- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:11.108-11.114
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者断言荷马因无法容忍自己的虚构而放弃了诗篇的写作,随后讲述了真正的经过:阿喀琉斯阵亡后,阿开奥斯人夜间撤退至赫耳索涅索斯,而各地援军则纷纷集结支援得势的特洛伊人。
εἰς τοῦτο δὲ προελθὼν ἀπεῖπε λοιπόν, οὐκ ἔχων ὅ,τι χρήσηται τῇ ποιήσει καὶ τοῖς ψεύσμασι δυσχεραίνων οὐδὲ γὰρ ὑπέμεινεν οἶμαι πάλαι τεθνηκότα τὸν Ἀχιλλέα ποιεῖν πάλιν ἀναιρούμενον,1 οὐδὲ νικῶντας τοὺς ἡττηθέντας καὶ φεύγοντας, οὐδὲ τὴν κρατήσασαν πόλιν, ταύτην πορθουμένην. οἱ δὲ ὕστερον ἅτε ἐξηπατημένοι καὶ τοῦ ψεύδους ἰσχύοντος ἤδη θαρροῦντες ἔγραφον. τὰ δὲ πράγματα οὕτως ἔσχεν.
荷马进行到这一步,终于放弃了,因为他不知该如何处置自己的诗作,且对自己的种种谎言心生厌倦。我想,他绝无法容忍去描写早已死去的阿喀琉斯再次被杀,也无法容忍被击败而逃跑的人反败为胜,更无法容忍那座胜利的城邦——这同一座城邦——遭到洗劫毁灭。然而后来的诗人们,由于受了欺骗,加之谎言已深入人心,便大胆放肆地写了下去。但事情的真相其实是这样的。
Ἀχιλλέως τελευτήσαντος ὑπὸ Ἕκτορος ἐν τῇ βοηθείᾳ τῶν νεῶν, οἱ μὲν Τρῶες, ὥσπερ καὶ πρότερον, ἐπηυλίσθησαν ἐγγὺς τῶν νεῶν, ὡς φυλάξοντες τοὺς Ἀχαιούς· ὑπώπτευον γὰρ αὐτοὺς ἀποδράσεσθαι τῆς νυκτός· ὁ δὲ Ἕκτωρ ἀνεχώρησεν εἰς τὴν πόλιν παρά τε τοὺς γονέας καὶ τὴν γυναῖκα, χαίρων τοῖς πεπραγμένοις, ἐπὶ τοῦ στρατεύματος καταλιπὼν Πάριν.
阿喀琉斯在救援战船时被赫克托耳杀死后,特洛伊人像之前一样,在船只附近扎营露宿,打算监视阿开奥斯人;因为他们怀疑对方会在夜间逃跑。而赫克托耳则因战果而欣喜,回到了城内父母与妻子的身边,把军队交由帕里斯留守统领。
ὁ δʼ αὐτός τε καὶ τῶν Τρώων τὸ πλῆθος ἐκάθευδεν, ὡς εἰκὸς ἦν κεκοπωμένους καὶ μηδὲν προσδεχομένους κακόν, ἔτι δὲ παντελοῦς εὐπραγίας οὔσης. ἐν τούτῳ δὴ Ἀγαμέμνων μετὰ Νέστορος καὶ Ὀδυσσέως καὶ Διομήδους βουλευσάμενος σιωπῇ καθείλκυσαν2 τῶν νεῶν τὰς πολλάς, ὁρῶντες ὅτι καὶ τῇ προτεραίᾳ μικροῦ διεφθάρησαν, ὡς μηδὲ φυγὴν ἔτι εἶναι, καὶ μέρος οὐκ ὀλίγον ἦν ἐμπεπρησμένον αὐτῶν, ἀλλʼ οὐ μία ναῦς ἡ Πρωτεσιλάου· ταῦτα δὲ ποιήσαντες ἀπέπλευσαν εἰς τὴν Χερρόνησον, τῶν αἰχμαλώτων πολλὰ καταλιπόντες καὶ τῶν ἄλλων οὐκ ὀλίγα κτημάτων.
然而帕里斯本人和特洛伊的大军都睡着了,这本也是情理之中,因为他们精疲力竭,未料到会有危险,加之正处于完全的胜利之中。正在此时,阿伽门农与涅斯托耳、奥德修斯及狄俄墨得斯商议之后,悄悄将大部分船只推入海中,因为他们看到前一天船只几乎全被摧毁,以至于连逃生之路都将断绝,而且其中相当大的一部分已被焚毁,绝不仅是普罗忒西拉奥斯那一艘船而已。做了这些之后,他们便扬帆驶向赫耳索涅索斯,抛下了许多俘虏和不少财产。
ἅμα δὲ τῇ ἡμέρᾳ φανεροῦ γενομένου τοῦ πράγματος, ὁ μὲν Ἕκτωρ ἠγανάκτει καὶ βαρέως ἔφερε καὶ τὸν Ἀλέξανδρον ἐλοιδόρει· τοὺς γὰρ πολεμίους αὐτὸν ἐκ τῶν χειρῶν ἀφεῖναι·3 τὰς δὲ σκηνὰς ἐνέπρησαν οἱ Τρῶες καὶ διήρπαζον τὰ καταλειφθέντα. τοῖς δὲ Ἀχαιοῖς ἐν τῷ ἀσφαλεῖ βουλευομένοις· οὐ γὰρ εἶχον οἱ περὶ τὸν Ἕκτορα ναυτικὸν ἕτοιμον, ὥστε διαβαίνειν ἐπʼ αὐτούς· ἐδόκει μὲν ἀπιέναι πᾶσι, πολλοῦ πλήθους ἀπολωλότος καὶ τῶν ἀρίστων ἀνδρῶν· κίνδυνος δὲ ἦν μὴ ναῦς ποιησάμενοι παραχρῆμα ἐπιπλεύσωσιν ἐπὶ τὴν Ἑλλάδα.
