← 金嘴狄翁

演说集

§11.60-11.66

海伦婚姻的证据与阿伽门农的开战动机

狄翁论证海伦与帕里斯的结合必为合法的明媒正娶,其证据在于无人追赶且携有财物与埃特拉;接着他阐明了阿伽门农如何煽动求婚者发起远征,以及特洛伊人为何理直气壮地抵抗这一不公的索求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.60

ὁ δὲ Ἀλέξανδρος ἀδεῶς καὶ μετὰ τοσαύτης ἐξουσίας ἔπραττε τὸ πρᾶγμα, ὥστε οὐκ ἦν ἱκανὸν αὐτῷ τὴν γυναῖκα ἀπαγαγεῖν, ἀλλὰ καὶ τὰ χρήματα προσεπέθετο — καὶ μηδὲ ἐπαναχθῆναι μηδένα αὐτῷ,1 μήτε τῶν τοῦ Μενελάου μήτε τῶν τοῦ Τυνδάρεω μήτε τοὺς ἀδελφοὺς τῆς Ἑλένης, καὶ ταῦτα νεῶν οὐσῶν ἐν τῇ Λακωνικῇ, ἔτι δὲ πρότερον πεζῇ ἀπὸ Σπάρτης ἐπὶ θάλατταν κατιόντων, παραχρῆμα, ὡς εἰκός, περιβοήτου γενομένης τῆς ἁρπαγῆς; καὶ οὕτω μὲν οὐ δυνατὸν2 ἐλθεῖν Ἑλένην μετὰ Ἀλεξάνδρου· γάμῳ δὲ παρʼ ἑκόντων δοθεῖσαν τῶν οἰκείων.

难道亚历山大行事竟如此肆无忌惮、拥有如此大的特权,以至于带走那妇人尚不足够,反而连财物也一并掠走——而在拉科尼亚尚有船只,且此前他们正徒步从斯巴达下至海边,劫掠之事正如理所当然的那样立刻传扬开来之际,墨涅拉奥斯的亲族、廷达瑞俄斯的亲族、海伦的兄弟们,竟无一人驾船出海追赶他?因此,海伦绝不可能是在这般情形下跟随亚历山大而来的,而是由她的家人心甘情愿通过明媒正娶给予他的。

§11.61

οὕτω γὰρ εὔλογον ἦν τήν τε Αἴθραν ἀφικέσθαι μετʼ αὐτῆς καὶ τὰ χρήματα κομισθῆναι. οὐδὲν γὰρ τούτων ἁρπαγῆς, ἀλλὰ πολὺ μᾶλλον γάμου σημεῖόν ἐστιν. ἐπεὶ δέ, ὡς ἔφην, γαμήσας ὁ Ἀλέξανδρος ἀπηλλάγη μετʼ αὐτῆς, ὅ τε Μενέλαος ἠνιᾶτο τῆς μνηστείας ἀποτυχὼν καὶ τὸν ἀδελφὸν ᾐτιᾶτο, καὶ ἔφη προδοθῆναι ὑπʼ αὐτοῦ, ὅ τε Ἀγαμέμνων ἐκείνου μὲν ἧττον ἐφρόντιζε, τὸν Ἀλέξανδρον δὲ ἐφοβεῖτο καὶ ὑπώπτευε μήποτε ἀντιποιήσηται τῶν ἐν τῇ Ἑλλάδι πραγμάτων,3 προσηκόντων αὐτῷ διὰ τὸν γάμον. οὕτω δὴ καὶ τοὺς ἄλλους συγκαλεῖ τοὺς μνηστῆρας τῆς Ἑλένης, καὶ ἔφη ὑβρισθῆναι αὐτοὺς ἅπαντας, καὶ τὴν Ἑλλάδα καταφρονηθῆναι, καὶ τὴν ἀρίστην γυναῖκα οἴχεσθαι εἰς τοὺς βαρβάρους ἐκδοθεῖσαν, ὡς οὐδενὸς ὄντος ἀξίου παρʼ αὐτοῖς.

