← 金嘴狄翁

演说集

§11.54-11.59

关于海伦诱拐与传统神话矛盾的反驳

说话者逐一指责传统神话叙事中的荒谬与自相矛盾之处,质疑帕里斯诱拐海伦、特洛伊王室的纵容态度、赫拉克勒斯早先洗劫特洛伊的传说以及海伦轻易私奔等情节。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.54

σκόπει δέ, ἔφη, τὴν εὐήθειαν τοῦ ἐναντίου λόγου, εἴ σοι δοκεῖ δυνατὸν εἶναι πρῶτον μὲν ἐρασθῆναί τινα γυναικός, ἣν οὐπώποτε εἶδεν· ἔπειτα καὶ πεῖσαι καταλιποῦσαν τὸν ἄνδρα καὶ τὴν πατρίδα καὶ πάντας τοὺς ἀναγκαίους, ἔτι δὲ οἶμαι θυγατρίου γεγονυῖαν μητέρα, συνακολουθῆσαι ἀνδρὶ ἀλλοφύλῳ. διὰ ταύτην γὰρ τὴν ἀλογίαν συνέπλασαν τὸν περὶ τῆς Ἀφροδίτης μῦθον πολὺ τούτων ἀποπληκτότερον.

“你且想想,”他说,“那相反的说辞是何等愚蠢。你是否认为真有可能:首先,一个人竟会爱上一个他从未见过的女子;其次,竟能说服她抛弃丈夫、祖国以及所有亲人,况且据我想来她还是个幼女的母亲,却跟随一个异族男子私奔?正是因为这种荒谬悖理,他们才编造出关于阿佛洛狄忒的神话,其荒诞程度远甚于这些。

§11.55

εἰ δὲ ὁ Ἀλέξανδρος ἐνεθυμήθη, πῶς ὅ τε πατὴρ ἐπέτρεψεν οὐκ ὢν ἀνόητος, ἀλλὰ καὶ σφόδρα δοκῶν νοῦν ἔχειν, ἥ τε μήτηρ; πῶς δὲ εἰκὸς τὸν Ἕκτορα ὕστερον μὲν ὀνειδίζειν καὶ λοιδορεῖσθαι αὐτῷ περὶ τῆς ἁρπαγῆς, ὥς φησιν Ὅμηρος· λέγει γὰρ οὕτως· "Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά, αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι.1 οὐ γάρ τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτʼ ἐν κονίῃσι μιγείης· "

倘若亚历山大真动了这般心思,他的父亲并非蠢人,反而被普遍认为极有见识,还有他的母亲,又怎会容许此事?再者,赫克托耳后来因这次劫掠而责难并辱骂他,正如荷马所说,这怎么合乎情理呢?因为荷马是这样说的: ‘灾祸般的帕里斯,容貌绝顶,沉溺女色,巧言骗子,但愿你从未出生,或未娶妻便已丧命!当你与尘土混杂时,你的竖琴、阿佛洛狄忒的恩赐、你的秀发与俊貌都将无济于事。’

§11.56

ἐξ ἀρχῆς δὲ πράττοντι συγχωρῆσαι ταῦτα; ὅ τε Ἕλενος πῶς οὐ προέλεγε μάντις ὤν, ἥ τε Κασσάνδρα θεοφορουμένη, πρὸς δὲ τούτοις ὁ Ἀντήνωρ δοκῶν φρονεῖν, ἀλλʼ ὕστερον ἠγανάκτουν καὶ ἐπέπληττον ἐπὶ πεπραγμένοις, ἐξὸν ἀφʼ ἑστίας κωλύειν;2 ἵνα δὲ εἰδῇς τὴν ὑπερβολὴν τῆς ἠλιθιότητος καὶ ὡς τὰ ψευδῆ ἀλλήλοις μάχεται· λέγουσι γὰρ ὡς πρὸ ὀλίγων ἐτῶν Ἡρακλῆς πεπορθήκει τὴν πόλιν διὰ μικρὰν πρόφασιν, ὀργισθεὶς ὑπὲρ ἵππων, ὅτι ὑποσχόμενος αὐτῷ δώσειν ὁ Λαομέδων ψεύσαιτο.

