- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.128-11.133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出希腊军队冬季撤兵、遭遇海难、阵营内讧,以及归国后阿伽门农遇弑、诸英雄流亡等遭遇,借此论证这些事实表明他们是战败者而非胜利者。
ἄξιον δὲ κἀκεῖνο ἐνθυμηθῆναι πρὸς τοῖς ὁμολογουμένοις. ὁμολογοῦσι γὰρ ἅπαντες τοὺς Ἀχαιοὺς ἐκ τῆς Ἀσίας ἀναχθῆναι χειμῶνος ἤδη, καὶ διὰ τοῦτο ἀπολέσθαι τὸ πλέον τοῦ στόλου περὶ τὴν Εὔβοιαν· ἔτι δὲ μὴ κατὰ ταὐτὸ πλεῖν ἅπαντας, ἀλλὰ στασιάσαι τὸ στράτευμα καὶ τοὺς Ἀτρείδας, καὶ τοὺς μὲν Ἀγαμέμνονι, τοὺς δὲ Μενελάῳ προσθέσθαι, τοὺς δὲ καθʼ αὑτοὺς ἀπελθεῖν, ὧν καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ μέμνηται. τοὺς μὲν γὰρ εὖ πράττοντας ὁμονοεῖν εἰκὸς καὶ τῷ βασιλεῖ τὸ πλεῖστον ὑποτάττεσθαι, καὶ τὸν Μενέλαον μὴ διαφέρεσθαι πρὸς τὸν ἀδελφὸν παραχρῆμα τῆς εὐεργεσίας·1 τοῖς δὲ ἡττημένοις καὶ κακῶς πράττουσιν ἅπαντα ταῦτα ἀνάγκη συμβαίνειν.
此外,在普遍公认的事实之外,这一点也值得深思。因为人人都承认,阿开奥斯人从亚洲启航时已是冬季,正因如此,船队的大部分在优卑亚周边覆没;而且他们并非全体同行,而是军队与阿特柔斯之子们之间爆发了内讧,有人附从阿伽门农,有人附从墨涅拉俄斯,还有人各自离去——这些事荷马在《奥德赛》中亦有提及。因为春风得意之人理当同心同德,大多臣服于国王,墨涅拉俄斯也不可能在刚蒙大恩之后便与兄长反目;然而对于遭受惨败、身处逆境之人而言,发生这一切则是必然的。
ἔτι δὲ τοὺς μὲν φοβουμένους καὶ φεύγοντας ἐκ τῆς πολεμίας ἀπιέναι τὴν ταχίστην· τοὺς δὲ κρατοῦντας καὶ πρὸς τοῖς αὑτῶν ἔχοντας τοσοῦτον πλῆθος αἰχμαλώτων καὶ χρημάτων περιμένειν τὴν ἀσφαλεστάτην ὥραν,2 ἅτε καὶ αὐτῆς τῆς γῆς κρατοῦντας καὶ πολλὴν ἁπάντων ἀφθονίαν ἔχοντας, ἀλλὰ μὴ δέκα ἔτη περιμείναντας διαφθαρῆναι παρʼ ὀλίγον. αἵ τε οἴκοι συμφοραὶ καταλαβοῦσαι τοὺς ἀφικομένους οὐχ ἥκιστα δηλοῦσι τὸ πταῖσμα καὶ τὴν ἀσθένειαν αὐτῶν·
况且,心怀恐惧、四散溃逃之人自当以最快速度逃离敌境;而战胜者在自身财物之外还握有如此众多的战俘与财宝,既然掌控了土地本身且诸物充足,理当等待最安全的时节,绝不至于在等待了十年之后,险些全军覆没。此外,归国者在家中所遭遇的灾祸,最有力地揭示了他们的挫败与虚弱。
οὐ πάνυ γὰρ εἰώθασιν ἐπιτίθεσθαι τοῖς νικῶσιν οὐδὲ τοῖς εὐτυχοῦσιν, ἀλλὰ τούτους μὲν θαυμάζουσι καὶ φοβοῦνται, τῶν δὲ ἀποτυχόντων καταφρονοῦσιν οἵ τε ἔξωθεν καί τινες τῶν ἀναγκαίων. φαίνεται δὲ Ἀγαμέμνων ὑπὸ τῆς γυναικὸς ὑπεροφθεὶς διὰ τὴν ἧτταν, ὅ τε Αἴγισθος ἐπιθέμενος αὐτῷ καὶ κρατήσας ῥᾳδίως, οἵ τε Ἀργεῖοι καταλαβόντες τὸ πρᾶγμα καὶ τὸν Αἴγισθον βασιλέα ἀποδείξαντες, οὐκ ἄν εἰ μετὰ τοσαύτης δόξης καὶ δυνάμεως ἀφικόμενον τὸν Ἀγαμέμνονα ἀπέκτεινε,3 κρατήσαντα τῆς Ἀσίας.
