- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.48-11.53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕里斯依凭丰厚财势与高贵血统作为正式求婚者前往斯巴达,廷达柔斯为免希腊内部倾轧并结盟亚洲权贵,决定将海伦正当地许配给他。
ὡς δὲ ἐκεῖνος ἔφη, καὶ τὴν Ἰὼ ἀφικέσθαι ἐκδοθεῖσαν εἰς Αἴγυπτον, ἀλλὰ μὴ βοῦν γενομένην οὕτως οἰστρήσασαν ἐλθεῖν. οὕτως δὲ ἔθους ὄντος ἐκδιδόναι καὶ λαμβάνειν γυναῖκας παρʼ ἀλλήλων καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς ἐνδοξοτάτοις,1 καὶ τὸν Ἀλέξανδρον ἀφικέσθαι κατὰ μνηστείαν ἔφη, πιστεύοντα τῇ δυνάμει τοῦ πατρός, σχεδόν τι βασιλεύοντος τῆς Ἀσίας ἁπάσης, καὶ οὐδὲ πολὺ τῆς Τροίας ἀπεχούσης, ἄλλως τε καὶ τῶν Πελοπιδῶν ἤδη δυναστευόντων ἐν τῇ Ἑλλάδι καὶ πολλῆς ἐπιμιξίας γενομένης.
正如他所说,伊俄也是作为出嫁的新娘来到埃及的,绝非变成了母牛受牛虻驱赶而至。他说,由于即使相隔最远的人与最显赫的人之间相互嫁娶女子也是惯常之俗,亚历山大也是为了求婚而来,依仗着其父统领几近全亚洲的权势,且特洛伊距此并不遥远,加之珀罗普斯的后裔已在希腊称霸,双方交往十分频繁。
ἐλθόντα δὲ μετὰ πολλοῦ πλούτου καὶ παρασκευῆς ὡς ἐπὶ μνηστείαν, καὶ διαφέροντα κάλλει, εἰς λόγους αὐτὸν καταστῆναι Τυνδάρεῴ τε καὶ τοῖς ἀδελφοῖς τῆς Ἑλένης, λέγοντα περὶ τῆς ἀρχῆς τῆς Πριάμου καὶ τῶν χρημάτων τοῦ πλήθους καὶ τῆς ἄλλης δυνάμεως, καὶ ὅτι αὑτοῦ γίγνοιτο ἡ βασιλεία· τὸν δὲ Μενέλαον ἰδιώτην ἔφη εἶναι· τοῖς γὰρ Ἀγαμέμνονος παισίν, ἀλλʼ οὐκ ἐκείνῳ τὴν ἀρχὴν προσήκειν· καὶ ὡς θεοφιλὴς εἴη καὶ ὡς ἡ Ἀφροδίτη αὐτῷ ὑπόσχοιτο τὸν ἄριστον γάμον τῶν ἐν ἀνθρώποις· αὐτὸς οὖν προκρῖναι τὴν ἐκείνου θυγατέρα, ἐξὸν αὐτῷ λαβεῖν2 ἐκ τῆς Ἀσίας τινά, εἰ βούλοιτο, εἴτε τοῦ Αἰγυπτίων βασιλέως εἴτε τοῦ Ἰνδῶν.