难道从一开始〔帕里斯〕行动之际,赫克托耳就赞同此事吗?身为预言者的海勒诺斯,或受神附体的卡珊德拉,以及被认为明智的安忒诺尔,为何不曾事先警告,反倒在事成之后才愤懑斥责,而他们原本从一开始就能加以阻止?为了让你明白这种愚蠢的极度荒唐,以及谎言之间如何自相矛盾:因为他们说,就在几年前,赫拉克勒斯仅因一个微不足道的借口洗劫了这座城池,起因是为战马而恼怒,因为拉俄墨冬曾许诺赠马却食言了。”

§11.57

καὶ ἐγὼ ἀνεμνήσθην τῶν ἐπῶν, ἐν οἷς ταῦτά φησιν· "ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς." οὔκουν, εἶπεν, οὐδὲ τοῦτο ἀληθὲς λέγουσι. πῶς γὰρ ἐν ὀλίγῳ χρόνῳ πόλις ἁλοῦσα καὶ ἐρημωθεῖσα τοσαύτην ἐπίδοσιν ἔσχεν ὡς μεγίστην γενέσθαι τῶν κατὰ τὴν Ἀσίαν; πῶς δὲ ὁ μὲν Ἡρακλῆς σὺν ἓξ ναυσὶν εἷλεν ἐκ πολλοῦ ἀπόρθητον οὖσαν, οἱ δὲ Ἀχαιοὶ μετὰ νεῶν χιλίων καὶ διακοσίων ἐλθόντες οὐκ ἐδύναντο ἑλεῖν; ἢ πῶς τὸν Πρίαμον εἴασε βασιλεύειν ὁ Ἡρακλῆς, ἀποκτείνας αὐτοῦ τὸν πατέρα, ὡς πάντων ἐχθρότατον, ἀλλʼ οὐκ ἄλλον τινὰ ἀπέδειξεν ἄρχοντα τῆς χώρας;

我便想起了荷马记述此事的诗句: “他昔日因拉俄墨冬的战马来此,仅凭六艘战船与较少的兵力,便荡平了伊利昂城,令其街道荒芜。” “绝非如此,”他说,“关于这一点他们说的也不是真话。因为一座被攻陷且荒芜的城池,怎能在短时间内发展到成为亚洲诸城中最庞大的一座?赫拉克勒斯凭六艘船便攻下了久未被破的城池,而阿开奥斯人携一千二百艘船前来却无法攻取,这又怎能说得通?或者说,赫拉克勒斯杀了普里阿摩斯的父亲——作为天下最可恨的死敌,又怎会容许普里阿摩斯继续为王,而不另立他人统治这片土地?

§11.58

εἰ δʼ ἦν οὕτως ὥς φασι, πῶς οὐκ ἔφριττον οἱ Τρῶες καὶ ὁ Πρίαμος τὴν πρὸς τοὺς Ἕλληνας ἔχθραν, εἰδότες ὅτι καὶ πρότερον οὐδὲν τηλικοῦτον ἐξαμαρτόντες ἀπώλοντο καὶ ἀνάστατοι ἐγένοντο, καὶ πολλοὶ μνημονεύοντες τὴν ἅλωσιν μηδὲν τούτων ἐννοῆσαι μηδὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν;3τίνα δὲ τρόπον ἀφικόμενος εἰς τὴν Ἑλλάδα συνῆν τῇ Ἑλένῃ καὶ διελέγετο καὶ τελευτῶν ἀνέπεισεν αὐτήν φυγεῖν, μήτε γονέων μήτε πατρίδος μήτε ἀνδρὸς ἢ θυγατρὸς μήτε τῆς παρὰ τοῖς Ἕλλησι φήμης φροντίσασαν, ἀλλὰ μηδὲ τοὺς ἀδελφοὺς φοβηθεῖσαν περιόντας, οἳ πρότερον αὐτὴν ἀφείλοντο Θησέως καὶ οὐ περιεῖδον ἁρπασθεῖσαν;

