← 金嘴狄翁

演说集

§10.8-10.13

鞋子的比喻与蓄奴带来的烦恼

狄奥根尼通过不合脚的鞋子和马陆的比喻,阐明了拥有众多奴仆带来的烦恼以及自足的益处,并斥责了熟人企图将恶仆转卖他人的欺瞒想法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.8

τί δέ, ἔφη, ποιήσεις, ὅταν ἄλλα ὑποδήματα μὴ ἔχῃς, τὰ δὲ ὄντα ἐνοχλῇ καὶ διακόπτῃ τοὺς πόδας; ἆρα οὐχ ὑπολυσάμενος ὅτι τάχιστα ἀνυπόδητος βαδίσεις; ἀλλὰ κἂν αὐτόματον λυθῇ, πάλιν ἐπιδεῖς τε καὶ σφίγγεις τὸν πόδα; καὶ γὰρ δὴ ὥσπερ οἱ ἀνυπόδητοι ἐνίοτε ῥᾷον βαδίζουσι τῶν φαύλως ὑποδεδεμένων, οὕτως πολλοὶ χωρὶς οἰκετῶν ῥᾷον ζῶσι καὶ ἀλυπότερον τῶν πολλοὺς οἰκέτας ἐχόντων.

“那么,”狄奥根尼说,“当你没有别的鞋子,而现有的鞋又夹脚并把脚磨破时,你会怎么做呢?难道你不会尽快脱掉鞋子光脚走路吗?难道即使它自己脱落了,你还会再次绑上并勒紧脚吗?要知道,正如光着脚的人有时比穿着不合适的鞋的人走得更轻松一样,许多没有仆人的人也比拥有许多仆人的人生活得更轻松、更少烦恼。

§10.9

οὐχ ὁρᾷς τοὺς πλουσίους, ὁπόσα πράγματα ἔχουσιν, οἱ μὲν θεραπεύοντες τοὺς νοσοῦντας τῶν οἰκετῶν καὶ δεόμενοι ἰατρῶν καὶ τῶν ἄλλων παραμενούντων; καὶ γὰρ ὡς τὸ πολὺ πέφυκεν ἀμελεῖν αὑτῶν τὰ ἀνδράποδα καὶ οὐ προσέχειν ἐν ταῖς νόσοις, τὸ μέν τι ὑπὸ ἀκρατείας, τὸ δὲ ἡγούμενα, εἴ τι πάθοι, τοὺς δεσπότας ζημιώσεσθαι, οὐχ αὑτούς·1 οἱ δὲ μαστιγοῦντες2 ὁσημέραι, ἕτεροι δὲ δεσμεύοντες, ἄλλοι διώκοντες φεύγοντας. καὶ γάρ τοι οὔτε ἀποδημῆσαι δύνανται ῥᾳδίως, ὁπόταν δοκῇ αὐτοῖς, οὔτε μένοντες σχολὴν ἄγουσι.

难道你没有看到富人们有多少麻烦事吗?他们有的在照料生病的奴仆,需要医生和其他护理人员;因为奴隶大体上天生就疏于照顾自己,在生病时也不加注意,一方面是出于放纵无度,另一方面则是以为如果自己遭遇不测,遭受损失的是主人而不是他们自己;有的富人每天都在鞭打奴仆,有的在施以锁链,还有的在追捕逃跑者。因此,无论他们何时想出门,都无法轻易远行,而留在家中也得不到清闲。

§10.10

τὸ δὲ πάντων γελοιότατον· ἐνίοτε ἀποροῦσι διακόνων μᾶλλον τῶν πενήτων τε καὶ οὐκ ἐχόντων οὐδένα οἰκέτην. καὶ ἔστι τὸ πρᾶγμα ὅμοιον τοῖς ἰούλοις· οἶμαι γάρ σε εἰδέναι· καὶ γὰρ ἐκεῖνοι μυρίους πόδας ἔχοντες βραδύτατοί εἰσι τῶν ἑρπετῶν. οὐκ οἶσθα ὅτι τὸ σῶμα ἡ φύσις ἑκάστῳ ἐποίησεν ἱκανὸν εἶναι πρὸς τὴν ἑαυτοῦ θεραπείαν; πόδας μέν, ὥστε ἀπιέναι, χεῖρας δέ, ὥστε ἐργάζεσθαι καὶ τοῦ ἄλλου σώματος ἐπιμελεῖσθαι, ὀφθαλμοὺς δέ, ὥστε ὁρᾶν, ὦτα δέ, ὥστε ἀκούειν.

