- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.26-11.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,荷马故意回避直接叙述战争的起因(掠走海伦)与结局(攻陷城池),并略去了著名英雄的阵亡与精彩战事,转而虚构荒诞的神灵争斗,以此掩盖其根本的谎言。
ὅθεν οὔτε τὴν ἀρχὴν οὔτε τὸ τέλος ἐτόλμησεν εἰπεῖν ἐκ τοῦ εὐθέος, οὐδὲ ὑπέσχετο ὑπὲρ τούτων οὐδὲν ἐρεῖν, ἀλλʼ εἴ που καὶ μέμνηται, παρέργως καὶ βραχέως, καὶ δῆλός ἐστιν ἐπιταράττων· οὐ γὰρ ἐθάρρει πρὸς αὐτὰ οὐδὲ ἐδύνατο εἰπεῖν ἑτοίμως. συμβαίνει δὲ καὶ τοῦτο τοῖς ψευδομένοις ὡς τὸ πολύ γε, ἄλλα μέν τινα λέγειν τοῦ πράγματος καὶ διατρίβειν ἐπʼ αὐτοῖς, ὃ δʼ ἂν μάλιστα κρύψαι θέλωσιν, οὐ προτιθέμενοι λέγουσιν οὐδὲ προσέχοντι τῷ ἀκροατῇ, οὐδʼ ἐν τῇ αὑτοῦ χώρᾳ τιθέντες, ἀλλʼ ὡς ἂν λάθοι μάλιστα,καὶ διὰ τοῦτο καὶ ὅτι αἰσχύνεσθαι ποιεῖ τὸ ψεῦδος καὶ ἀποκνεῖν προσιέναι πρὸς αὑτό, ἄλλως τε ὅταν ᾖ περὶ τῶν μεγίστων.
因此,他既不敢直接道出开端,也不敢直接道出结局,甚至未曾承诺要就这些作任何交代;即使他在某处有所提及,也是顺带且简略地带过,显然是在蓄意搅乱;因为他对这些缺乏底气,也无法顺畅地讲出来。这也正是说谎者通常会有的情况:他们对事情的其他枝节大加叙述、流连其间,但凡最想隐瞒的事情,他们既不公开提出来说,也不在听众专注时说,更不安置在合适的位置,而是尽可能以不引人注目的方式一笔带过;这既是出于这一缘故,也是因为谎言使人感到羞愧,使人不敢直面它,尤其是当关乎至关紧要的大事时更是如此。
ὅθεν οὐδὲ τῇ φωνῇ μέγα λέγουσιν οἱ ψευδόμενοι, ὅταν ἐπὶ τοῦτο ἔλθωσιν· οἱ δέ τινες αὐτῶν βατταρίζουσι καὶ ἀσαφῶς λέγουσιν· οἱ δὲ οὐχ ὡς αὐτοί τι εἰδότες, ἀλλʼ ὡς ἑτέρων ἀκούσαντες. ὃς δʼ ἂν ἀληθὲς λέγῃ τι, θαρρῶν καὶ οὐδὲν ὑποστελλόμενος λέγει. οὔτε οὖν τὰ περὶ τὴν ἁρπαγὴν τῆς Ἑλένης Ὅμηρος εἴρηκεν ἐκ τοῦ εὐθέος οὐδὲ παρρησίαν ἄγων ἐπʼ αὐτοῖς οὔτε τὰ περὶ τῆς ἁλώσεως τῆς πόλεως. καίτοι γάρ, ὡς ἔφην, ἀνδρειότατος ὢν ὑποκατεκλίνετο καὶ ἡττᾶτο, ὅτι ᾔδει τἀναντία λέγων τοῖς οὖσι καὶ τὸ κεφάλαιον αὐτὸ τοῦ πράγματος ψευδόμενος.
