- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.33-11.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话人论述荷马将离奇的虚构置于书中人物之口而非亲自断言,且《伊利亚特》开篇仅预设了希腊人的苦难,随后开始记述一位埃及祭司向他透露的特洛伊战争真相。
ἀνάγκη οὖν ἐκ τούτων ὁμολογεῖν ἢ ἀγνώμονα Ὅμηρον καὶ φαῦλον κριτὴν τῶν πραγμάτων, ὥστε τὰ ἐλάττω καὶ ταπεινότερα αἱρεῖσθαι, καταλιπόντα ἄλλοις τὰ μέγιστά τε καὶ σπουδαιότατα, ἢ μὴ δύνασθαι αὐτόν,1 ὅπερ εἶπον, ἰσχυρίζεσθαι τὰ ψευδῆ, μηδʼ ἐν τούτοις ἐπιδεικνύναι τὴν ποίησιν ἃ ἐβούλετο κρύψαι ὅπως γέγονεν.
因此,从这些事实中必须承认:要么荷马是愚蠢且拙劣的事理评判者,以至于选择那些较次要、较微不足道的事情,而把最重大、最严肃的事情留给他人;要么正如我所说,他自己无法断言虚假之事,也没有在他想要掩盖其本来面目的事情上展现其诗艺。
οὕτως γὰρ καὶ ἐν Ὀδυσσείᾳ τὰ μὲν περὶ τὴν Ἰθάκην καὶ τὸν θάνατον τῶν μνηστήρων αὐτὸς λέγει, τὰ δὲ μέγιστα τῶν ψευσμάτων οὐχ ὑπέμεινεν εἰπεῖν, τὰ περὶ τὴν Σκύλλαν καὶ τὸν Κύκλωπα καὶ τὰ φάρμακα τῆς Κίρκης, ἔτι δὲ τὴν εἰς ᾅδου κατάβασιν τοῦ Ὀδυσσέως, ἀλλὰ τὸν Ὀδυσσέα ἐποίησε διηγούμενον τοῖς περὶ τὸν Ἀλκίνοον· ἐκεῖ δὲ καὶ τὰ περὶ τὸν ἵππον καὶ τὴν ἅλωσιν τῆς Τροίας διεξιόντα τὸν Δημόδοκον ἐν ᾠδῇ διʼ ὀλίγων ἐπῶν.
因为在《奥德赛》中也是如此:关于伊萨卡的事迹以及求婚者之死,是他亲自讲述的;但那些最重大的虚构谎言——关于斯库拉、独眼巨人、喀耳刻的魔药,以及奥德修斯下冥府的事——他却不愿亲自叙述,而是让奥德修斯向阿尔基诺奥斯周围的人讲述;在那里,也是借德莫多科斯之口,在短短数行诗歌中叙述了木马与特洛伊陷落之事。
δοκεῖ δέ μοι μηδὲ προθέσθαι ταῦτα τὴν ἀρχήν, ἅτε οὐ γενόμενα, προϊούσης δὲ τῆς ποιήσεως, ἐπεὶ ἑώρα τοὺς ἀνθρώπους ῥᾳδίως πάντα πειθομένους, καταφρονήσας αὐτῶν καὶ ἅμα χαριζόμενος τοῖς Ἕλλησι καὶ τοῖς Ἀτρείδαις πάντα συγχέαι καὶ μεταστῆσαι τὰ πράγματα εἰς τοὐναντίον.2 λέγει δὲ ἀρχόμενος, "μῆνιν ἄειδε, θεά, Πηληιάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε, πολλὰς δʼ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν ἡρώων· αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι· Διὸς δʼ ἐτελείετο βουλή. "
而且依我看,他起初甚至根本没有打算提出这些,因为它们本来就未曾发生;但随着诗作推进,当他看到人们轻信一切时,他便鄙视人们,同时为了迎合希腊人与阿特柔斯之子们,将一切搅乱,将事实颠倒过来。他在开篇时这样说道: “女神啊,请歌唱佩琉斯之子阿喀琉斯致命的愤怒,它给阿开奥斯人带来了无数的灾难,将许多英勇的英雄灵魂打入冥府,而将他们的尸体抛给野狗与众鸟作为猎物;宙斯的旨意由此得以实现。”
ἐνταῦθά φησι περὶ μόνης ἐρεῖν τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ τὰς συμφορὰς καὶ τὸν ὄλεθρον τῶν Ἀχαιῶν, ὅτι πολλὰ καὶ δεινὰ ἔπαθον καὶ πολλοὶ ἀπώλοντο καὶ ἄταφοι ἔμειναν, ὡς ταῦτα μέγιστα τῶν γενομένων καὶ ἄξια τῆς ποιήσεως, καὶ τὴν τοῦ Διὸς βουλὴν ἐν τούτοις φησὶ τελεσθῆναι, ὥσπερ οὖν καὶ συνέβη· τὴν δὲ ὕστερον μεταβολὴν τῶν πραγμάτων καὶ τὸν τοῦ Ἕκτορος θάνατον, ἃ ἔμελλε χαριεῖσθαι, οὐ φαίνεται ὑποθέμενος, οὐδὲ ὅτι ὕστερον ἑάλω τὸ Ἴλιον· ἴσως γὰρ οὐκ ἦν πω βεβουλευμένος ἀναστρέφειν ἅπαντα.
