← 金嘴狄翁

演说集

§11.140-11.147

埃涅阿斯的殖民远征与荷马的虚构意图

演说者叙述了赫克托尔派遣埃涅阿斯等人前往欧洲进行殖民以及特洛伊人救助流亡希腊人的始末,揭露了流传甚广的历史误读,并为荷马的虚构辩护,认为这是为了鼓舞同胞而采取的有益谎言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.140

τὸν δὲ Ἕκτορά φασιν, ὡς ἀπέπλευσαν οἱ Ἀχαιοί, πολλοῦ πλήθους εἰς τὴν πόλιν συνεληλυθότος καὶ μηδὲ τῶν ἐπικούρων ἀπιέναι βουλομένων ἁπάντων, ἔτι δὲ ὁρῶντα τὸν Αἰνείαν οὐκ ἀνεχόμενον, εἰ μὴ μέρος λάβοι τῆς ἀρχῆς· ταῦτα γὰρ ὑποσχέσθαι τὸν Πρίαμον αὐτῷ διαπολεμήσαντι τὸν πόλεμον καὶ ἐκβαλόντι τοὺς Ἀχαιούς· οὕτω δὴ τὴν ἀποικίαν στεῖλαι χρημάτων τε οὐ φεισάμενον καὶ πλῆθος ὁπόσον αὐτὸς ἐβούλετο πέμψαντα μετὰ πάσης προθυμίας.

据说,当阿开奥斯人扬帆离去之后,由于大批人群聚集到城内,且并非所有的盟军都愿意离去,赫克托尔看到埃涅阿斯如果不分得一部分统治权便不肯甘休——因为普里阿摩斯曾向他许诺,一旦他彻底打完这场战争并驱逐阿开奥斯人便会如此——赫克托尔于是毫不吝惜资财,倾注全部热情,派出了〔埃涅阿斯〕本人所希望的那么多兵力,以此方式派遣了殖民队。

§11.141

λέγειν δὲ αὐτὸν ὡς ἄξιος μὲν εἴη βασιλεύειν καὶ μηδὲν καταδεεστέραν ἀρχὴν ἔχειν τῆς αὑτοῦ, προσήκειν δὲ μᾶλλον ἑτέραν κτήσασθαι γῆν· εἶναι γὰρ οὐκ ἀδύνατον πάσης κρατῆσαι τῆς Εὐρώπης· τούτων δὲ οὕτως γενομένων ἐλπίδας ἔχειν τοὺς ἀπʼ αὐτῶν ἄρχειν ἑκατέρας τῆς ἠπείρου, ἐφʼ ὅσον ἂν σώζηται τὸ γένος.

赫克托尔对他说,埃涅阿斯固然配得上称王,配得上拥有绝不亚于他本人的统治权,但去夺取另一片土地对他而言更为合适;因为征服整个欧洲并非不可能;若能如此,他们就有希望让自己的后裔统治两块大陆,只要家族延续不绝。

§11.142

ταῦτα δὴ ἀξιοῦντος Ἕκτορος ἑλέσθαι τὸν Αἰνείαν, τὰ μὲν ἐκείνῳ χαριζόμενον, τὰ δὲ ἐλπίζοντα μειζόνων τεύξεσθαι· οὕτως δὴ τὴν ἀποικίαν γενέσθαι ἀπὸ ἰσχύος καὶ φρονήματος ὑπό τε ἀνθρώπων εὐτυχούντων παραχρῆμά τε δυνηθῆναι καὶ εἰς αὖθις. ὁρῶντα δὲ Ἀντήνορα Αἰνείαν στελλόμενον καὶ αὐτὸν ἐπιθυμῆσαι Εὐρώπης ἐπάρξαι, καὶ γενέσθαι στόλον ἄλλον τοιοῦτον. πρὸς δὲ τούτοις ἐγκαλοῦντα Ἕλενον ὡς ἐλαττούμενον Δηιφόβου δεηθῆναι τοῦ πατρός, καὶ λαβόντα ναῦς καὶ στρατιὰν ὡς ἐφʼ ἕτοιμον τὴν Ἑλλάδα πλεῦσαι καὶ κατασχεῖν ὅλην τὴν ἔκσπονδον.