他带着巨额财富和求婚的齐备排场而来,相貌出众,便与廷达柔斯及海伦的兄弟们交涉,述及普里阿摩斯的统治权、其庞大的资财与其他权势,并说明王位将归其所有;至于墨涅拉奥斯,他说只是一介平民,因为统治权属于阿伽门农的子嗣,而非属于墨涅拉奥斯。他还表明自己深受神明喜爱,阿佛洛狄忒曾许诺赐予他人间最美好的婚姻;因此,尽管只要他愿意,本可以在亚洲娶妻,无论是娶埃及之王还是印度之王的女儿,他却偏偏选中了廷达柔斯的女儿。
τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἔλεγεν αὐτὸς ἄρχειν ἀρξάμενος ἀπὸ Τροίας μέχρι Αἰθιοπίας· καὶ γὰρ Αἰθιόπων βασιλεύειν τὸν αὑτοῦ ἀνεψιὸν Μέμνονα, ἐκ Τιθωνοῦ ὄντα τοῦ Πριάμου ἀδελφοῦ. καὶ ἄλλα πολλὰ ἔλεγεν ἐπαγωγά, καὶ δῶρα ἐδίδου τῇ τε Λήδᾳ καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ὅσα οὐδὲ ξύμπαντες οἱ Ἕλληνες ἐδύναντο. ἔφη δὲ καὶ ξυγγενὴς εἶναι τῆς Ἑλένης καὶ αὐτός· ἀπὸ γὰρ Διὸς εἶναι τὸν Πρίαμον· πυνθάνεσθαι δὲ κἀκείνους καὶ τὴν ἀδελφὴν αὐτῶν Διὸς ὄντας. τῷ δὲ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ μὴ προσήκειν ὀνειδίζειν αὐτῷ τὴν πατρίδα· καὶ γὰρ αὐτοὺς εἶναι Φρύγας ἀπὸ Σιπύλου. πολὺ δὴ κρεῖττον τοῖς βασιλεῦσι κηδεύειν τῆς Ἀσίας ἢ τοῖς ἐκεῖθεν μετανάσταις. καὶ γὰρ Λαομέδοντα Τελαμῶνι δοῦναι τὴν ἑαυτοῦ θυγατέρα Ἡσιόνην· ἐλθεῖν γὰρ αὐτὸν εἰς Τροίαν μνηστῆρα, ἄγειν δὲ καὶ τὸν Ἡρακλέα φίλον ὄντα καὶ ξένον Λαομέδοντι.
因为他说,从特洛伊直至埃塞俄比亚的所有其他土地都由他自己统治;事实上,统治埃塞俄比亚人的正是其堂兄门农,即普里阿摩斯之弟提托诺斯的儿子。他还讲了许多引诱人心的话,并向勒达及其他亲属赠送了甚至全希腊人合在一起都拿不出的礼物。他还声称自己也是海伦的亲戚,因为普里阿摩斯出自宙斯后裔,而他得知他们〔兄弟〕与其妹也是宙斯的子嗣。阿伽门农与墨涅拉奥斯绝无理由拿出身之地来羞辱他,因为他们自己也是来自西皮洛斯的弗里吉亚人。与亚洲的君王联姻,远胜于同来自那里的流亡移居者结亲。事实上,拉俄墨冬也曾将自己的女儿赫西俄涅许配给忒拉蒙,因忒拉蒙作为求婚者来到特洛伊,并带来了拉俄墨冬的朋友兼客主赫拉克勒斯。
πρὸς οὖν ταῦτα ὁ Τυνδάρεως ἐβουλεύετο μετὰ τῶν παίδων. καὶ ἐδόκει αὐτοῖς σκοποῦσιν οὐ χεῖρον εἶναι προσλαβεῖν τοὺς ἐκ τῆς Ἀσίας βασιλέας. τὴν μὲν γὰρ Πελοπιδῶν οἰκίαν ἔχειν Κλυταιμνήστραν συνοικοῦσαν Ἀγαμέμνονι· λοιπὸν δέ, εἰ Πριάμῳ κηδεύσειαν, καὶ τῶν ἐκεῖ πραγμάτων κρατεῖν καὶ μηδένα αὐτοὺς κωλύειν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ἄρχειν ἁπάσης. πρὸς δὲ ταῦτα ἠγωνίζετο μὲν ὁ Ἀγαμέμνων, ἡττᾶτο δὲ τοῖς δικαίοις.