最可笑的是:他们有时比穷人和根本没有仆人的人还要缺乏服侍者。这情况就像马陆一样;我想你是知道的;因为它们虽然长着成千上万只脚,却是爬行动物中走得最慢的。难道你不知道,自然为每个人造就的身体,完全足以照料自身吗?赋予双脚是为了行走,赋予双手是为了劳作和照料身体的其他部分,赋予双眼是为了观看,赋予双耳是为了聆听。

§10.11

πρὸς δὲ τούτοις σύμμετρον ἐποίησε τὴν γαστέρα, καὶ οὐ δεῖται πλείονος τροφῆς ὁ ἄνθρωπος ἢ δυνατός ἐστιν αὑτῷ πορίζειν, ἀλλὰ τοῦτο μέτρον ἑκάστῳ ἱκανώτατον καὶ ἄριστον καὶ ὑγιέστατον. ὥσπερ οὖν ἡ χεὶρ ἀσθενεστέρα ἐστὶν ἡ πλείονας δακτύλους ἔχουσα τῶν φύσει γιγνομένων, καὶ ὁ τοιοῦτος ἄνθρωπος ἀνάπηρος καλεῖται τρόπον τινὰ ᾧ ἂν ἔξωθεν προσφυῇ δάκτυλος περιττός, καὶ μηδὲ τοῖς ἄλλοις χρῆσθαι δύναται κατὰ τρόπον, οὕτως ὅταν πολλοὶ πόδες καὶ πολλαὶ χεῖρες καὶ πολλαὶ γαστέρες ἀνθρώπῳ τινὶ προσγένωνται, μὰ Δίʼ οὐκ ἰσχυρότερος οὗτος γίγνεται πρὸς οὐδὲν οὐδὲ μᾶλλον τυγχάνει ὧν δεῖ τυγχάνειν αὐτόν, ἀλλὰ πολὺ ἔλαττον καὶ δυσχερέστερον.

除这些之外,自然造就了大小适度的胃,人所需要的食物绝不会多于他能够为自己获取的分量,相反,这一分量对每个人而言是最充足、最好且最健康的。正如长出超过自然形成之数的手指的手更为虚弱,这样的人在某种程度上被称为残疾者——只要从外部多长出一根多余的手指,以至于他连其他手指都无法正常使用——同样,当许多只脚、许多双手和许多个胃被加到一个人的身上时,指着宙斯发誓,他绝不会在任何方面变得更强健,也绝不会更多地获得他应当获得的物品,反而会少得多,艰难得多。

§10.12

σὺ δέ, ἔφη, νῦν μὲν ἑνὶ ἀνθρώπῳ ζητεῖς τροφήν, τότε δὲ δυσί· καὶ νῦν μὲν σαυτὸν νοσηλεύσεις, ἐὰν ἄρα συμβῇ τις ἀσθένεια, τότε δὲ ἀνάγκη θεραπεύειν κἀκεῖνον νοσοῦντα· καὶ νῦν μὲν ὅταν αὐτὸς ᾖς ἐν τῇ οἰκίᾳ, οὐ φροντίζεις μή τι αὐτὸς ὑφέλῃ, οὐδὲ ὅταν καθεύδῃς, μὴ ἐγρηγορὼς ὁ παῖς κακόν τι ἐργάσηται. πάντα δὴ ταῦτα δεῖ σε σκοπεῖν. γυναῖκα τοίνυν εἰ ἔχεις, τότε μὲν οὐκ ἂν ἠξίου σε θεραπεύειν, ὁρῶσα οἰκέτην ἔνδον τρεφόμενον, καὶ τὰ μὲν ἐκείνῳ μαχομένη, τὰ δὲ αὐτὴ τρυφῶσα, ἐνοχλεῖν σε ἔμελλεν· νῦν δὲ ἧττον μὲν αὐτὴ ἀργήσει, μᾶλλον δὲ σοῦ ἐπιμελήσεται.