假若真如他们所言,特洛伊人与普里阿摩斯又怎会不惧怕与希腊人为敌?他们明知此前并未犯下任何这等大罪便遭毁灭与驱逐,且许多人尚且记得当年的破城之灾,为何他们之中竟无一人考虑及此,也无人阻止亚历山大?亚历山大抵达希腊后,又是以何种方式与海伦朝夕相处、攀谈,最终说服她私奔?她既不顾父母、祖国、丈夫、女儿,也不顾在希腊人中的声誉,甚至不怕尚在人世的兄长们——他们此前曾从忒修斯手中救回她,未曾对她的被劫坐视不管!

§11.59

τοῦτο μὲν γὰρ παρόντα τὸν Μενέλαον πῶς ταῦτα ἔλαθε γιγνόμενα; τοῦτο δὲ4 ἀπόντος ἀνδρὸς γυναῖκα εἰς ὁμιλίαν ἀφικνεῖσθαι ξένῳ ἀνδρὶ πῶς εἰκός μηδὲ τῶν ἄλλων μηδένα αἰσθέσθαι τὴν ἐπιβουλὴν ἢ αἰσθομένους κρύψαι, προσέτι δὲ τὴν Αἴθραν τὴν τοῦ Θησέως μητέρα συναπᾶραι αὐτῇ αἰχμάλωτον οὖσαν; — οὐ γὰρ ἱκανὸν ἦν Πιτθέως θυγατέρα οὖσαν ἐν Σπάρτῃ δουλεύειν, ἀλλʼ ᾑρεῖτο ἀκολουθεῖν εἰς Τροίαν,

因为一方面,若墨涅拉奥斯在场,发生这些事怎能避过他的耳目?另一方面,若丈夫不在家,一个妇人怎能合理地去与异国男子私密交往,且其余之人竟无一人察觉此阴谋,抑或察觉了却知情不报?况且忒修斯的母亲埃特拉作为俘虏,竟也随她一同起航!——难道身为庇透斯的女儿,在斯巴达为奴尚且不够,反而甘愿随之去往特洛伊,

语法注4 条
  1. 11.55αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι

    由 αἴθε + ὤφελον(此处为史诗/诗歌去增首形 ὄφελες)搭配不定式(ἔμεναι 和 ἀπολέσθαι)构成的与事实相反的愿望句,意为“但愿你未曾出生,或未娶妻便已丧命”。

  2. 11.56ἐξὸν ἀφʼ ἑστίας κωλύειν

    ἐξόν 为无人称动词 ἔξεστι 的绝对宾格分词,起让步副词性作用(“原本能够……”)。习语 ἀφʼ ἑστίας(字面为“自灶台起”)意为“从一开始 / 自源头”。

  3. 11.58καὶ πολλοὶ μνημονεύοντες τὴν ἅλωσιν μηδὲν τούτων ἐννοῆσαι μηδὲ κωλῦσαι τὸν Ἀλέξανδρον μηδένα αὐτῶν;

    紧接前文人称构造 πῶς οὐκ ἔφριττον ... εἰδότες ... 之后,句式转向不定式 ἐννοῆσαι 与 κωλῦσαι。这是受疑问词 πῶς 的责问语气所驱动的感叹/修辞性不定式(或承前省略了 πῶς εἰκός 之类的结构);尽管前面有主格分词 πολλοὶ μνημονεύοντες,不定式 κωλῦσαι 的逻辑主语却是由后置宾格 μηδένα αὐτῶν 承担。

  4. 11.59τοῦτο μὲν γὰρ παρόντα τὸν Μενέλαον πῶς ταῦτα ἔλαθε γιγνόμενα; τοῦτο δὲ

    相关副词短语 τοῦτο μέν ... τοῦτο δέ ...(“一方面……另一方面……”)对比了两种非此即彼的假设情况(墨涅拉奥斯在场对不在场)。ἔλαθε γιγνόμενα 则是 λανθάνω 搭配分词的经典用法,意为“(发生某事而)避过了注意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.54-11.59