因为唯有如此解释,埃特拉随她一同前去以及财物被运送之事才合情合理。因为这些完全不是劫掠的迹象,反而远更是婚姻的凭证。正如我所言,当亚历山大明媒正娶并与她离去后,墨涅拉奥斯因求婚失败而痛苦万分,责怪其兄,并声称自己遭到了他的背叛;阿伽门农倒不太在意其弟,反倒畏惧亚历山大,怀疑他日后是否会争夺因这门婚事而归属于自己的希腊本土事务。于是他召集了海伦的其他求婚者,声称他们全体遭到了侮辱,希腊受到了蔑视,天下最优秀的女子已被送给外邦人而离去,仿佛希腊人中无一人配得上她似的。

§11.63

ταῦτα λέγων τὸν μὲν Τυνδάρεων παρῃτεῖτο καὶ συγγνώμην ἔχειν ἐκέλευε· παραλογισθῆναι γὰρ αὐτὸν ὑπὸ δώρων· τὸν δὲ Ἀλέξανδρον αἴτιον ἁπάντων ἀπέφαινε καὶ τὸν Πρίαμον· καὶ παρεκάλει συστρατεύειν ἐπὶ τὴν Τροίαν· πολλὰς γὰρ ἐλπίδας ἔχειν αἱρήσειν αὐτὴν συναραμένων ἁπάντων. γενομένου δὲ τούτου πολλὰ χρήματα διαρπάσειν αὐτοὺς καὶ χώρας κρατήσειν τῆς ἀρίστης. εἶναι γὰρ τὴν μὲν πόλιν πλουσιωτάτην ἁπασῶν, τοὺς δὲ ἀνθρώπους ὑπὸ τρυφῆς διεφθαρμένους· ἔχειν δὲ καὶ συγγενεῖς πολλοὺς ἐν τῇ Ἀσίᾳ τοὺς ἀπὸ Πέλοπος, οἳ συμπράξουσιν αὐτῷ, μισοῦντες τὸν Πρίαμον.

阿伽门农一边说着这些,一边为廷达瑞俄斯开脱,促请众人予以宽恕,说他是被礼物所蒙骗;但他指称亚历山大与普里阿摩斯才是一切的罪魁祸首,并号召大家联合征伐特洛伊,说若全体协力,便极有希望攻克该城。一旦成事,他们将掳掠大量财富并霸占最肥沃的土地。因为那座城池乃是全天下最富庶的,而其民众已因奢靡而堕落腐化;加之他在亚洲还有许多珀罗普斯的后裔宗亲,他们因痛恨普里阿摩斯而会与他联手协作。

§11.64

ταῦτα δὴ ἀκούοντες, οἱ μέν τινες ὠργίζοντο καὶ ἀτιμίαν τῷ ὄντι ἐνόμιζον τῆς Ἑλλάδος τὸ γεγονός, οἱ δέ τινες ἤλπιζον ὠφεληθήσεσθαι ἀπὸ τῆς στρατείας· δόξα γὰρ ἦν τῶν ἐν τῇ Ἀσίᾳ πραγμάτων ὡς μεγάλων καὶ πλούτου ὑπερβάλλοντος. εἰ μὲν οὖν ἡττήθησαν ὑπὸ τοῦ Μενελάου μνηστεύοντες τὴν Ἑλένην, οὐκ ἂν ἐφρόντισαν, ἀλλὰ τοὐναντίον ἐφήδεσθαι ἔμελλον αὐτῷ· νῦν δὲ τὸν Ἀλέξανδρον ἐμίσουν ἅπαντες, αὐτὸς ἕκαστος ἡγούμενος ἀφῃρῆσθαι τοῦ γάμου. οὕτω δὲ τῆς στρατείας γενομένης, πέμψας ὁ Ἀγαμέμνων ἀπῄτει τὴν Ἑλένην· προσήκειν γὰρ αὐτὴν Ἑλληνίδα οὖσαν γαμηθῆναί τινι τῶν Ἑλλήνων.

听闻此言,有些人勃然大怒,认定所发生之事确是希腊的奇耻大辱,另一些人则指望能从远征中获利;因为传闻中亚洲的事物宏大无比,财富无量。假若他们在向海伦求婚时是败给了墨涅拉奥斯,本不会在意,反而原本会对墨涅拉奥斯幸灾乐祸;但如今人人都痛恨亚历山大,每个人都认为是他剥夺了自己的婚事。于是远征就此发起,阿伽门农派遣使者索要海伦,理由是她既为希腊女子,理当嫁给希腊人中的某一位。