至于你,”他说,“现在你只为一个人生计奔波,那时却是为两个人;现在如果碰巧生病,你只需照料自己,那时却必须照料生病的他;现在当你独自在家时,你不必担心自己偷拿东西,也不必在睡觉时担心那个奴仆醒着干出坏事来。这一切你都应当考虑周详。再者,如果你有妻子,那时她看到家里供养着仆人,就不会愿意服侍你,而且她一边同那个仆人争吵,一边自己贪图安逸,势必会扰得你不得安宁;而现在,她自己会少些懈怠,更多地照料你。

§10.13

καὶ μὴν ὅπου οἰκέτης ἐστίν, εὐθὺς διαφθείρονται οἱ γιγνόμενοι παῖδες καὶ ἀργότεροί τε γίγνονται καὶ ὑπερηφανώτεροι, ὄντος μὲν τοῦ διακονοῦντος, ἔχοντες δὲ οὗ καταφρονοῦσιν· ὅπου δʼ ἂν αὐτοὶ ὦσι,3 πολὺ ἀνδρειότεροι καὶ ἰσχυρότεροι τῶν πατέρων εὐθὺς ἐξ ἀρχῆς κήδεσθαι μανθάνοντες. ἀλλʼ, ὦ Διόγενες, πένης εἰμι καὶ εἰ μὴ συμφέροι κεκτῆσθαι τὸν οἰκέτην, ἀποδώσομαι αὐτόν. ἔπειτα, ἔφη, οὐκ αἰσχύνῃ, πρῶτον μὲν ἐξαπατῶν τὸν ἄνθρωπον, πονηρὸν αὐτῷ ἀποδιδόμενος; ἢ γὰρ οὐκ ἐρεῖς τἀληθὲς ἢ οὐ δυνήσῃ ἀποδόσθαι αὐτόν.

况且,在有仆人的地方,出生的孩子立刻就会被败坏,变得既更加懒散又更加傲慢,因为有人服侍他们,他们也有了可以蔑视的对象;但如果他们只能靠自己,从一开始就学会照料父亲,就会变得勇敢健壮得多。”“可是,狄奥根尼啊,我是个穷人,如果留着这个仆人没有好处,我就把他卖掉。”“那么,”狄奥根尼说,“首先,把一个恶劣的奴隶卖给别人,从而欺骗他人,你难道不感到羞耻吗?因为你要么不讲真话,要么就根本卖不掉他。”

语法注3 条
  1. 10.9τὸ δὲ ἡγούμενα, εἴ τι πάθοι, τοὺς δεσπότας ζημιώσεσθαι, οὐχ αὑτούς

    由与中性复数主语 τὰ ἀνδράποδα 一致的分词 ἡγούμενα 所引导的间接引语。条件从句 εἴ τι πάθοι(“万一遭遇不测”,委婉表达,因主语为中性复数而用单数动词)使用希求法表示委婉或推远的假设,与将来不定式 ζημιώσεσθαι 构成混合条件句。不定式 ζημιώσεσθαι 的主语是 τοὺς δεσπότας,句末的 οὐχ αὑτούς 则是作宾格的间接反身代词,指代奴隶自身。

  2. 10.9ὁπόσα πράγματα ἔχουσιν, οἱ μὲν θεραπεύοντες... οἱ δὲ μαστιγοῦντες

    在以主句宾格宾语 τοὺς πλουσίους(提举主语)为主语的间接疑问从句之后,分词结构采用了主格(οἱ μὲν θεραπεύοντες ... οἱ δὲ μαστιγοῦντες ... ἕτεροι δὲ δεσμεύοντες ... ἄλλοι διώκοντες)。这属于“部分同位语(schema per partes)”,即将作为整体的富人们拆分为各个群体,并以主格分词描述他们各自的行为。

  3. 10.13ὅπου δʼ ἂν αὐτοὶ ὦσι

    与前句的“有仆人的地方(ὅπου οἰκέτης ἐστίν)”形成对比。代词 αὐτοί 表示“没有仆人、孩子们仅靠自身(自力更生)”的状态,在逻辑上紧密衔接紧随其后的“从一开始就学会照料父亲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:10.8-10.13