在此,他宣称自己只讲述阿喀琉斯的愤怒,以及阿开奥斯人的灾祸与毁灭——他们遭受了许多可怕的苦难,许多人丧生并暴尸荒野——仿佛这些是所发生之事中最重大的、配得上入诗的;而且他说宙斯的旨意就在这些事情中得以实现,事实也确乎如此。但他为了献媚而将要讲述的后来的战局逆转与赫克托耳之死,似乎并未被预设为主旨,至于后来伊利昂陷落之事也是如此;因为也许他那时还未决意要颠倒一切。
ἔπειτα βουλόμενος τὴν αἰτίαν εἰπεῖν τῶν κακῶν, ἀφεὶς τὸν Ἀλέξανδρον καὶ τὴν Ἑλένην περὶ Χρύσου φλυαρεῖ καὶ τῆς ἐκείνου θυγατρός. ἐγὼ οὖν ὡς ἐπυθόμην παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων ἑνὸς εὖ μάλα γέροντος ἐν τῇ Ὀνούφι, ἄλλα τε πολλὰ τῶν Ἑλλήνων καταγελῶντος ὡς οὐθὲν εἰδότων ἀληθὲς περὶ τῶν πλείστων, καὶ μάλιστα δὴ τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαν τέ εἰσι πεπεισμένοι ὡς ἀλοῦσαν ὑπὸ Ἀγαμέμνονος3 καὶ ὅτι Ἑλένη συνοικοῦσα Μενελάῳ ἠράσθη Ἀλεξάνδρου· καὶ ταῦτα οὕτως ἄγαν πεπεισμένοι εἰσὶν ὑφʼ ἑνὸς ἀνδρὸς ἐξαπατηθέντες ὥστε καὶ ὀμόσαι ἕκαστος.
随后,他想要说明祸患的缘由,却丢开亚历山大与海伦不提,反而胡扯起克律塞斯及其女儿。因此,正如我从埃及的一位祭司——奥努菲斯一位极年迈的老人——那里所探知的那样,他嘲笑希腊人的许多其他事情,认为他们对大多数事情的真相一无所知,尤其以此为确凿凭据:他们坚信特洛伊是被阿伽门农攻陷的,坚信海伦在与墨涅拉奥斯共同生活时爱上了亚历山大;他们被一个人所欺骗,竟如此深信不疑,以至于每个人甚至敢为此起誓。
ἔφη δὲ πᾶσαν τὴν πρότερον ἱστορίαν γεγράφθαι παρʼ αὐτοῖς, τὴν μὲν ἐν τοῖς ἱεροῖς, τὴν δʼ ἐν στήλαις τισί, τὰ δὲ μνημονεύεσθαι μόνον ὑπʼ ὀλίγων, τῶν στηλῶν διαφθαρεισῶν, πολλὰ δὲ καὶ ἀγνοεῖσθαι τῶν ἐν ταῖς στήλαις γεγραμμένων διὰ τὴν ἀμαθίαν τε καὶ ἀμέλειαν τῶν ἐπιγιγνομένων· εἶναι δὲ καὶ ταῦτα ἐν τοῖς νεωτάτοις τὰ περὶ τὴν Τροίαν· τὸν γὰρ Μενέλαον ἀφικέσθαι παρʼ αὐτοὺς καὶ διηγήσασθαι ἅπαντα ὡς ἐγένετο.
