福玻斯,否则她为何还会愿意留下来?因为特洛伊人本已准备好交还她,按理本能说服他们。若她害怕阿开奥斯人,早该寻得和解之道;毕竟在阵亡了最多且最优秀的人员之后,阿开奥斯人也会欣然脱离战事。但事实上海伦被掠之事并非真实,特洛伊人也没有提供发动战争的借口,因此他们对最终胜出抱有充分的希望。因为人们在遭受不公之处,必会自卫抵抗、坚持到最后一刻。

§11.68

ταῦτα μὲν οὖν μὴ ἄλλως νόμιζε πραχθῆναι ἢ ὡς ἐγὼ λέγω. πολὺ γὰρ πιστότερον ἑκόντα Τυνδάρεων κηδεῦσαι2 τοῖς βασιλεῦσι τῆς Ἀσίας, καὶ Μενέλαον τῆς μνηστείας ἀπελπίσαντα βαρέως ἐνεγκεῖν, καὶ Ἀγαμέμνονα φοβηθῆναι τοὺς Πριαμίδας μὴ κατάσχωσι τὴν Ἑλλάδα, ἀκούοντα καὶ Πέλοπα τὸν αὑτοῦ πρόγονον, ἐκ τῆς αὐτῆς ὄντα χώρας, διὰ τὸ κῆδος τὸ Οἰνομάου τὴν Πελοπόννησον κατασχεῖν, καὶ τοὺς ἄλλους ἡγεμόνας συνάρασθαι τοῦ πολέμου, μνησικακοῦντας, ὅτι αὐτὸς ἕκαστος οὐκ ἔγημεν, ἢ ἐρασθῆναι μὲν Ἀλέξανδρον ἧς ἠγνόει γυναικός, ἐπιτρέψαι δὲ αὐτῷ τὸν πατέρα πλεῦσαι τοιαύτης ἕνεκα πράξεως, τὴν δὲ Ἑλένην ἐρασθῆναι μὲν ξένου ἀνδρός, ᾧ τὴν ἀρχὴν οὐκ εἰκὸς αὐτὴν ἐν ὁμιλίᾳ γενέσθαι, καταλιποῦσαν δὲ τὴν πατρίδα καὶ τοὺς οἰκείους καὶ τὸν ἄνδρα μετʼ αἰσχύνης ἐλθεῖν εἰς ἀνθρώπους μισοῦντας· ὕστερον δὲ Ἀλεξάνδρου τελευτήσαντος, οὗ λέγεται ἐρᾶν, Δηιφόβῳ συνεῖναι, καθάπερ οἶμαι κἀκείνῳ τῆς Ἀφροδίτης ὑποσχομένης, καὶ μήτε αὐτὴν ἐθέλειν ἀπιέναι παρὰ τὸν αὑτῆς ἄνδρα μήτε τοὺς Τρῶας ἀποδοῦναι. τούτων οὐθὲν εἰκὸς οὐδὲ δυνατόν. ἔτι δὲ καὶ τόδε πρὸς τοῖς εἰρημένοις. τοὺς μὲν ἄλλους ἅπαντας Ἀχαιούς φησιν Ὅμηρος κοινωνῆσαι, οἷς ἧττον ἔμελε, τῆς δυνάμεως· Κάστορα δὲ καὶ Πολυδεύκην μόνους μὴ ἀφικέσθαι, τοὺς μάλιστα ὑβρισμένους.

因此,切勿以为这些事情是以我所说之外的方式发生的。因为比起说亚历山大爱上了一个素不相识的女人、其父竟准许他为了这种勾当而扬帆出海,以下情形要可信得多:廷达瑞俄斯心甘情愿与亚洲的君王联姻;墨涅拉奥斯因求婚无望而满怀怨怼;阿伽门农听说自己的先祖珀罗普斯同为该地之人,曾因与俄诺玛俄斯结亲而夺取了伯罗奔尼撒,因而畏惧普里阿摩斯的子嗣会侵占希腊;其他领袖也因各自未能迎娶而怀恨在心,从而一同参加战争;比起说海伦爱上了一个异邦男子——她本不可能与此人有所接触——并抛弃了祖国、亲人和丈夫,蒙羞投奔那些憎恨她的人;而后,当人们声称她所深爱的亚历山大死去时,她竟与德伊福玻斯同居,仿佛阿佛洛狄忒也曾向那个人许下过诺言似的,而且她既不愿回到自己丈夫身边,特洛伊人也不愿交还她,〔前述情形〕也都要可信得多。这些事情绝无可能,亦不近情理。此外,除了上述之辞外,还有如下一点:荷马说其他所有阿开奥斯人——那些本不太在乎的人——都动员了兵力参加,唯独受辱最深的卡斯托耳和波吕丢刻斯二人未曾前去。

§11.71

ταύτην δὲ τὴν ἀλογίαν κρύπτων Ὅμηρος πεποίηκε θαυμάζουσαν τὴν Ἑλένην· ἔπειτα αὐτὸς ἀπελογήσατο, εἰπὼν ὅτι τεθνήκεσαν πρότερον. οὐκοῦν τό γε ζώντων αὐτὴν ἁρπασθῆναι δῆλόν ἐστιν. ἔπειτα πῶς Ἀγαμέμνονα περιέμενον δέκα ἔτη διατρίβοντα καὶ συνάγοντα στρατιάν, ἀλλʼ οὐκ εὐθὺς ἐδίωξαν τὴν ἀδελφήν, μάλιστα μὲν εἰ κατὰ πλοῦν ἕλοιεν·

荷马为了掩饰这一荒谬之处,描绘海伦对此感到纳闷;随后他自己辩解道,声称他们早先便已死去了。那么至少显而易见的是,海伦被劫之时他们尚在人世。那么,他们怎会坐等阿伽门农耗费十年之久集结军队,而没有立刻去追赶自己的妹妹呢?

