← 金嘴狄翁

演说集

§11.115-11.121

阿开奥斯军的再起与和谈中木马献礼的提出

阿开奥斯人从本土召来援军并在高处筑起要塞,交战中双方多位重要将领相继阵亡。在双方皆陷于疲惫之际开启和谈,面对赫克托耳提出的赔偿要求,奥德修斯予以驳斥,并提出留下一尊献给雅典娜的大型供品以顾全体面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.115

μετεπέμψαντο δὲ καὶ οἱ Ἀχαιοὶ παρʼ αὑτῶν εἴ τινα ἐδύναντο ὠφέλειαν· τῶν μὲν γὰρ ἔξωθεν οὐδὲν οὐδεὶς ἔτι προσεῖχεν αὐτοῖς· ἀλλὰ Νεοπτόλεμόν τε τὸν Ἀχιλλέως κομιδῇ νέον ὄντα καὶ Φιλοκτήτην ὑπεροφθέντα πρότερον διὰ τὴν νόσον, καὶ τοιαύτας βοηθείας οἴκοθεν ἀσθενεῖς καὶ ἀπόρους.1 ὧν ἀφικομένων μικρὸν ἀναπνεύσαντες πάλιν διέπλευσαν εἰς τὴν Τροίαν, καὶ περιεβάλοντο τεῖχος ἕτερον πολὺ ἔλαττον, οὐκ ἐν ᾧ πρότερον τόπῳ παρὰ τὸν αἰγιαλόν, ἀλλὰ τὸ ὑψηλὸν αὐτοῦ καταλαβόντες.

阿开奥斯人也从本土征召他们所能获得的援助;因为外界已不再有人理睬他们;然而他们召来的只有阿喀琉斯极为年幼的儿子涅俄普托勒摩斯,以及此前因疾病而被弃置的菲罗克忒忒斯,诸如此类来自本土的羸弱困顿的援军。这些人抵达后,他们稍作休整,便再次渡海前往特洛伊,另外筑起了一道小得多的城墙,不是在原先沿海滩的地方,而是占领了高处。

§11.116

τῶν δὲ νεῶν αἱ μέν τινες ὑφώρμουν ὑπὸ τὸ τεῖχος, αἱ δὲ ἐν τῷ πέραν ἔμενον· ἅτε γὰρ οὐδεμίαν ἐλπίδα ἔχοντες κρατήσειν, ἀλλʼ ὁμολογιῶν δεόμενοι, καθάπερ εἶπον, οὐ βεβαίως ἐπολέμουν, ἀλλʼ ἀμφιβόλως τρόπον τινὰ καὶ πρὸς ἀπόπλουν μᾶλλον τὴν γνώμην ἔχοντες. ἐνέδραις οὖν ὡς τὸ πολὺ καὶ καταδρομαῖς ἐχρῶντο. καὶ ποτε μάχης ἰσχυροτέρας γενομένης, βιαζομένων αὐτῶν τὸ φρούριον ἐξελεῖν, Αἴας τε ὑπὸ Ἕκτορος ἀποθνήσκει καὶ Ἀντίλοχος ὑπὸ τοῦ Μέμνονος πρὸ τοῦ πατρός·

战船中有一部分停泊在城墙下方,另一部分则留在对岸;因为他们毫无获胜的指望,正如我说过的那样,一心只求达成协议,所以并未全力作战,而是采取某种游移不定的态度,心思更多倾向于扬帆撤离。因此,他们多半采用伏击和突袭的方式。有一次,在特洛伊人全力强攻要塞的激烈战斗中,大埃阿斯死于赫克托耳之手,安提洛科斯则在父亲眼前被门农杀死。

§11.117

ἐτρώθη δὲ καὶ αὐτὸς ὁ Μέμνων ὑπὸ τοῦ Ἀντιλόχου, καὶ ἀποκομιζόμενος τραυματίας τελευτᾷ κατὰ τὴν ὁδόν. συνέβη δὲ καὶ τοῖς Ἀχαιοῖς εὐημερῆσαι τότε ὡς οὐ πρότερον. ὅ τε γὰρ Μέμνων μέγα ἀξίωμα ἔχων ἐτρώθη καιρίως, τήν τε Ἀμαζόνα ἀπέκτεινε Νεοπτόλεμος καταδραμοῦσαν ἐπὶ τὰς ναῦς ἰταμώτερον καὶ πειρωμένην ἐμπρῆσαι, μαχόμενος ἐκ τῆς νεὼς ναυμάχῳ δόρατι, καὶ Ἀλέξανδρος ἀποθνῄσκει Φιλοκτήτῃ διατοξευόμενος.

