← 金嘴狄翁

演说集

§11.134-11.139

希腊诸将的沦落与特洛伊幸存者的繁荣

讲者论述了战争的真实结局与传统说法相反:奥德修斯故意推迟归程致使求婚者横暴,墨涅拉俄斯实则定居埃及且有诗歌为证,而埃涅阿斯与赫勒诺斯等特洛伊人反倒在欧洲建立起显赫王权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.134

Ὀδυσσεὺς δὲ ἐβράδυνεν ἑκών, τὰ μὲν αἰσχυνόμενος, τὰ δʼ ὑποπτεύων τὰ πράγματα.1 καὶ διὰ τοῦτο ἐπὶ μνηστείαν ἐτράπησαν τῆς Πηνελόπης καὶ τῶν κτημάτων ἁρπαγὴν ἡ τῶν Κεφαλλήνων νεότης. καὶ οὐδεὶς ἐβοήθει τῶν φίλων τῶν Ὀδυσσέως οὐδὲ Νέστωρ οὕτως ἐγγύθεν. ἅπαντες γὰρ ἦσαν ταπεινοὶ καὶ φαύλως ἔπραττον οἱ τῆς στρατείας μετασχόντες. τοὐναντίον δὲ ἐχρῆν δεινοὺς ἅπασι φαίνεσθαι τοὺς νενικηκότας καὶ μηδένα αὐτοῖς ἐπιχειρεῖν.

奥德修斯故意推迟归程,一方面是出于羞愧,另一方面则是对局势心怀戒备。正因如此,凯法利尼亚的年轻人才转向向珀涅罗珀求婚并掠夺其家产。而奥德修斯的朋友中无一人施以援手,甚至连近在咫尺的涅斯托尔也没有。因为凡参与远征之人皆已沦落,处境悲惨。相反,战胜者本应在所有人眼中显得令人敬畏,绝无人敢对他们下手。

§11.135

Μενέλαος δὲ τὸ παράπαν οὐχ ἧκεν εἰς Πελοπόννησον, ἀλλʼ ἐν Αἰγύπτῳ κατέμεινεν. καὶ σημεῖά γε ἔστιν ἄλλα τε τῆς ἀφίξεως καὶ νομὸς ἀπʼ αὐτοῦ καλούμενος, οὐκ ἂν εἰ πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο.2 γήμας δὲ τὴν τοῦ βασιλέως θυγατέρα καὶ διηγήσατο τοῖς ἱερεῦσι τὰ τῆς στρατείας οὐθὲν ἀποκρυπτόμενος.

墨涅拉俄斯则根本没有返回伯罗奔尼撒,而是留在了埃及。不仅有其他证据表明他的到来,而且有一处以他命名的诺姆(行省);若是他仅作为流浪者短暂停留,绝不至于如此。他娶了国王的女儿,毫无隐瞒地向祭司们讲述了远征的始末。

§11.136

σχεδὸν δὲ καὶ Ὅμηρος ἐπίσταται τοῦτο καὶ αἰνίττεται, φήσας τὸν Μενέλαον μετὰ τὴν τελευτὴν ὑπὸ τῶν θεῶν εἰς τὸ Ἠλύσιον πεδίον πεμφθῆναι, ὅπου μήτε νιφετὸς γίγνεται μήτε χειμών, ἀλλʼ αἰθρία δι’ ἔτους καὶ πρᾷος ἀήρ· ὁ γὰρ ἐπὶ τῆς Αἰγύπτου τόπος τοιοῦτός ἐστιν. δοκοῦσι δέ μοι καὶ τῶν ὕστερον ποιητῶν τινες ὑποπτεῦσαι τὰ πράγματα. τὴν γὰρ Ἑλένην ἐπιβουλευθῆναι μὲν ὑπὸ Ὀρέστου λέγει τις τῶν τραγῳδοποιῶν εὐθὺς ἐλθοῦσαν, γενέσθαι δὲ ἀφανῆ τῶν ἀδελφῶν ἐπιφανέντων. τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ ἐφαίνετο ἡ Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ συνοῦσα.3

