- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:10.26-10.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼以克罗伊索斯和俄瑞斯忒斯为例,警告缺乏自知之明便去求神谕的危险,指出真正有理智的人根本不需要神谕。随后他剖析了俄狄浦斯的愚昧,指出俄狄浦斯并未真正解开斯芬克斯的谜题,反而因自命聪明而凄惨灭亡,与那些自满于无知的智者别无二致。
καὶ τοίνυν τὰ περὶ Κροῖσον ἀκήκοας τὸν Λυδόν, ὃς ἡγούμενος πείθεσθαι τῷ θεῷ παντὸς μᾶλλον καὶ διαβὰς τὸν ποταμὸν τὸν Ἅλυν, τὴν ἀρχὴν ἀπέβαλε, καὶ αὐτὸς ἐν πέδαις ἐδέθη καὶ ὀλίγου κατεκαύθη ζῶν. ἢ σὺ οἴει φρονιμώτερος εἶναι Κροίσου, ἀνδρὸς οὕτω πλουσίου καὶ τοσούτων ἀνθρώπων ἄρχοντος καὶ Σόλωνι συγγενομένου καὶ ἄλλοις παμπόλλοις σοφισταῖς;
“而且,你也听说过关于吕底亚人克罗伊索斯的事迹吧:他自以为比任何人都更顺从神意,渡过了哈里斯河,结果丢掉了王位,自己戴上了锁链,差一点被活活烧死。难道你自以为比克罗伊索斯还要明智吗?他可是那样富有、统治着那么多民众,并且与梭伦以及极其众多的智者都有过交往的人。”
τὸν δὲ Ὀρέστην καὶ αὐτὸν δήπου ὁρᾷς ἐν ταῖς τραγῳδίαις ἐγκαλοῦντα τῷ θεῷ καὶ μεμφόμενον, ὁπότε μαίνοιτο, ὡς συμβουλεύσαντος ἐκείνου τὴν μητέρα ἀποκτεῖναι. καί τοι μὴ νόμιζε τὸν Ἀπόλλωνα χαλεπόν τι ἢ αἰσχρὸν προστάξαι1 τοῖς ἐρωτῶσιν αὐτόν. ἀλλʼ ὅπερ εἶπον, χρῆσθαι τῷ θεῷ ἀδύνατοι ὄντες, ἔπειτα ἐπιχειροῦντες, οὐχ αὑτούς, ἀλλʼ ἐκεῖνον αἰτιῶνται. σὺ οὖν, ἐάν μοι πεισθῇς, φυλάξῃ, καὶ πρότερον προθυμήσῃ γνῶναι σεαυτόν, ἔπειτα φρονήσας, ἐὰν δοκῇ σοι, τότε ἤδη μαντεύσῃ.
“而且至于俄瑞斯忒斯,你自然也在悲剧中看到过,每当他发狂时,就控告并责怪神明,理由是神劝告他杀害母亲。然而,你切不可以为阿波罗向那些求问他的人下达过任何苛刻或可耻的指令。正相反,正如我所说的,人们没有能力与神交往,却偏要去尝试,事后不责怪自己,反倒去责怪神。因此,你若听我的劝告,就当戒备小心,先努力认识你自己,之后有了见识,假若你认为妥当,到那时再去求神问卜。”
ἐγὼ μὲν γὰρ οἶμαί σε μηδὲν δεήσεσθαι μαντείας νοῦν ἔχοντα. καὶ γὰρ δὴ ὅρα, ἐάν σε κελεύσῃ γράφειν καὶ ἀναγιγνώσκειν ὀρθῶς μὴ γραμματικὸν ὄντα, οὐ δυνήσῃ. γράμματα δὲ εἰδώς, καὶ μὴ τοῦ θεοῦ κελεύοντος κατὰ τρόπον γράψεις καὶ ἀναγνώσῃ. ὁμοίως δὲ ἄλλο ὁτιοῦν πράττειν, ἐὰν συμβουλεύσῃ σοι μὴ ἐπισταμένῳ, οὐχ οἷός τε ἔσει. καὶ ζῆν ὀρθῶς οὐ δυνήσῃ μὴ ἐπιστάμενος, οὐδʼ ἂν κατὰ τὴν ἡμέραν ἑκάστην τὸν Ἀπόλλω ἐνοχλῇς καὶ σοὶ μόνῳ σχολάζῃ. νοῦν δὲ ἔχων γνώσῃ ἀπὸ σεαυτοῦ ὅ, τι σοι πρακτέον ἐστὶ καὶ ὅπως.