§11.72

εἰ δʼ οὖν, ὡς πολεμήσοντες3 μετὰ τῆς αὑτῶν δυνάμεως; οὐ γὰρ ἐπὶ Θησέα μὲν ἦλθον εὐθύς, ἄνδρα Ἕλληνα καὶ τῶν ἄλλων ἄριστον, ἔτι δὲ αὐτόν τε πολλῶν ἄρχοντα καὶ Ἡρακλέους ἑταῖρον καὶ Πειρίθου καὶ Θετταλοὺς καὶ Βοιωτοὺς ἔχοντα συμμάχους· ἐπὶ δὲ Ἀλέξανδρον οὐκ ἂν ἦλθον, ἀλλὰ τοὺς Ἀτρείδας περιέμενον δέκα ἔτη συλλέγοντας τὴν δύναμιν. ἴσως γὰρ εἰκὸς ἦν καὶ αὐτὸν ἀφικέσθαι τὸν Τυνδάρεων καὶ μηθὲν αὐτὸν κωλῦσαι τὴν ἡλικίαν.

尤其若是能趁航海途中将她截获的话;退一步讲,他们为何没有为了以自己的兵力开战而即刻追击?须知他们曾立刻起兵讨伐忒修斯——那是一位希腊人且在其余人中最优秀者,更统治着广大众民,是赫拉克勒斯与珀伊里托俄斯的挚友,并拥有色萨利人与维奥蒂亚人作为盟友——却绝不至于不去讨伐亚历山大,反倒坐等阿特柔斯之子集结军力达十年之久。甚至廷达瑞俄斯本人按理也极可能亲自前往,其年龄绝不会成为阻碍。

§11.73

οὐ γὰρ δὴ Νέστορος παλαιότερος ἦν οὐδὲ Φοίνικος, οὐδὲ μᾶλλον ἐκείνους προσῆκον ἦν ἀγανακτεῖν ἢ τὸν πατέρα αὐτόν. ἀλλʼ οὔτε αὐτὸς οὔτε οἱ παῖδες ἧκον οὐδὲ ἦν αὐτοῖς βουλομένοις τὰ τῆς στρατείας.4 ἑκόντες γὰρ αὐτοὶ τὴν Ἑλένην ἐξέδωκαν, προκρίναντες τῶν ἄλλων μνηστήρων τὸν Ἀλέξανδρον διὰ μέγεθος τῆς ἀρχῆς καὶ ἀνδρείαν· οὐδενὸς γὰρ ἦν χείρων τὴν ψυχήν. οὔτε οὖν ἐκεῖνοι ἀφίκοντο πολεμήσοντες οὔτε Λακεδαιμονίων οὐδείς, ἀλλὰ καὶ τοῦτο ψεῦδός ἐστιν ὅτι Μενέλαος ἦγε Λακεδαιμονίους καὶ τῆς Σπάρτης ἐβασίλευε Τυνδάρεω ζῶντος ἔτι.

因为他绝不比涅斯托耳更年迈,也不比福尼克斯更老,那些人也绝无理由比做父亲的本人更加义愤填膺。然而,无论他还是其子嗣均未参战,这场远征也绝非他们所愿。因为正是他们自己自愿将海伦出嫁,因其统治幅员之辽阔与英勇气魄,在众求婚者中相中了亚历山大;因为他在心志气概上不输于任何人。因此,他们既未前来参战,拉刻代蒙人中亦无一人前来;至于说墨涅拉奥斯率领拉刻代蒙人,并在廷达瑞俄斯尚在人世时便统治斯巴达,这也同样是一派谎言。

语法注4 条
  1. 11.67ἀλλʼ οὐ γὰρ ἦν

    小品词连用 ἀλλὰ ... γάρ 是一种习惯性的省略表达(意为“但事实并非如此,因为……”或“然而实际上……”),用来否定前文的与事实相反的推测(即海伦本可谋求和解且阿开奥斯人亦会欣然接受),并引出实际真实的情况。

  2. 11.68πολὺ γὰρ πιστότερον ἑκόντα Τυνδάρεων κηδεῦσαι

    谓语比较级 πιστότερον(省略 ἐστί)统领一系列宾格不定式短语(ἑκόντα Τυνδάρεων κηδεῦσαι ... καὶ Μενέλαον ... ἐνεγκεῖν ...),并通过比较连词 ἤ 与其后的一组宾格不定式短语(ἐρασθῆναι μὲν Ἀλέξανδρον ... τὴν δὲ Ἑλένην ἐρασθῆναι ... Δηιφόβῳ συνεῖναι ...)构成宏大的平行对比。句子的基本骨架为“认为……比认为……要可信得多”。

  3. 11.72εἰ δʼ οὖν, ὡς πολεμήσοντες

    εἰ δʼ οὖν 是一种省略成语,意为“退一步讲,即使不然 / 如果不能那样”,在此假设前述条件(海上截获)未能成立时的替代情形。主要动词(如 ἐδίωξαν)在此被承前省略,直接引出表示意图与目的的将来分词短语 ὡς πολεμήσοντες。

  4. 11.73οὐδὲ ἦν αὐτοῖς βουλομένοις τὰ τῆς στρατείας

    与格结构 αὐτοῖς βουλομένοις 与 ἦν 连用,构成表达主观意向或赞同的惯用句式(类似于拉丁语的 mihi volenti est),意为“远征并非他们所愿”。句子的主语为中性复数名词短语 τὰ τῆς στρατείας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.67-11.73