因为人们绝无袭取胜利者或得势者的习惯,反而敬畏他们;而对于受挫落魄之人,无论外人还是某些亲眷,都会予以蔑视。显然,阿伽门农正是因战败而遭其妻轻视,埃癸斯托斯袭取并轻易制服了他,阿尔戈斯人接受了这一变故并立埃癸斯托斯为王——如果〔埃癸斯托斯〕诛杀的是征服亚洲、携如此巨大的声望与力量归来的阿伽门农,〔阿尔戈斯人〕绝不会这样做。
ὅ τε Διομήδης ἐξέπεσεν οἴκοθεν, οὐθενὸς ἔλαττον εὐδοκιμῶν ἐν τῷ πολέμῳ, καὶ Νεοπτόλεμος εἴτε ὑπὸ Ἑλλήνων εἴτε ὑπὸ ἄλλων τινῶν· μετʼ οὐ πολὺ δὲ καὶ πάντες ἐξέπεσον ἐκ τῆς Πελοποννήσου, καὶ κατελύθη τὸ τῶν Πελοπιδῶν γένος διʼ ἐκείνην τὴν ξυμφοράν, οἱ δʼ Ἡρακλεῖδαι, πρότερον ἀσθενεῖς ὄντες καὶ ἀτιμαζόμενοι, κατῆλθον μετὰ Δωριέων.
而且,狄俄墨德斯虽在战事中威名不逊于任何人,却被逐出故土;奈奥普托勒摩斯亦被希腊人或其他人〔逐出〕;不久之后,全员皆被逐出伯罗奔尼撒,珀罗普斯王族因那场灾祸而断绝,而此前孱弱受辱的赫拉克勒斯后裔则联合多利安人重返故土。
- 11.130παραχρῆμα τῆς εὐεργεσίας
时间副词 παραχρῆμα 直接支配表示时间起点的夺格性属格 τῆς εὐεργεσίας(“在蒙受大恩之后立即”)。此处的“恩惠”指阿伽门农为胞弟墨涅拉俄斯率大军远征特洛伊之恩。
- 11.131ἔτι δὲ τοὺς μὲν φοβουμένους καὶ φεύγοντας ἐκ τῆς πολεμίας ἀπιέναι τὴν ταχίστην· τοὺς δὲ κρατοῦντας ... περιμένειν τὴν ἀσφαλεστάτην ὥραν
承接前句的支配谓语 εἰκός [ἐστι](“……是合乎常理的”),引导两组相互对比的宾格加不定式结构(τοὺς μὲν ... ἀπιέναι 与 τοὺς δὲ ... περιμένειν)。
- 11.132οὐκ ἄν εἰ μετὰ τοσαύτης δόξης καὶ δυνάμεως ἀφικόμενον τὸν Ἀγαμέμνονα ἀπέκτεινε
位于条件从句前的省略结构 οὐκ ἄν 承接并省略了前文的分词谓语(如 βασιλέα ἀποδείξαντες),与条件从句 εἰ ... ἀπέκτεινε 构成与过去事实相反的虚拟条件句,意为“如果(埃癸斯托斯)杀死的是携如此之大的声誉与力量归来的阿伽门农,(阿尔戈斯人)绝不会这样做”。
