← 金嘴狄翁

演说集

§11.40-11.47

诗歌的惑溺与海伦被掳的真相

叙述者转述埃及祭司的观点,指出希腊人如何被悦耳的诗歌所蒙蔽,并叙述了关于海伦被掳以及阿伽门农等人联姻的真实传闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.40

οὕτως δέ, ἔφη, γελοίως ἀπὸ τούτων διάκεισθε ὑμεῖς ὥστε ποιητὴν ἕτερον Ὁμήρῳ πεισθέντα καὶ ταὐτὰ πάντα ποιήσαντα περὶ Ἑλένης, Στησίχορον, ὡς οἶμαι, τυφλωθῆναί φατε ὑπὸ τῆς Ἑλένης, ὡς ψευσάμενον, αὖθις δὲ ἀναβλέψαι τἀναντία ποιήσαντα.

“你们因这些事情所处的状态是如此可笑,”他说,“以至于你们竟然宣称,另一位相信了荷马并在关于海伦的事上写下完全相同内容的诗人——我想大概是斯忒西霍罗斯——因撒谎而被海伦弄瞎了双眼,直到他作了相反的诗歌才重见光明。

§11.41

καὶ ταῦτα λέγοντες οὐδὲν ἧττον ἀληθῆ φασιν εἶναι τὴν Ὁμήρου ποίησιν1 καὶ ἀκούοντες τὸν μὲν Στησίχορον ἐν τῇ ὕστερον ᾠδῇ λέγειν ὅτι τὸ παράπαν οὐδὲ πλεύσειεν ἡ Ἑλένη οὐδαμόσε, ἄλλους δέ τινας ὡς ἁρπασθείη μὲν Ἑλένη ὑπὸ τοῦ Ἀλεξάνδρου, δεῦρο δὲ παρʼ ἡμᾶς εἰς Αἴγυπτον ἀφίκοιτο καὶ τοῦ πράγματος οὕτως ἀμφισβητουμένου καὶ πολλὴν ἄγνοιαν ἔχοντος, οὐδὲ οὕτως ὑποπτεῦσαι δύνανται τὴν ἀπάτην.

他们嘴上这么说,却依然坚称荷马的诗作毫无减色地真实;而且他们听闻斯忒西霍罗斯在后来的颂诗中说海伦根本没有乘船去往任何地方,又听另一些人说海伦虽被亚历山大掳走,却来到了我们这里的埃及;尽管这件事情如此充满争议且疑团重重,即便如此,他们还是不能怀疑其中的骗局。”

§11.42

τούτου δὲ αἴτιον ἔφη εἶναι ὅτι φιλήκοοί εἰσιν οἱ Ἕλληνες· ἃ δʼ ἂν ἀκούσωσιν ἡδέως τινὸς λέγοντος, ταῦτα καὶ ἀληθῆ νομίζουσι, καὶ τοῖς μὲν ποιηταῖς ἐπιτρέπουσιν ὅ,τι ἂν θέλωσι ψεύδεσθαι καί φασιν ἐξεῖναι αὐτοῖς, ὅμως δὲ πιστεύουσιν οἷς ἂν ἐκεῖνοι λέγωσι, καὶ μάρτυρας αὐτοὺς ἐπάγονται ἐνίοτε περὶ ὧν ἀμφισβητοῦσι· παρὰ δὲ Αἰγυπτίοις μὴ ἐξεῖναι μηδὲν ἐμμέτρως λέγεσθαι μηδὲ εἶναι ποίησιν τὸ παράπαν· ἐπίστασθαι γὰρ ὅτι φάρμακον τοῦτο ἡδονῆς ἐστι πρὸς τὴν ἀκοήν. ὥσπερ οὖν οἱ διψῶντες οὐδὲν δέονται οἴνου, ἀλλʼ ἀπόχρη αὐτοῖς ὕδατος πιεῖν, οὕτως οἱ τἀληθῆ εἰδέναι θέλοντες οὐδὲν δέονται μέτρων, ἀλλʼ ἐξαρκεῖ αὐτοῖς ἁπλῶς ἀκοῦσαι.