因此,说谎者一旦触及这一点,甚至不敢高声言语;他们当中有人结结巴巴、含混其词,有人则说得仿佛自己并不知情,仅仅是风闻自旁人一般。然而,凡讲真话的人,都是满怀自信、毫无遮掩地陈述。因此,荷马既未直接讲述关于掠走海伦之事,也未就此坦率直言,关于城池陷落之事亦是如此。因为正如我所说,尽管他是最胆大包天的人,却也退缩屈服了,因为他深知自己是在颠倒黑白,在事情的关键核心上撒谎。
ἢ πόθεν μᾶλλον ἄρξασθαι ἔπρεπεν ἢ ἀπʼ αὐτοῦ τοῦ ἀδικήματος καὶ τῆς ὕβρεως τοῦ Ἀλεξάνδρου, δι’ ἣν συνέστη ὁ πόλεμος, ἐπειδὴ συνωργίζοντο ἂν πάντες1 οἱ τῇ ποιήσει ἐντυγχάνοντες καὶ συνεφιλονίκουν ὑπὲρ τοῦ τέλους καὶ μηδεὶς ἠλέει τοὺς Τρῶας ἐφʼ οἷς ἔπασχον·
否则,从何处开始叙述比从亚历山大挑起战争的罪行与狂暴本身开始更为合适呢?因为凡读到这首诗的人都会同仇敌忾,都会为最终的胜局满怀热望,没有人会为特洛伊人遭受的厄运感到怜悯。
εἰ δʼ αὖ ἐβούλετο τὰ μέγιστα καὶ φοβερώτατα εἰπεῖν καὶ πάθη παντοδαπὰ καὶ συμφοράς, ἔτι δὲ ὃ πάντων μάλιστα ἕκαστος ἐπόθει ἀκοῦσαι, τί μεῖζον ἢ δεινότερον εἶχεν εἰπεῖν τῆς ἁλώσεως; οὔτε ἀνθρώπους πλείους ἀποθνήσκοντας2 οὐδὲ οἰκτρότερον τοὺς μὲν ἐπὶ τοὺς βωμοὺς τῶν θεῶν καταφεύγοντας, τοὺς δὲ ἀμυνομένους ὑπὲρ τῶν τέκνων καὶ τῶν γυναικῶν, οὔτε γυναῖκας ἢ παρθένους ἀγομένας ἐπὶ δουλείᾳ τε καὶ αἰσχύνῃ, τὰς μὲν ἀνδρῶν, τὰς δὲ πατέρων, τὰς δὲ ἀδελφῶν ἀποσπωμένας, τὰς δέ τινας αὐτῶν τῶν ἀγαλμάτων, ὁρώσας μὲν τοὺς φιλτάτους ἐν φόνῳ κειμένους καὶ μὴ δυναμένας ἀσπάσασθαι μηδὲ καθελεῖν τοὺς ὀφθαλμούς, ὁρώσας δὲ τὰ νήπια βρέφη πρὸς τῇ γῇ παιόμενα ὠμῶς, οὔτε ἱερὰ πορθούμενα θεῶν οὔτε χρημάτων πλῆθος ἁρπαζόμενον οὔτε κατʼ ἄκρας ὅλην ἐμπιμπραμένην πόλιν οὔτε μείζονα βοὴν ἢ κτύπον χαλκοῦ τε καὶ πυρὸς τῶν μὲν φθειρομένων, τῶν δὲ ῥιπτουμένων· ἃ τὸν Πρίαμον πεποίηκε λέγοντα ἐπʼ ὀλίγον ὡς ἐσόμενα, ἃ τυχὸν αὐτῷ ὡς γιγνόμενα διελθεῖν,3 ὅπως ἐβούλετο καὶ μεθʼ ὅσου τἄλλα εἰώθει δείματος, ἐκπλήττων τε καὶ αὔξων τὰ μικρότατα.