“因为在我看来,你若有了理智,就根本不需要神谕了。且看:神假若吩咐你正确地读写,而你并不识字,你是做不到的。但只要通晓文字,即便没有神明的吩咐,你也能得体地读写。同样地,如果神劝你做任何其他事情,而你并不懂得,你也是做不成的。若是没有见识,你也就无法正确地生活,哪怕你每天都去纠缠阿波罗,哪怕他单单为你一个人腾出时间,也是如此。但只要你拥有理智,你自己就能明白什么是你该做的以及该怎样做。”
ὃ δὲ ἔλαθέ με περὶ τοῦ Οἰδίποδος εἰπεῖν, ὅτι εἰς Δελφοὺς μὲν οὐκ ἦλθε μαντευσόμενος, τῷ δὲ Τειρεσίᾳ συμβαλὼν μεγάλα κακὰ ἀπέλαυσε τῆς ἐκείνου μαντικῆς διὰ τὴν αὑτοῦ ἄγνοιαν. ἔγνω γὰρ ὅτι τῇ μητρὶ συνεγένετο καὶ παῖδές εἰσιν αὐτῷ ἐξ ἐκείνης· καὶ μετὰ ταῦτα, δέον ἴσως κρύπτειν τοῦτο ἢ ποιῆσαι νόμιμον τοῖς Θηβαίοις,2 πρῶτον μὲν πᾶσιν ἐποίησε φανερόν, ἔπειτα ἠγανάκτει καὶ ἐβόα μεγάλα, ὅτι τῶν αὐτῶν πατήρ ἐστι καὶ ἀδελφὸς καὶ τῆς αὐτῆς γυναικὸς ἀνὴρ καὶ υἱός.
“还有一件关于俄狄浦斯的事我刚才忘了说:他虽然没有去德尔斐求问神谕,但因遇见了忒瑞西阿斯,由于他自己的无知,竟从那人的预言术中蒙受了巨大的灾祸。因为他得知自己与母亲结合,并与她生下了儿女;在这之后,或许本该隐瞒此事或者让它在忒拜人中成为合法的风俗,他却首先向所有人公之于众,然后大发雷霆、大声叫嚷,说自己对同一群孩子既是父亲又是兄弟,对同一个女人既是丈夫又是儿子。”
οἱ δὲ ἀλεκτρυόνες οὐκ ἀγανακτοῦσιν ἐπὶ τούτοις οὐδὲ οἱ κύνες οὐδὲ τῶν ὄνων οὐδείς, οὐδὲ οἱ Πέρσαι· καίτοι δοκοῦσι τῶν κατὰ τὴν Ἀσίαν ἄριστοι. πρὸς δὲ τούτοις ἐτύφλωσεν αὑτόν· ἔπειτα ἠλᾶτο τετυφλωμένος, ὥσπερ οὐ δυνάμενος βλέπων πλανᾶσθαι. καὶ ὃς ἀκούσας ἔφη, Σὺ μέν, ὦ Διόγενες, ἀναισθητότατον ἁπάντων ἀνθρώπων ἀποφαίνεις τὸν Οἰδίπουν· οἱ δὲ Ἕλληνες οἴονται οὐκ εὐτυχῆ μὲν γενέσθαι ἄνθρωπον, συνετὸν δὲ πάντων μάλιστα·
“可是公鸡对这些事情并不愤慨,狗不愤慨,任何一头驴子都不愤慨,波斯人也不愤慨——尽管波斯人被认为是全亚细亚最优秀的人。除此以外,他还弄瞎了自己的眼睛;接着在失明之后到处流浪,就好像睁着眼睛就不能流浪似的。”对方听后说道:“狄奥根尼啊,你把俄狄浦斯说成了所有人中最愚蠢的一个;可是希腊人却认为他虽是个不幸的人,却是所有人中最聪明的,”
μόνον γοῦν αὐτὸν λῦσαι τὸ αἴνιγμα τῆς Σφιγγός. καὶ ὁ Διογένης γελάσας, Μὴ γάρ, ἔφη, ἐκεῖνος ἔλυσε τὸ αἴνιγμα; οὐκ ἀκήκοας ὅτι ἄνθρωπον αὐτὸν ἐκέλευσε γνῶναι ἡ Σφίγξ; ὁ δὲ ἄνθρωπον μὲν ὅ ἐστιν οὔτε εἶπεν οὔτε ἔγνω· τὸ δὲ ὄνομα τὸ τοῦ ἀνθρώπου λέγων ᾤετο λέγειν τὸ ἐρωτώμενον· ὥσπερ εἴ τις ἐρωτηθεὶς τί ἐστι Σωκράτης, ὁ δὲ μηδὲν εἴποι πλέον τοῦ ὀνόματος,3 ὅτι Σωκράτης. ἐγὼ δὲ ἤκουσά του λέγοντος ὅτι ἡ Σφίγξ ἡ ἀμαθία ἐστίν.