他说,其原因在于希腊人乐于听奇闻:凡是他们乐于听某人讲述的,他们就认为这些也是真实的;他们一方面任由诗人们随意撒谎,宣称这是诗人的特权,但另一方面却依然相信诗人们所说的话,有时甚至就争议之事引他们为证人。但在埃及人中,绝不允许用韵文叙述任何事情,也根本不存在诗歌;因为他们知道这是专门针对听觉的取悦迷药。正如口渴之人完全不需要酒,而喝水就足够一样,那些想要获知真相的人也丝毫不需韵律,纯粹地聆听便足以满足。

§11.43

ἡ δὲ ποίησις ἀναπείθει τὰ ψευδῆ ἀκούειν ὥσπερ ὁ οἶνος πίνειν μάτην.2 ὡς οὖν ἤκουσα παρʼ ἐκείνου, πειράσομαι εἰπεῖν, προστιθεὶς ἐξ ὧν ἐδόκει μοι ἀληθῆ τὰ λεγόμενα. ἔφη γὰρ ἐν Σπάρτῃ γενέσθαι Τυνδάρεων σοφὸν ἄνδρα καὶ βασιλέα μέγιστον, τούτου δὲ καὶ Λήδας δύο θυγατέρας κατὰ ταὐτὸ ὥσπερ ἡμεῖς ὀνομάζομεν, Κλυταιμνήστρας καὶ Ἑλένην, καὶ δύο ἄρρενας παῖδας διδύμους καλοὺς καὶ μεγάλους καὶ πολὺ τῶν Ἑλλήνων ἀρίστους.

然而诗歌诱导人们去听信虚假之事,就如同酒催人徒然多饮一般。 因此,我将努力按照我从他那里听到的那样讲述出来,并补充上那些使我认为所说之事实在有理的根据。因为他说,在斯巴达曾有廷达柔斯其人,是一位贤哲且极伟大的君王;他与勒达生了两个女儿,与我们所称呼的一样,名叫克吕泰涅斯特拉和海伦,还有一对双生男孩,英俊高大,在希腊人中首屈一指。

§11.44

εἶναι δὲ τὴν Ἑλένην ἐπὶ κάλλει περιβόητον καὶ πολλοὺς μνηστῆρας αὐτῆς ἔτι σμικρᾶς παιδὸς οὔσης γενέσθαι καὶ ἁρπαγὴν ὑπὸ Θησέως βασιλέως ὄντος Ἀθηνῶν. τοὺς οὖν ἀδελφοὺς τῆς Ἑλένης εὐθέως ἐλθεῖν εἰς τὴν τοῦ Θησέως χώραν καὶ πορθῆσαι τὴν πόλιν καὶ κομίσασθαι τὴν ἀδελφήν. τὰς μὲν οὖν ἄλλας γυναῖκας ἀφιέναι λαβόντας· τὴν δὲ τοῦ Θησέως μητέρα αἰχμάλωτον ἄγειν, τιμωρουμένους αὐτόν· εἶναι γὰρ αὐτοὺς ἀξιομάχους πρὸς ἅπασαν τὴν Ἑλλάδα, καὶ καταστρέψασθαι ῥᾳδίως ἄν, εἰ ἐβούλοντο.

海伦因美貌而闻名遐迩,在她尚是幼女时便有了许多求婚者,并被雅典之王忒修斯掳走。海伦的兄弟们于是立刻进军忒修斯的国土,洗劫了该城并夺回了妹妹。他们抓获了其他妇女后便将她们释放,却把忒修斯的母亲掳为俘虏以惩罚忒修斯;因为他们足以匹敌全希腊,若有意愿,本可轻而易举地征服全境。

§11.45

εἶπον οὖν ὅτι καὶ παρʼ ἡμῖν ταῦτα λέγεται, καὶ προσέτι ὡς αὐτὸς ἑορακὼς εἴην ἐν Ὀλυμπίᾳ ἐν τῷ ὀπισθοδόμῳ τοῦ νεὼ τῆς Ἥρας ὑπόμνημα τῆς ἁρπαγῆς ἐκείνης ἐν τῇ ξυλίνῃ κιβωτῷ τῇ ἀνατεθείσῃ ὑπὸ Κυψέλου, τοὺς Διοσκόρους ἔχοντας τὴν Ἑλένην ἐπιβεβηκυῖαν τῇ κεφαλῇ τῆς Αἴθρας καὶ τῆς κόμης ἕλκουσαν,3 καὶ ἐπίγραμμα ἐπιγεγραμμένον ἀρχαίοις γράμμασι.