荷马其实也对此心知肚明并加以暗示,他声称墨涅拉俄斯死后被诸神送往至福乐土,那里既无降雪亦无严冬,而是终年晴朗、气候温和;因为埃及之地正是如此景象。在我看来,后世的某些诗人似乎也察觉到了真相。因为某位悲剧诗人说,海伦刚一抵达便遭到奥瑞斯忒斯的图谋,但在兄弟们显现之后隐去。假若海伦后来定居于希腊并与墨涅拉俄斯共同生活是显而易见的事实,诗人绝不会这般编排。

§11.137

τὰ μὲν δὴ τῶν Ἑλλήνων μετὰ τὸν πόλεμον εἰς τοῦτο ἦλθε δυστυχίας καὶ ταπεινότητος, τὰ δὲ τῶν Τρώων πολὺ κρείττονα καὶ ἐπικυδέστερα ἐγένετο. τοῦτο μὲν γὰρ Αἰνείας ὑπὸ Ἕκτορος πεμφθεὶς μετὰ στόλου καὶ δυνάμεως πολλῆς Ἰταλίαν κατέσχε τὴν εὐδαιμονεστάτην χώραν τῆς Εὐρώπης· τοῦτο δὲ Ἕλενος εἰς μέσην ἀφικόμενος τὴν Ἑλλάδα Μολοττῶν ἐβασίλευσε καὶ τῆς ἠπείρου πλησίον Θετταλίας. καίτοι πότερον εἰκὸς ἦν τοὺς ἡττηθέντας ἐπιπλεῖν ἐπὶ τὴν τῶν κρατησάντων χώραν καὶ βασιλεύειν παρʼ αὐτοῖς ἢ τοὐναντίον τοὺς κρατήσαντας ἐπὶ τὴν τῶν ἡττημένων; ​.

战争之后,希腊人的境遇竟落得如此不幸与卑微,而特洛伊人的境况却远为优越和显赫。因为一方面,埃涅阿斯受赫克托尔派遣,率领庞大船队与军队占据了欧洲最富庶的土地意大利;另一方面,赫勒诺斯深入希腊腹地,成为摩罗西亚人以及毗邻色萨利的大陆之王。然而,究竟哪一种情形合乎常理:是战败者乘船前往战胜者的国土并在他们那里称王,还是相反,战胜者前往战败者的国土?

语法注3 条
  1. 11.134τὰ μὲν αἰσχυνόμενος, τὰ δʼ ὑποπτεύων τὰ πράγματα

    τὰ μέν ... τὰ δέ 作副词性宾格(内涵宾格),意为“一方面……,另一方面……”,用于并列修饰后面的两个分词从句(αἰσχυνόμενος 与 ὑποπτεύων)。

  2. 11.135οὐκ ἂν εἰ πεπλανημένος καὶ πρὸς ὀλίγον ἀφίκετο

    此句为省略主句谓语动词的非真实条件句(反事实条件句):条件从句由 εἰ 搭配不定过去时直陈式 ἀφίκετο 构成,而结论句省略了动词(如 ἦν 或 ἐγένετο),小词 ἄν 修饰该省略的谓语,意为“若他只是作为流浪者短暂停留,便不会〔有此情况〕”。

  3. 11.136τοῦτο δὲ οὐκ ἄν ποτε ἐποίησεν, εἰ ἐφαίνετο ἡ Ἑλένη κατοικήσασα ὕστερον ἐν τῇ Ἑλλάδι καὶ τῷ Μενελάῳ συνοῦσα

    主句中 ἐποίησεν 的主语承接前文的悲剧诗人(τις τῶν τραγῳδοποιῶν),指其戏剧创作之举。从句则采用 φαίνομαι 搭配分词(κατοικήσασα, συνοῦσα)的结构,表示客观显明的事实(“如果海伦定居……是显而易见的”),而非搭配不定词时的“似乎/看似”。全句构成一个反事实条件句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.134-11.139