“至少只有他一个人解开了斯芬克斯的谜题。”狄奥根尼笑着说:“难道那家伙真的解开了谜题吗?难道你没听说过斯芬克斯命令他去认识‘人’吗?而他既没有说出也没有懂得人究竟是什么,却只因说出了‘人’这个名称,就自以为回答了所问的问题——正如有人被问到苏格拉底是什么时,除了说出‘苏格拉底’这个名字之外再也说不出多余的话来一样。而我曾听某人说过,斯芬克斯就是无知;”
ταύτην οὖν καὶ πρότερον διαφθεῖραι τοὺς Βοιωτοὺς καὶ νῦν,4 οὐδὲν αὐτοὺς ἐῶσαν εἰδέναι, ἅτε ἀνθρώπων ἀμαθεστάτους. τοὺς μὲν οὖν ἄλλους μᾶλλόν τι αἰσθάνεσθαι τῆς αὑτῶν ἀνοίας, τὸν δὲ Οἰδίποδα, σοφώτατον ἡγησάμενον αὑτὸν εἶναι καὶ διαπεφευγέναι τὴν Σφίγγα καὶ πείσαντα τοὺς ἄλλους Θηβαίους τοῦτο, κάκιστα ἀπολέσθαι. ὅσοι γὰρ ἂν ἀμαθεῖς ὄντες πεισθῶσι σοφοὶ εἶναι, οὗτοι πολύ εἰσιν ἀθλιώτεροι τῶν ἄλλων ἁπάντων· καὶ ἔστι τοιοῦτον τὸ τῶν σοφιστῶν γένος.
“他说这种无知过去和现在都一直在毁灭玻俄提亚人,让他们一无所知,因为他们是人类中最无知的。因此其他人还能多少意识到自己的愚昧,唯独俄狄浦斯自以为聪明绝顶并逃脱了斯芬克斯,还让其他忒拜人也相信了这一点,结果落得个最悲惨的毁灭。因为凡是愚昧无知却自以为聪明的人,比起所有其他人来都要可怜得多;而那些智者之流正是这样的人。”
- 10.27μὴ νόμιζε τὸν Ἀπόλλωνα χαλεπόν τι ἢ αἰσχρὸν προστάξαι
由否定祈使句 μὴ νόμιζε 引导的带宾格的不定式结构。不定式 προστάξαι(不定过去时主动态)指过去发生的行为,禁止听者认为阿波罗曾下达过任何严苛或可耻的命令。
- 10.29δέον ἴσως κρύπτειν τοῦτο ἢ ποιῆσαι νόμιμον τοῖς Θηβαίοις
非人称动词 δεῖ 的中性单数宾格分词构成的宾格绝对结构(accusative absolute)。带有让步或与事实相反的意味(“本该隐瞒此事……”),与主句中俄狄浦斯的实际行为形成鲜明对照。
- 10.31ὥσπερ εἴ τις ἐρωτηθεὶς τί ἐστι Σωκράτης, ὁ δὲ μηδὲν εἴποι πλέον τοῦ ὀνόματος
由 ὥσπερ εἰ 引导的假定比较句。分词短语 τις ἐρωτηθεὶς 作为主语,其后赘述了 ὁ δέ 以承接主语并连接谓语动词 εἴποι,构成一种轻微的破格句结构(anacoluthon)。
- 10.32ταύτην οὖν καὶ πρότερον διαφθεῖραι τοὺς Βοιωτοὺς καὶ νῦν
延续前一句 ἤκουσά του λέγοντος ὅτι...(我听某人说……)的间接引语带宾格的不定式结构。宾格主语 ταύτην(指代前文的 ἡ ἀμαθία“无知”),不定式 διαφθεῖραι 表达转述的内容。