于是我说道,在我们这里也流传着这些说法,而且我自己还在奥林匹亚赫拉神庙的后殿中,在库普塞洛斯所奉纳的木箱上亲眼见过那场掳掠的纪念物:狄奥斯库洛伊兄弟带着海伦,海伦踩在埃特拉的头上并抓扯着她的头发,还有用古体文字题写的一段铭文。

§11.46

μετὰ δὲ ταῦτα, ἔφη, φοβούμενος τοὺς Τυνδαρίδας ὁ Ἀγαμέμνων· ἠπίστατο γὰρ ὅτι ξένος ὢν καὶ ἔπηλυς ἄρχοι τῶν Ἀργείων· ἐβούλετο προσλαβεῖν αὐτοὺς κηδεύσας, καὶ διὰ τοῦτο ἔγημε Κλυταιμνήστραν· τὴν δὲ Ἑλένην ἐμνήστευε μὲν τῷ ἀδελφῷ, οὐδεὶς δὲ ἔφασκε τῶν Ἑλλήνων ἐπιτρέψειν, καὶ γὰρ προσήκειν ἕκαστος αὑτῷ τοῦ γένους μᾶλλον ἢ Μενελάῳ, Πελοπίδῃ ὄντι. ἧκον δὲ καὶ ἔξωθεν πολλοὶ μνηστῆρες διά τε τὴν δόξαν τὴν περὶ τοῦ κάλλους καὶ τὴν δύναμιν τῶν ἀδελφῶν καὶ τοῦ πατρός.

“在这之后,”他说,“阿伽门农因为惧怕廷达柔斯的儿子们——因为他深知自己是作为外邦人和异乡客统治着阿尔戈斯人——便希望通过联姻将他们拉拢为盟友,因此娶了克吕泰涅斯特拉;然而当他为自己的弟弟向海伦求婚时,希腊人中却没有一个人表示赞同,因为每个人都坚称自己在血缘上比身为珀罗普斯后裔的墨涅拉奥斯更合适。由于海伦美貌的盛名以及其兄弟和父亲的权势,外邦也来了许多求婚者。”

§11.47

ἐδόκει οὖν μοι καὶ τοῦτο ἀληθὲς λέγειν, ὅπου τὴν Κλεισθένους θυγατέρα τοῦ Σικυωνίων τυράννου καὶ τῶν ἀπὸ Ἰταλίας τινὰ μνηστεῦσαί φασιν· ἔτι δὲ Ἱπποδάμειαν τὴν Οἰνομάου Πέλοψ ἔγημεν ἐκ τῆς Ἀσίας ἀφικόμενος, Θησεὺς δὲ ἀπὸ τοῦ Θερμώδοντος ποταμοῦ μίαν τῶν Ἀμαζόνων·

因此在我看来,在这一点上他说的也是真话:人们甚至传说连来自意大利的人也曾向锡库翁僭主克勒斯忒涅斯的女儿求婚;此外,珀罗普斯从亚洲而来娶了俄诺玛奥斯之女希波达弥亚,忒修斯则从忒耳摩冬河娶了一位亚马孙女子。

语法注3 条
  1. 11.41καὶ ταῦτα λέγοντες οὐδὲν ἧττον ἀληθῆ φασιν εἶναι τὴν Ὁμήρου ποίησιν

    该句为一个长句结构,由分词 λέγοντες 与 ἀκούοντες 以及属格独立结构 τοῦ πράγματος ... ἀμφισβητουμένου 连缀,最终归结于主句 οὐδὲ οὕτως ὑποπτεῦσαι δύνανται τὴν ἀπάτην(“即便如此,他们还是不能怀疑其中的骗局”)。其中的 φασιν 指向与分词相同的主语(希腊大众),但破格地嵌入分词短语内部,与 λέγοντες 相呼应并强化其断言。

  2. 11.43ὥσπερ ὁ οἶνος πίνειν μάτην

    该句与前句 ἡ δὲ ποίησις ἀναπείθει τὰ ψευδῆ ἀκούειν(“诗歌诱导人们去听信虚假之事”)形成平行结构,省略了动词 ἀναπείθει,由不定词 πίνειν 承接。副词 μάτην 意为“徒然地”、“无端地”,形容并非为了解渴这一真正目的而盲目纵酒。

  3. 11.45ἐπιβεβηκυῖαν τῇ κεφαλῇ τῆς Αἴθρας καὶ τῆς κόμης ἕλκουσαν

    τῆς κόμης 与 ἕλκουσαν 连用,为表示接触或抓持部位的属格(“揪着头发拉拽”)。分词 ἐπιβεβηκυῖαν 则支配与格 τῇ κεφαλῇ,意为“踏在埃特拉的头上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.40-11.47