- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.122-11.127
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者叙述了奥德修斯如何在海伦协助下缔结和约,阿开奥斯人留下木马并依约撤军,赫克托耳在其父安享天年之后继承王位并长期统治的实情,并指责世俗通说的荒谬。
παρεκάλει δὲ καὶ τὴν Ἑλένην ὑπὲρ τῆς εἰρήνης συλλαμβάνειν. ἡ δὲ συνέπραττε προθύμως· ἤχθετο γὰρ ὅτι διʼ αὐτὴν οἱ Τρῶες ἐδόκουν πολλὰ κακὰ πάσχειν. καὶ ποιοῦνται τὰς διαλύσεις, καὶ σπονδαὶ γίγνονται τοῖς Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς· Ὅμηρος δὲ καὶ τοῦτο μετήνεγκεν ἐπὶ τὸ ψεῦδος, εἰδὼς γενόμενον·1 ἀλλʼ ἔφη τοὺς Τρῶας συγχέαι τὰς σπονδάς· ὤμοσάν τε ἀλλήλοις ὅ τε Ἕκτωρ καὶ Ἀγαμέμνων καὶ τῶν ἄλλων οἱ δυνατοὶ μήτε τοὺς Ἕλληνάς ποτε στρατεύσειν εἰς τὴν Ἀσίαν, ἕως ἂν ἄρχῃ τὸ Πριάμου γένος, μήτε τοὺς Πριαμίδας εἰς Πελοπόννησον ἢ Βοιωτίαν ἢ Κρήτην ἢ Ἰθάκην ἢ Φθίαν ἢ Εὔβοιαν.
奥德修斯还敦促海伦为和平出力协助。她也欣然配合;因为特洛伊人似乎因她而遭受诸多苦难,令她深感痛苦。于是他们达成了和解,特洛伊人与阿开奥斯人之间立下了和约。然而荷马即便知道事实正是如此,也将此事歪曲为谎言,反而声称是特洛伊人破坏了盟约。赫克托耳、阿伽门农以及其他权贵彼此立誓:只要普里阿摩斯的家族掌权,希腊人绝不再进犯亚洲,而普里阿摩斯之子孙亦不得出征伯罗奔尼撒、维奥蒂亚、克里特、伊萨卡、普提亚或优卑亚。
ταύτας γὰρ μόνας ἐξαιρέτους ἐποίουν·2 περὶ δὲ τῶν ἄλλων οὐκ ἐβούλοντο ὀμνύειν οἱ Τρῶες οὐδὲ τοῖς Ἀτρείδαις ἔμελε. τούτων δὲ ὀμοσθέντων, ὅ τε ἵππος ὑπὸ τῶν Ἀχαιῶν ἐτελέσθη, μέγα ἔργον, καὶ ἀνήγαγον αὐτὸν οἱ Τρῶες πρὸς τὴν πόλιν καὶ τῶν πυλῶν οὐ δεχομένων, μέρος τι τοῦ τείχους καθεῖλον· ὅθεν γελοίως ἐλέχθη τὸ ἁλῶναι τὴν πόλιν ὑπὸ τοῦ ἵππου.3 καὶ τὸ στράτευμα ᾤχετο ὑπόσπονδον τούτῳ τῷ τρόπῳ. τὴν δὲ Ἑλένην ὁ Ἕκτωρ συνῴκισε Δηιφόβῳ, ὃς ἦν μετʼ ἐκεῖνον τῶν ἀδελφῶν ἄριστος.
因为他们仅将这些地方列为不可侵犯的特例;至于其他地区,特洛伊人不愿起誓,阿特柔斯诸子也并不在乎。在立下这些誓言之后,阿开奥斯人造完了一件巨大的造物——那匹木马,特洛伊人将其运往城中;但由于城门无法通过,他们便拆毁了一部分城墙。从此便荒唐地传出了城市被木马攻陷的说法。阿开奥斯的军队便依凭条约以这种方式撤离了。赫克托耳将海伦嫁给了德伊福玻斯,此人在诸兄弟中仅次于他本人最为优秀。
ὁ δὲ πατὴρ αὐτοῦ τελευτᾷ πάντων εὐδαιμονέστατος, πλὴν ὅσα λελύπητο περὶ τῶν παίδων τῶν τετελευτηκότων. καὶ αὐτὸς βασιλεύσας4 συχνὰ ἔτη καὶ πλεῖστα τῆς Ἀσίας καταστρεψάμενος γηραιὸς ἀποθνῄσκει, καὶ θάπτεται πρὸ τῆς πόλεως. τὴν δὲ ἀρχὴν Σκαμανδρίῳ τῷ παιδὶ κατέλιπεν. ταῦτα δὲ ἔχοντα οὕτως ἐπίσταμαι σαφῶς ὅτι οὐδεὶς ἀποδέξεται, φήσουσι δὲ ψευδῆ πάντες εἶναι, πλὴν τῶν φρονούντων, οὐ μόνον οἱ Ἕλληνες, ἀλλὰ καὶ ὑμεῖς. ἡ γὰρ διαβολὴ σφόδρα χαλεπόν ἐστι καὶ τὸ ἐξηπατῆσθαι πολὺν χρόνον.
而赫克托耳的父亲在去世时乃是众人中最幸福的,除了曾为死去的诸子感到悲痛之外。赫克托耳自己也在称王统治多年并征服了亚洲大部分地区之后寿终正寝,葬于城池之前。他将王权留给了儿子斯卡曼德里俄斯。我知道得很清楚,对于这些实情,除明智之人外,绝不会有人接受,所有人都会断言这是谎言——不仅是希腊人,甚至包括你们。因为偏见以及长期受欺骗的状态是极难克服的。
σκοπεῖτε δὲ τἀναντία πῶς ἐστι γελοῖα, ἀφελόντες τὴν δόξαν καὶ τὸ προκατειλῆφθαι·
然而,请你们在抛弃俗见与先入之见后,看一看对立的通说究竟是何等可笑。
- 11.122εἰδὼς γενόμενον
分词 εἰδώς 在此与 μετήνεγκεν 连用作让步状语(“明知……”),而 γενόμενον 则是作为动词 οἶδα 的补充动名词/分词(“事情确实发生过”)。此结构强化了演说者对荷马知情却蓄意编造谎言的控诉。
- 11.123ταύτας γὰρ μόνας ἐξαιρέτους ἐποίουν
ἐξαιρέτους 为谓语性宾格,与 ταύτας 一致,意为“他们仅将这些地方列为不可侵犯的特例/特别豁免区”。说明为何只有主要希腊将领的本土被明确列入互不侵犯的条文之中。
- 11.123τὸ ἁλῶναι τὴν πόλιν ὑπὸ τοῦ ἵππου
带有定冠词的不定词短语(连同其宾格主语 τὴν πόλιν)充当被动动词 ἐλέχθη 的主语,意为“城市被木马攻陷这回事被荒唐地传说开来”,讽刺地解释了通俗神话传说的起源。
- 11.124καὶ αὐτὸς βασιλεύσας
αὐτός 并非指前句的主语 ὁ πατὴρ αὐτοῦ(普里阿摩斯),而是指代代词 αὐτοῦ 的先行词赫克托耳本人(“而赫克托耳自己称王统治……”)。主语在此发生转换,引出赫克托耳战后继位为王并享尽天年这一翻案论调。