门农本人也被安提洛科斯刺伤,在作为伤员被运送撤退的途中死于路上。此时阿开奥斯人也遭遇了前所未有的顺遂战况:享有极高声望的门农受了致命伤;涅俄普托勒摩斯从船上用海战长矛作战,杀死了鲁莽冲向战船并企图纵火的亚马逊人;亚历山大也在与菲罗克忒忒斯对射时毙命。

§11.118

ἦν οὖν ἀθυμία καὶ παρὰ τοῖς Τρωσίν, εἰ μηδέποτε παύσονται τοῦ πολέμου μηδὲ ἔσται μηδὲν αὐτοῖς πλέον νικῶσιν.2 ὅ τε Πρίαμος ἄλλος ἐγεγόνει μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, σφόδρα ἀνιαθεὶς καὶ φοβούμενος ὑπὲρ τοῦ Ἕκτορος. πολὺ δὲ φαυλότερον ἔσχε τὰ τῶν Ἀχαιῶν Ἀντιλόχου τε καὶ Αἴαντος τεθνηκότων· ὥστε πέμπουσι περὶ συμβάσεων, φάσκοντες ἀπιέναι γενομένης εἰρήνης καὶ ὅρκων ὀμοσθέντων μηκέτι στρατεύσειν μήτε αὐτοὺς εἰς τὴν Ἀσίαν μήτε ἐκείνους ἐπὶ τὸ Ἄργος.

因此,特洛伊人中间也产生了沮丧情绪,担心战事永无休止,即便获胜也落不到任何好处。普里阿摩斯在亚历山大死后也判若两人,极度悲伤,并为赫克托耳深感担忧。然而阿开奥斯人的处境因安提洛科斯和大埃阿斯之死而更加糟糕;于是他们派出使者商谈和议,声明一旦实现和平,并立誓他们自己不再进军亚洲,对方也不再进犯阿尔戈斯,他们便撤走。

§11.119

μετὰ δὲ ταῦτα ὁ μὲν Ἕκτωρ ἀντέλεγε· πολὺ γὰρ εἶναι κρείττους καὶ τὸ ἐπιτείχισμα ἔφη κατὰ κράτος αἱρήσειν· μάλιστα δὲ ἐχαλέπαινε τῇ Ἀλεξάνδρου τελευτῇ. δεομένου δὲ τοῦ πατρὸς καὶ τὸ γῆρας τὸ αὑτοῦ λέγοντος καὶ τῶν παίδων τὸν θάνατον, τοῦ τε ἄλλου πλήθους ἀπηλλάχθαι βουλομένου, τὰς μὲν διαλύσεις συνεχώρησεν· ἠξίου δὲ τοὺς Ἀχαιοὺς τά τε χρήματα διαλῦσαι τὰ δαπανηθέντα εἰς τὸν πόλεμον καὶ δίκην τινὰ ὑποσχεῖν, ὅτι μηθὲν ἀδικηθέντες ἐστρατεύσαντο, καὶ τήν τε χώραν διέφθειραν πολλοῖς ἔτεσι καὶ ἄνδρας ἀγαθοὺς ἄλλους τε καὶ Ἀλέξανδρον, οὐδὲν ὑπʼ αὐτοῦ παθόντες, ἀλλʼ ὅτι κρείττων ἐνομίσθη κατὰ μνηστείαν καὶ γυναῖκα ἔλαβεν ἐκ τῆς Ἑλλάδος τῶν κυρίων διδόντων.

在此之后,赫克托耳表示反对;他说己方占据绝对优势,定能强攻攻克那座要塞;他对亚历山大之死尤感愤恨。但因父亲的恳求,提及自己的年迈和诸子的阵亡,加之其余民众都渴望摆脱战争,他便同意了停战。但他要求阿开奥斯人偿还耗费于战事的钱财并承担某种惩罚,因为他们未经任何侵害便大举进犯,多年蹂躏国土,杀害了许多勇士特别是亚历山大;而他们并未受其任何加害,不过是因为亚历山大在求婚中被认为更胜一筹,并在当事监护人应允下从希腊娶得妻子而已。

§11.120

ὁ δὲ Ὀδυσσεύς, οὗτος γὰρ ἐπρέσβευε περὶ τῆς εἰρήνης, παρῃτεῖτο, ἐπιδεικνὺς ὅτι οὐχ ἥττω δεδράκασιν ἢ πεπόνθασιν, καὶ τὴν αἰτίαν ἐκείνοις ἀνετίθει τοῦ πολέμου· μηδὲν γὰρ δεῖν Ἀλέξανδρον τοσούτων οὐσῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, τὸν δὲ εἰς τὴν Ἑλλάδα ἐλθόντα μνηστεύειν3 καὶ ἀπελθεῖν καταγελάσαντα τῶν ἀρίστων παρʼ αὐτοῖς, πλούτῳ νικήσαντα· συμβῆναι γὰρ οὐχ ἁπλῶς τὴν μνηστείαν, ἀλλὰ ἐπιβουλεύειν αὐτὸν τοῖς ἐκεῖ πράγμασι διὰ τούτου μὴ λανθάνειν αὐτούς· ὥστε τὸ λοιπὸν ἠξίου παύσασθαι, τοσούτων κακῶν γεγονότων ἀμφοτέροις, καὶ ταῦτα ἐπιγαμίας τε οὔσης καὶ συγγενείας τοῖς Ἀτρείδαις πρὸς αὐτοὺς διὰ Πέλοπα.