他说,所有早期的历史都记录在他们那里,一部分记录在神庙中,一部分记录在某些石柱上;但由于石柱损坏,有些事只被少数人所记忆,而石柱上记录的许多事也因后人的无知与怠慢而湮没无闻;关于特洛伊的这些事乃属于最新的事件。因为墨涅拉奥斯曾来到他们那里,如实讲述了发生的一切。
δεομένου δέ μου διηγήσασθαι, τὸ μὲν πρῶτον οὐκ ἐβούλετο, λέγων ὅτι ἀλαζόνες εἰσὶν οἱ Ἕλληνες καὶ ἀμαθέστατοι ὄντες πολυμαθεστάτους ἑαυτοὺς νομίζουσι· τούτου δὲ μηθὲν εἶναι νόσημα χαλεπώτερον μήτε ἑνὶ μήτε πολλοῖς ἢ ὅταν τις ἀμαθὴς ὢν σοφώτατον ἑαυτὸν νομίζῃ.4 τοὺς γὰρ τοιούτους τῶν ἀνθρώπων μηδέποτε δύνασθαι τῆς ἀγνοίας ἀπολυθῆναι.
当我恳求他为我讲述时,起初他并不情愿,说希腊人是虚夸之徒,明明最为无知,却自以为最博学;无论对于个人还是对于大众,没有比一个人明明无知却自以为最聪明更严重的顽疾了。因为这样的人绝不可能摆脱蒙昧。
- 11.33ἀνάγκη οὖν ἐκ τούτων ὁμολογεῖν ἢ ἀγνώμονα Ὅμηρον καὶ φαῦλον κριτὴν τῶν πραγμάτων, ὥστε τὰ ἐλάττω καὶ ταπεινότερα αἱρεῖσθαι, καταλιπόντα ἄλλοις τὰ μέγιστά τε καὶ σπουδαιότατα, ἢ μὴ δύνασθαι αὐτόν
非人称表达 ἀνάγκη [ἐστίν] 统领不定式 ὁμολογεῖν,后者进而支配由连词 ἢ ... ἢ 连接的两个“对格加不定式”结构。前者省略了系动词不定式 [εἶναι],以 Ὅμηρον 为逻辑主语对格(后接表示结果的 ὥστε 引导的从句);后者则以 αὐτόν 作为 μὴ δύνασθαι 的主语对格。
- 11.35δοκεῖ δέ μοι μηδὲ προθέσθαι ταῦτα τὴν ἀρχήν, ἅτε οὐ γενόμενα, προϊούσης δὲ τῆς ποιήσεως, ἐπεὶ ἑώρα τοὺς ἀνθρώπους ῥᾳδίως πάντα πειθομένους, καταφρονήσας αὐτῶν καὶ ἅμα χαριζόμενος τοῖς Ἕλλησι καὶ τοῖς Ἀτρείδαις πάντα συγχέαι καὶ μεταστῆσαι τὰ πράγματα εἰς τοὐναντίον.
句子骨干为 δοκεῖ δέ μοι [Ὅμηρος] μηδὲ προθέσθαι ... συγχέαι καὶ μεταστῆσαι ...,其中 δοκεῖ μοι 统摄并列的不定式。荷马是不定式的逻辑主语;在属格独立结构 προϊούσης ... τῆς ποιήσεως 和表示原因与时间的 ἐπεὶ 从句之后,分词 καταφρονήσας 与 χαριζόμενος 说明了不定式 συγχέαι 及 μεταστῆσαι 的动机与情状。
- 11.37τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαν τέ εἰσι πεπεισμένοι ὡς ἀλοῦσαν ὑπὸ Ἀγαμέμνονος
分词 χρωμένου 支配与格补足语 τεκμηρίῳ τούτῳ,其同位语由 ὅτι 从句展开。在从句中,迂回完成时 εἰσι πεπεισμένοι(“他们确信”)与标记主观想法的连词 ὡς 以及与 Τροίαν 一致的宾格分词 ἀλοῦσαν 搭配,表达所确信的具体内容(“坚信特洛伊已被攻陷”)。
- 11.39τούτου δὲ μηθὲν εἶναι νόσημα χαλεπώτερον μήτε ἑνὶ μήτε πολλοῖς ἢ ὅταν τις ἀμαθὴς ὢν σοφώτατον ἑαυτὸν νομίζῃ.
此句属于由 λέγων 引出的间接引语,主谓骨架为宾格主语 μηθὲν νόσημα 配以比较级谓语形容词 χαλεπώτερον。置于句首的 τούτου 是比较属格,随后的 ἢ ὅταν ... 则承接比较级 χαλεπώτερον,引出被比较的具体标准(“没有比一个人无知却自以为最聪明时更严重的疾病了”)。