或者反过来说,若他真想讲述最宏大、最可怖的事迹以及形形色色的苦难与灾祸,再加上每个人最渴望听闻的事情,他能讲述的比城池陷落更宏大、更可怕的还有什么呢?既不会有更多人丧生,也不会有更凄惨的情景——有人逃往诸神的祭坛避难,有人为了妻儿奋起抵御;也不会有妇女或少女被掳去承受奴役与屈辱——有的被从丈夫身边夺走,有的被从父亲身边夺走,有的被从兄弟身边夺走,有的甚至被从神像旁强行扯开,她们眼见至亲倒在血泊之中,既无法拥抱他们,也无法为他们合上双眼,眼见襁褓中的婴孩被残忍地摔向地面;也不会有诸神庙宇被洗劫,不会有浩大财富被掠夺,不会有整座城池被彻底焚烧,也不会在众人被毁灭、被抛掷之际,有比这更震天的喧嚣,或者青铜兵刃与烈火的轰鸣——这些景象他只让普里阿摩斯简略地说成是将要发生之事,而他本可以如同对待其他事件那样,以惯常的惊骇之力,随心所欲地将它们叙述为正在发生的事实,从而震撼人心并将极微小的事物无限放大。
εἰ δέ γε ἤθελεν ἀνδρῶν ἐπισήμων εἰπεῖν θάνατον, πῶς ἀπέλιπε τὸν τοῦ Ἀχιλλέως καὶ τὸν τοῦ Μέμνονος καὶ Ἀντιλόχου καὶ Αἴαντος καὶ αὐτοῦ τοῦ Ἀλεξάνδρου; πῶς δὲ τὴν Ἀμαζόνων στρατείαν καὶ τὴν μάχην ἐκείνην τὴν λεγομένην τοῦ Ἀχιλλέως καὶ τῆς Ἀμαζόνος γενέσθαι καλὴν οὕτως καὶ παράδοξον;
再者,若他真想叙述显赫人物的阵亡,他又怎会遗漏阿喀琉斯的阵亡、门农的阵亡、安提洛科斯、埃阿斯以及亚历山大本人的死呢?他又怎会遗漏亚马逊人的出征,以及阿喀琉斯与亚马逊女战士之间那场据说如此壮烈而不可思议的战斗呢?
ὁπότε τὸν ποταμὸν αὐτῷ πεποίηκε μαχόμενον4 ὑπὲρ τοῦ λέγειν τι θαυμαστόν, ἔτι δὲ τοῦ Ἡφαίστου καὶ τοῦ Σκαμάνδρου μάχην καὶ τῶν ἄλλων θεῶν πρὸς ἀλλήλους, τροπάς τε καὶ ἥττας καὶ τραύματα, ὑπὸ ἀπορίας πραγμάτων τοσούτων ἔτι καὶ τηλικούτων ἀπολειπομένων.
既然他为了讲出惊人之语,不惜虚构出大河与他交战,乃至赫淮斯托斯与斯卡曼德罗斯的激战以及其他神灵相互之间的厮杀、溃败、失利与伤痕,仿佛是由于缺乏题材,然而还有如此之多、如此重大的事件未曾被采纳呢!
- 11.28ἐπειδὴ συνωργίζοντο ἂν πάντες
连词 ἐπειδή 后接未完成过去时直陈式加 ἄν,构成与过去事实相反的虚拟语气。承接前文的修辞反问句(“从何处开始……更为合适呢”),用以说明假设的后果:“因为(若如此开篇,)凡读到这首诗的人都会同仇敌忾”。
- 11.29οὔτε ἀνθρώπους πλείους ἀποθνήσκοντας
由 οὔτε... οὔτε 连接的一连串“宾格名词+分词”结构(ἀνθρώπους... ἀποθνήσκοντας, γυναῖκας... ἀγομένας, ἱερὰ... πορθούμενα 等),在语法上承接前文反问句 τί μεῖζον ἢ δεινότερον εἶχεν εἰπεῖν τῆς ἁλώσεως;(“他能讲述的比城池陷落更宏大、更可怕的还有什么呢?”)中不定式 εἰπεῖν 的宾语成分,形成长句的排比结构。
- 11.30τυχὸν αὐτῷ ὡς γιγνόμενα διελθεῖν
中性分词 τυχόν 在此处作为非人称独立宾格(accusative absolute)使用,意为“当他本有机会/本可以……之时”,后接与格 αὐτῷ 和不定式 διελθεῖν(“虽然他本可以作为正在发生的事实来详细叙述……”),与前句中仅让普里阿摩斯简短提及形成强烈对比。
- 11.32ὁπότε τὸν ποταμὸν αὐτῷ πεποίηκε μαχόμενον
连词 ὁπότε 在此处并非纯粹表示时间,而是带有一种原因或感叹、指责的语气(“既然/看到他竟然……”)。它与句末的属格独立结构 ὑπὸ ἀπορίας πραγμάτων τοσούτων ἔτι καὶ τηλικούτων ἀπολειπομένων(“在如此多重大的事件被遗漏的情况下,竟出于题材贫乏”)相呼应,强调了荷马诗作构思上的荒谬与矛盾。