面对这些,廷达柔斯便与儿子们商议。在他们审视之下,拉拢亚洲的君王似乎不失为更好的选择:因为珀罗普斯一脉已有克吕泰涅斯特拉与阿伽门农共同生活;其余之事,如果他们再与普里阿摩斯联姻,便能执掌那里的权势,再无人能阻挡他们统治全亚洲与欧洲。对此阿伽门农竭力争辩,却在理据上败下阵来。
ἔφη γὰρ ὁ Τυνδάρεως ἱκανὸν εἶναι αὐτῷ κηδεύσαντι·3 καὶ ἅμα ἐδίδασκεν ὅτι οὐδὲ συμφέροι τὸν ἀδελφὸν αὐτοῦ τυγχάνειν τῶν· οὕτω γὰρ μᾶλλον ἐπιβουλεύσειν· οὐδὲ γὰρ Ἀτρεῖ Θυέστην εὔνουν γενέσθαι. μάλιστα δʼ ἔπειθε λέγων ὅτι οὐκ ἀνέξονται οἱ ἄλλοι μνηστῆρες τῶν Ἑλλήνων ἀποτυχόντες, οὔτε Διομήδης οὔτε Ἀντίλοχος οὔτε Ἀχιλλεύς, ἀλλὰ πολεμήσουσι· καὶ ὅτι κινδυνεύσει τοὺς δυνατωτάτους ποιῆσαι τῶν Ἑλλήνων πολεμίους.
因为廷达柔斯说,阿伽门农本人已经结亲便已足够;同时指出,他的弟弟得到这一桩婚事对阿伽门农也毫无益处,因为这样只会招致弟弟更多的图谋,正如堤厄斯忒斯对阿特柔斯也毫无善意一样。而他最有力的说辞则是:其他希腊求婚者一旦落选决不会容忍——无论是狄奥墨得斯、安提洛科斯还是阿喀琉斯——反而会发动战争,阿伽门农将冒着把希腊最强者树为仇敌的危险。
κρεῖττον οὖν εἶναι μὴ καταλιπεῖν ἀρχὴν πολέμου καὶ στάσεως ἐν τοῖς Ἕλλησι. τὸν δὲ ἄχθεσθαι μέν, οὐκ ἔχειν δὲ ὅπως κωλύσῃ τὸν Τυνδάρεων· κύριον γὰρ εἶναι τῆς αὑτοῦ θυγατρός· καὶ ἅμα φοβεῖσθαι τοὺς παῖδας αὐτοῦ. καὶ οὕτως δὴ λαβεῖν Ἀλέξανδρον τὴν Ἑλένην ἐκ τοῦ δικαίου, πείσαντα τοὺς γονεῖς αὐτῆς καὶ τοὺς ἀδελφούς, καὶ ἀφικέσθαι ἄγοντα μετὰ πολλοῦ ζήλου καὶ χαρᾶς· καὶ τόν τε Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἅπαντας ἥδεσθαι τῷ γάμῳ, καὶ τὴν Ἑλένην ὑποδέχεσθαι μετὰ θυσιῶν καὶ εὐχῶν.
因此,不给希腊人留下战争与内讧的由头才是更好的选择。阿伽门农虽感恼恨,却无法阻止廷达柔斯,因为廷达柔斯对自己女儿拥有全权,同时阿伽门农又惧怕他的儿子们。就这样,亚历山大在说服了海伦的父母与兄弟之后,合情合理地迎娶了海伦,带着极大的荣耀与欢欣率她归来;普里阿摩斯、赫克托耳及所有其他人皆为这门婚事欢欣鼓舞,并以祭祀与祈祷迎纳了海伦。
- 11.48καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς ἐνδοξοτάτοις
此处的宾格短语 τοὺς πλεῖστον ἀπέχοντας 用作属格独立结构 ἔθους ὄντος 下不定式 ἐκδιδόναι καὶ λαμβάνειν 的主语,与格 τοῖς ἐνδοξοτάτοις 则表示通婚的对象,说明即便是相距极远之人,只要门第最显赫也可相互结亲。
- 11.49ἐξὸν αὐτῷ λαβεῖν
非人称动词 ἔξεστι 的分词所构成的宾格独立结构,在此处表达让步含义,即“尽管他本可以娶……”。
- 11.52ἱκανὸν εἶναι αὐτῷ κηδεύσαντι
表语形容词 ἱκανόν 与与格短语 αὐτῷ κηδεύσαντι 连用,表明阿伽门农自身既然已经通过娶克吕泰涅斯特拉结成了姻亲,这对他而言就已经足够了。