赫克托尔提出这番要求后,埃涅阿斯便接受了这一选择,一方面是为了顺应赫克托尔的心愿,另一方面也是期望获得更伟大的功业。因此,这一殖民事业是出于力量与雄心而发起的,并由正值盛运的人们促成,在当时和未来都得以强盛。安忒诺耳看到埃涅阿斯受命派出,自己也渴望统治欧洲,于是组建了另一支同等规模的船队。此外,赫勒诺斯抱怨自己的待遇不及得伊福玻斯,便向父亲请求,获得了船只与军队,如同对待唾手可得之物一般驶向希腊,占领了所有未立盟约的土地。

§11.143

οὕτω δὴ καὶ Διομήδην φεύγοντα ἐξ Ἄργους, ἐπειδὴ τὸν Αἰνείου στόλον ἐπύθετο, ἐλθεῖν πρὸς αὐτόν, εἰρήνης καὶ φιλίας αὐτοῖς γενομένης, δεηθῆναί τε βοηθείας τυχεῖν, διηγησάμενον τάς τε Ἀγαμέμνονος καὶ τὰς αὑτοῦ συμφοράς. τὸν δὲ ἀναλαβεῖν αὐτὸν ἔχοντα ὀλίγας ναῦς καὶ μέρος τι παραδοῦναι τῆς στρατιᾶς, ἐπειδὴ πᾶσαν ἔσχε τὴν χώραν.

正因如此,狄俄墨得斯从阿尔戈斯出逃时,获悉了埃涅阿斯的船队,便前去投奔他,因为他们之间已缔结了和平与友谊;狄俄墨得斯讲述了阿伽门农与他本人的不幸,乞求获得援助。而埃涅阿斯收留了仅剩几艘船的他,并在控制了整片领土之后,分给他一部分军队。

§11.144

ὕστερον δὲ τῶν Ἀχαιῶν τοὺς ἐκπεσόντας ὑπὸ Δωριέων, ἀποροῦντας ὅποι τράπωνται δι’ ἀσθένειαν, εἰς τὴν Ἀσίαν ἐλθεῖν ὡς παρὰ φίλους τε καὶ ἐνσπόνδους τοὺς ἀπὸ Πριάμου τε καὶ Ἕκτορος, Λέσβον τε οἰκῆσαι κατὰ φιλίαν παρέντων καὶ ἄλλα οὐ μικρὰ χωρία. ὅστις δὲ μὴ πείθεται τούτοις ὑπὸ τῆς παλαιᾶς δόξης, ἐπιστάσθω ἀδύνατος ὢν ἀπαλλαγῆναι ἀπάτης καὶ διαγνῶναι τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς.

后来,被多利安人驱逐的阿开奥斯人因势单力薄不知投奔何处,便前往亚洲,投靠普里阿摩斯与赫克托尔的后裔,视他们为朋友和盟友,并在他们出于友谊让出的莱斯博斯及其他不小的土地上定居。若是有人因受陈腐观念的束缚而不相信这些事实,就应当明白自己无法摆脱欺骗,无法分辨虚假与真实。

§11.145

τὸ γὰρ πιστεύεσθαι πολὺν χρόνον ὑπὸ ἀνθρώπων ἠλιθίων οὐδέν ἐστιν ἰσχυρὸν οὐδὲ ὅτι τὰ ψευδῆ ἐλέχθη παρὰ τοῖς πρότερον· ἐπεί τοι καὶ περὶ ἄλλων πολλῶν διαφέρονται καὶ τἀναντία δοξάζουσιν. οἷον εὐθὺς περὶ τοῦ Περσικοῦ πολέμου, οἱ μέν φασιν ὑστέραν γενέσθαι τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῆς ἐν Πλαταιαῖς μάχης, οἱ δὲ τῶν ἔργων τελευταῖον εἶναι τὸ ἐν Πλαταιαῖς· καίτοι γε ἐγράφη παραχρῆμα τῶν ἔργων.1 οὐ γὰρ ἴσασιν οἱ πολλοὶ τὸ ἀκριβές, ἀλλὰ φήμης ἀκούουσι μόνον, καὶ ταῦτα οἱ γενόμενοι κατὰ τὸν χρόνον ἐκεῖνον· οἱ δέ δεύτεροι καὶ τρίτοι τελέως ἄπειροι καὶ ὅ, τι ἄν εἴπῃ τις παραδέχονται ῥᾳδίως· ὁπότε τὸν Σκιρίτην μὲν λόχον ὀνομάζουσι Λακεδαιμονίων μηδεπώποτε γενόμενον, ὥς φησι Θουκυδίδης, Ἁρμόδιον δὲ καὶ Ἀριστογείτονα πάντων μάλιστα Ἀθηναῖοι τιμῶσιν, ὡς ἐλευθερώσαντας τὴν πόλιν καὶ ἀνελόντας τὸν τύραννον.