§11.65

ταῦτα δὲ ἀκούσαντες οἱ Τρῶες ἠγανάκτουν καὶ ὁ Πρίαμος καὶ πάντων μάλιστα ὁ Ἕκτωρ, ὅτι νόμῳ τοῦ Ἀλεξάνδρου λαβόντος παρὰ τοῦ πατρός, καὶ τῆς Ἑλένης βουλομένης ἐκείνῳ συνοικεῖν, οἱ δὲ οὕτως ἀναίσχυντον ἐτόλμων λέγειν λόγον· καὶ ἔφασαν γιγνώσκειν ὅτι ζητοῖεν πολέμου πρόφασιν· αὐτοὶ δὲ μὴ ἄρχειν πολέμου, κρείττους ὄντες, ἀμύνεσθαι δὲ ἐπιχειροῦντας. καὶ διὰ ταῦτα ὑπέμενον οἱ Τρῶες πολὺν χρόνον πολεμούμενοι καὶ πολλὰ πάσχοντες, οὐχ ὅσα Ὅμηρός φησιν, ὅμως δὲ καὶ τῆς γῆς αὐτῶν φθειρομένης καὶ πολλῶν ἀποθνῃσκόντων ἀνθρώπων, ὅτι ἠπίσταντο ἀδικοῦντας τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀλέξανδρον οὐθὲν ἄτοπον πράξαντα.

特洛伊人闻讯十分愤慨,普里阿摩斯以及众人中最甚的赫克托耳也是如此,因为亚历山大乃是依法从她父亲手中迎娶,且海伦自愿与他同住,而希腊人竟敢口出如此厚颜无耻之辞;他们声称看破了希腊人是在寻找战争的借口;特洛伊人自认更为强盛,虽不会挑起战争,却会抵御进犯者。正因如此,特洛伊人即便长期遭受战争与苦难——虽不及荷马所言的那般夸张,但土地遭到蹂躏、许多人丧命依然是事实——仍旧坚持隐忍,皆因他们深知是阿开奥斯人理亏,而亚历山大并未做出任何不轨之举。

§11.66

εἰ δὲ μή, τίς ἂν ἠνέσχετο αὐτῶν ἢ τῶν ἀδελφῶν ἢ ὁ πατὴρ τῶν ἄλλων πολιτῶν ἀπολλυμένων καὶ πάσης κινδυνευούσης ἀναστάτου γενέσθαι τῆς πόλεως διὰ τὴν ἐκείνου παρανομίαν, ἐξὸν ἀποδόντας τὴν Ἑλένην σῶσαι αὑτούς;4 οἱ δὲ καὶ ὕστερον, ὥς φασιν, Ἀλεξάνδρου ἀποθανόντος, κατεῖχον αὐτὴν καὶ Δηιφόβῳ συνῴκιζον, ὡς μέγιστον ἀγαθὸν ἔχοντες ἐν τῇ πόλει καὶ φοβούμενοι μὴ καταλίποι αὑτούς.

否则,在能够交出海伦便可自保的情况下,眼见其他公民纷纷丧命、整座城池因他一人的违法乱纪而面临倾覆之险,他们之中、他的兄弟们或他的父亲,又有谁能够容忍?甚至在后来,正如他们所说,亚历山大死后,他们依然留住海伦并让她改嫁德伊福玻斯,将其视为城中最宝贵的福祉,生怕她舍弃他们而去。

语法注4 条
  1. 11.60καὶ μηδὲ ἐπαναχθῆναι μηδένα αὐτῷ

    不定词 ἐπαναχθῆναι 在句法上延续了由 ὥστε 引导的结果从句(或承接前文的反问语气构成感叹性不定词),表达“竟然无一人出海追赶他”的荒谬性。其后的 μήτε ... μήτε ... μήτε 则进一步具体列举作为 μηδένα 同位成分的属格与宾格短语。

  2. 11.60καὶ οὕτω μὲν οὐ δυνατὸν

    否定副词 οὐ 根据文意及后文 γάμῳ δέ 的对照,解作“以这种方式(即劫掠)前来是不可能的”。在 γάμῳ δέ 引导的对立从句中,需补充省略的谓语概念(如“而是通过婚姻被给予”)。

  3. 11.62ἀντιποιήσηται τῶν ἐν τῇ Ἑλλάδι πραγμάτων

    中动相动词 ἀντιποιέομαι 支配属格宾语(τῶν ... πραγμάτων),意为“主张对……的所有权”或“争夺”。其后的分词 προσηκόντων 在性和数上与该属格名词同格修饰,意指“因这场婚姻而在法理上归属于他的希腊政务/霸权”。

  4. 11.66ἐξὸν ἀποδόντας τὴν Ἑλένην σῶσαι αὑτούς

    ἐξόν 是非人称动词 ἔξεστι 的中性单数宾格分词,构成“宾格绝对结构”(accusative absolute),表示让步转折:“在原本完全可以通过……来拯救自己的情况下”。分词 ἀποδόντας 采用宾格,作为不定词 σῶσαι 在该结构中的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.60-11.66