但担任和平使节的奥德修斯拒绝了这些要求,指出〔特洛伊人〕所造成的创伤并不亚于所承受的,并将战争的罪责归咎于他们:在亚洲有如此众多女子的情形下,亚历山大根本无须前往希腊求婚,在凭财富压倒众人后嘲弄当地的显贵而去。因为他求婚绝非寻常之举,借此图谋颠覆那里的政事并未瞒过希腊人。因此他认为此后双方应当罢兵,既然彼此都经历了如此巨大的灾难,况且通过珀罗普斯,阿特柔斯之子与他们之间本就存在通婚与亲缘关系。

§11.121

περὶ δὲ τῶν χρημάτων κατεγέλα· μὴ γὰρ εἶναι χρήματα τοῖς Ἕλλησιν, ἀλλὰ καὶ νῦν τοὺς πολλοὺς ἑκόντας στρατεύεσθαι διὰ τὴν οἴκοι πενίαν. ταῦτα δὲ ἔλεγεν ἀποτρέπων αὐτοὺς τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας. εἰ δὲ δέοι τινα δίκην γενέσθαι τοῦ εὐπρεποῦς χάριν, αὐτὸς εὑρεῖν.4 καταλείψειν γὰρ αὐτοὺς ἀνάθημα κάλλιστον καὶ μέγιστον τῇ Ἀθηνᾷ καὶ ἐπιγράψειν, Ἱλαστήριον Ἀχαιοὶ τῇ Ἀθηνᾷ τῇ Ἰλιάδι. τοῦτο γὰρ φέρειν μεγάλην τιμὴν ἐκείνοις· καθʼ ἑαυτῶν δὲ γίγνεσθαι μαρτύριον ὡς ἡττημένων.

对于金钱赔偿,他报以嗤笑:希腊人并无资财,如今多数人乐于出征正是由于本土的贫困。他说这番话是为了打消他们远征希腊的念头。但若为了体面起见必须有某种赔偿,他说自己已想出办法:阿开奥斯人将为雅典娜留下一件极其美丽而宏大的献纳品,并在上面题刻:‘阿开奥斯人献给伊利昂的雅典娜的赎罪祭礼。’因为这会给特洛伊人带来极大的荣耀,而对阿开奥斯人自身而言,则是承认落败的明证。

语法注4 条
  1. 11.115ἀλλὰ Νεοπτόλεμόν τε τὸν Ἀχιλλέως κομιδῇ νέον ὄντα καὶ Φιλοκτήτην ὑπεροφθέντα πρότερον διὰ τὴν νόσον, καὶ τοιαύτας βοηθείας οἴκοθεν ἀσθενεῖς καὶ ἀπόρους

    宾格名词短语(Νεοπτόλεμον, Φιλοκτήτην 与 τοιαύτας βοηθείας)由 ἀλλά 引领,作为前文动词 μετεπέμψαντο 的宾语。紧接在含有否定词(οὐδείς)的分句之后,ἀλλά 构成了转折限定,意为“外部无人理睬,只召来了……”。

  2. 11.118εἰ μηδέποτε παύσονται τοῦ πολέμου μηδὲ ἔσται μηδὲν αὐτοῖς πλέον νικῶσιν

    由 εἰ 引导的条件从句,用以说明表示心理状态的名词 ἀθυμία(沮丧、灰心)的具体内容或理由。在古典希腊语中,表示情感或忧虑的词语后常接 εἰ 从句,表达对某种不利情况的担忧(即“担心战事永无止境……”)。

  3. 11.120μηδὲν γὰρ δεῖν Ἀλέξανδρον τοσούτων οὐσῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, τὸν δὲ εἰς τὴν Ἑλλάδα ἐλθόντα μνηστεύειν

    间接引语中非人称动词 δεῖ 的“宾格加不定式”结构(δεῖν)。Ἀλέξανδρον 为宾格逻辑主语(意为“亚历山大毫无必要”),而 τοσούτων οὐσῶν... γυναικῶν 为独立属格(“既然亚洲有如此众多的女子”)。在这一插入分句之后,τὸν δέ 作为复指兼转折代词再次指代亚历山大,作为不定式 μνηστεύειν 的逻辑主语。

  4. 11.121αὐτὸς εὑρεῖν

    间接引语中的“主格加不定式”结构(Nominativus cum Infinitivo)。由于不定式 εὑρεῖν 的逻辑主语与引导动词的主语(说话者奥德修斯)同一,故强调代词 αὐτός 采用主格而非宾格。不定过去时不定式表示他自己已构想出了这一方案。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.115-11.121