因为长久以来被愚昧之人所盲信,并没有任何说服力,虚妄之词出自古人之口也算不上什么凭据;因为他们在许多其他事情上也莫衷一是,抱持截然相反的见解。例如直接拿关于波斯战争一事来说,有人说萨拉米斯海战发生在普拉提亚战役之后,而另一些人则说普拉提亚之战是战事的最末一幕;尽管这些战事在发生之后随即就被记录了下来。因为大众根本不知晓确切的实情,仅仅听信传闻,甚至生活在那个时代的人也是如此;至于第二代、第三代人则完全懵懂无知,任何人所说的任何话他们都会轻易接受。毕竟,他们会提及斯巴达人的所谓“斯基里泰斯连队”——正如修昔底德所说,这支队伍从未存在过;而雅典人则把哈尔摩狄奥斯和阿里斯托革顿视为最值得尊崇的人,以为他们铲除了僭主并解放了城邦。

§11.147

καὶ τί δεῖ τἀνθρώπεια λέγειν, ὅπου τὸν μὲν Οὐρανὸν τολμῶσι λέγειν καὶ πείθουσιν ὡς ἐκτμηθέντα ὑπὸ τοῦ Κρόνου, τὸν Κρόνον δὲ ὑπὸ τοῦ Διός; τοῦ γὰρ πρώτου καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι.2 βούλομαι δὲ καὶ περὶ Ὁμήρου ἀπολογήσασθαι, ὡς οὐκ ἀνάξιον ὁμολογεῖν αὐτῷ ψευδομένῳ.3 πρῶτον μὲν γὰρ πολὺ ἐλάττω τὰ ψεύσματά ἐστι τῶν περὶ τοὺς θεούς· ἔπειτα ὠφέλειάν τινα εἶχε τοῖς τότε Ἕλλησιν, ὅπως μὴ θορυβηθῶσιν, ἐὰν γένηται πόλεμος αὐτοῖς πρὸς τοὺς ἐκ τῆς Ἀσίας, ὥσπερ καὶ προσεδοκᾶτο. ἀνεμέσητον δὲ Ἕλληνα ὄντα τοὺς ἑαυτοῦ πάντα τρόπον ὠφελεῖν.

又何须谈论人间之事呢?人们竟然敢于宣称并使人相信,乌拉诺斯被克洛诺斯阉割,而克洛诺斯又被宙斯阉割!因为正如常情一样,一旦先入之见占据了人心,荒谬之谈竟然也会被信以为真。然而我也想为荷马作一番辩护,表明宽容其谎言并非不当。首先,他的虚构远不及关于诸神的虚构那般严重;其次,这给当时的希腊人带来了一定益处,使他们若与来自亚洲的敌人爆发战争时——正如人们所预期的那样——不至于惊慌失措。而作为一个希腊人,千方百计造福自己的同胞是无可指责的。

语法注3 条
  1. 11.146παραχρῆμα τῶν ἔργων

    παραχρῆμα 通常单独作副词使用,但在此处支配表示时间起点的夺格性属格 τῶν ἔργων,构成“在那些事件发生之后随即”之意。

  2. 11.147τοῦ γὰρ πρώτου καταλαβόντος, ὥσπερ εἴωθεν, ἄτοπον τὸ πεισθῆναί ἐστι

    τοῦ πρώτου 为中性实质化表达(“最初进入脑海之物/先入之见”),在独立属格中作 καταλαβόντος(“占据人心/支配”)的主语。主句 ἄτοπον ... ἐστι 表明“信以为真(τὸ πεισθῆναι)是极其荒谬/令人费解的”。

  3. 11.147ὡς οὐκ ἀνάξιον ὁμολογεῖν αὐτῷ ψευδομένῳ

    ὁμολογεῖν 支配与格(αὐτῷ ψευδομένῳ),意为“认同/宽容说谎的他”。双重否定 οὐκ ἀνάξιον(非不配/并非不妥)起到了委婉肯定(完全正当、有充分理由)的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.140-11.147