拂晓时分,事情败露,赫克托耳愤愤不平,极为懊恼,斥责亚历山大,怪他把敌人从手中放跑了。特洛伊人烧毁了帐篷,洗劫了遗留下来的物品。而对于正在安全之地商议的阿开奥斯人而言——因为赫克托耳一行人并没有准备好的舰队可以渡海前去进攻他们——虽然众人皆以为应当撤回,因为大批人马乃至最优秀的勇士均已丧命,但又担心特洛伊人若立刻造出战船,便会径直扬帆进犯希腊。
διὰ τοῦτο οὖν ἀναγκαῖον ἦν μένειν ὥσπερ κατʼ ἀρχὰς λῃστεύοντας, εἴ πως τῷ Πάριδι κάμνοντι διαλλάξειαν αὑτοὺς καὶ πρὸς φιλίαν πράξαντες ἀπελθεῖν.4 ὡς δὲ ἔκριναν ταῦτα, καὶ ἐποίουν πέραν μένοντες. κἀνταῦθα τοῖς Τρωσὶν ἐπῆλθον ἐκ μὲν Αἰθιοπίας Μέμνων, αἱ δὲ Ἀμαζόνες ἐκ τοῦ Πόντου βοηθοὶ καὶ ἄλλο πλῆθος ἐπικούρων, ὡς εὐτυχοῦντας ἐπυνθάνοντο τὸν Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς Ἀχαιοὺς ὅσον οὔπω διεφθαρμένους πάντας, οἱ μέν τινες κατʼ εὔνοιαν, οἱ δὲ καὶ φόβῳ τῆς δυνάμεως· οὐ γὰρ τοῖς ἡττημένοις οὐδὲ τοῖς κακῶς πράττουσιν, ἀλλὰ τοῖς νικῶσι καὶ τοῖς περιγενομένοις ἁπάντων πάντες ἐθέλουσι βοηθεῖν.
因此,他们只得像起初那样留下来劫掠,以期疲于应付的帕里斯能与他们讲和,并在达成友好协议后撤离。他们做出这一决议后,便留在对岸照此施行。 就在这时,埃塞俄比亚的门农、来自本都作为援助的亚马逊人以及大批其他援军赶来支援特洛伊人,因为他们获悉普里阿摩斯和赫克托耳顺遂亨通,而阿开奥斯人行将全军覆没;其中有些人是出于善意,有些人则是出于对特洛伊力量的畏惧。因为人人都乐于协助胜利者和最终压倒一切的人,而绝不愿协助失败者或身陷逆境之人。
- 11.110ποιεῖν πάλιν ἀναιρούμενον
在文学创作语境中,动词 ποιεῖν 意为“(在诗中)描写、设定”,支配宾语(此处为 πάλαι τεθνηκότα τὸν Ἀχιλλέα)及补充宾语的分词(ἀναιρούμενον),构成“描写阿喀琉斯被杀”的结构。后文的 νικῶντας τοὺς ἡττηθέντας 与 τὴν κρατήσασαν πόλιν, ταύτην πορθουμένην 同样处于该 ποιεῖν 的统辖之下,形成平行结构。
- 11.112Ἀγαμέμνων μετὰ Νέστορος καὶ Ὀδυσσέως καὶ Διομήδους βουλευσάμενος σιωπῇ καθείλκυσαν
句法主语 Ἀγαμέμνων 及其修饰分词 βουλευσάμενος 为单数,但因包含介词短语 μετὰ Νέστορος καὶ Ὀδυσσέως καὶ Διομήδους(与……一起)而在语义上被视为复合主语,故限定动词 καθείλκυσαν 采用了复数形式,属于依义构词(constructio ad sensum)。
- 11.113τοὺς γὰρ πολεμίους αὐτὸν ἐκ τῶν χειρῶν ἀφεῖναι
此句为承接前文动词 ἐλοιδόρει(斥责、辱骂)的间接引语对格与不定式结构。对格主语为 αὐτόν(指帕里斯),不定式为 ἀφεῖναι;小词 γάρ 表明此处是赫克托耳斥责帕里斯的具体理由或内容(“即他竟然把敌人从手中放跑了”)。
- 11.114εἴ πως τῷ Πάριδι κάμνοντι διαλλάξειαν αὑτοὺς καὶ πρὸς φιλίαν πράξαντες ἀπελθεῖν
由 εἴ πως(“看是否能以某种方式……”)引导并带祈愿语气动词 διαλλάξειαν 的从句表达期盼或尝试之意。其后的不定式 ἀπελθεῖν 在句法上与前面的 μένειν 构成并列,同受无人称表达 ἀναγκαῖον ἦν 支配(“有必要留下来……并在达成友好协议后离去”)。
