← 金嘴狄翁

演说集

§10.14-10.19

占有与使用中智慧之必要

狄奥根尼指出,出卖恶奴只会面临被迫退回或遭受金钱的祸害,并将愚妄的占有与动物一无所有的幸福相对照。接着他论证,“使用”意味着凭知识获益,缺乏知识的人无论对神明、牲畜还是器具都无法真正使用,反而只会给自己招致损害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.14

πρὸς δὲ τούτοις, ἐάν τις ἱμάτιον ἀποδῶται κίβδηλον ἢ σκεῦος ἢ κτῆνος νοσοῦν τε καὶ ἄχρηστον, ἀνάγκη αὐτὸ ἀπολαμβάνειν, ὥστε οὐδὲν ἔσται σοι πλέον. εἰ δὲ καὶ δυνήσῃ ἐξαπατῆσαί τινα κἀκεῖνος οὐκ αἰσθήσεται τοῦ ἀνθρώπου τῆς πονηρίας, τὸ ἀργύριον οὐ δέδοικας; ἴσως μὲν γὰρ ἄλλον ὠνήσῃ φαυλότερον, ἐὰν δριμυτέρου τύχῃς ἢ κατὰ σὲ τοῦ ἀποδιδομένου·1 τυχὸν δὲ εἰς ἄλλο τι χρήσῃ λαβὼν ἀφʼ οὗ βλαβήσῃ. οὐ γὰρ δὴ ἀεί ποτε τὸ ἀργύριον ὠφελεῖ τοὺς κτησαμένους, ἀλλὰ πολλῷ πλείονας βλάβας καὶ πλείω κακὰ πεπόνθασιν ἄνθρωποι ὑπὸ ἀργυρίου ἢ ὑπὸ πενίας, ἄλλως τε καὶ ἀνόητοι ὄντες.

“除这些之外,如果有人卖出一件假冒的斗篷,或一件破损的器皿,或一头患病且无用的牲畜,他就必须把它收回,以至于你不会得到任何多余的好处。即使你真能欺骗某人,而那个人没有察觉这人的恶劣,难道你就不害怕那笔钱财吗?因为如果你遇上一个比你更精明的卖家,你或许会买进另一个更劣质的奴仆;又或者,你拿到钱后用在别的有害于你的事情上。因为金钱绝非总是对获得它的人有益,相反,人们因金钱所遭受的损害和灾祸,远比因贫困所遭受的多得多,尤其是当他们缺乏理智的时候。

§10.15

οὐκ ἐκεῖνο πρότερον κτήσασθαι σπουδάσεις ᾧ δυνήσῃ ὑπὸ παντὸς ὠφελεῖσθαι καὶ πᾶσι τοῖς αὑτοῦ πράγμασι χρῆσθαι καλῶς, ἀλλὰ πρὸ τοῦ φρονῆσαι ζητήσεις ἀργύριον ἢ γῆν ἢ ἀνδράποδα ἢ ζεῦγος ἢ πλοῖον ἢ οἰκίαν; οἷς σὺ δουλεύσεις καὶ λυπήσῃ διʼ αὐτὰ καὶ πολλὰ πονήσεις μάτην καὶ διατελέσεις ἅπαντα τὸν βίον φροντίζων ἐκείνων, ὀνήσῃ δὲ οὐδʼ ὁτιοῦν ἀπʼ αὐτῶν.

难道你不想先去追求那种能让你从万事万物中获益、并能妥善使用自己一切所有物的智慧,反倒要在获得理智之前,去谋求金钱、土地、奴隶、牲口、船只或房屋吗?你将成为这些东西的奴隶,为它们伤心,徒劳地受许多劳苦,终其一生为它们操心,却不能从中得到丝毫的好处。

§10.16

οὐχ ὁρᾷς τὰ θηρία ταῦτα καὶ τὰ ὄρνεα, ὅσῳ ζῇ τῶν ἀνθρώπων ἀλυπότερον, πρὸς δὲ καὶ ἥδιον, καὶ μᾶλλον ὑγιαίνει καὶ πλέον ἰσχύει καὶ ζῇ χρόνον ἕκαστον αὐτῶν ὅσον πλεῖστον δύναται, καίτοι οὔτε χεῖρας ἔχοντα οὔτε ἀνθρώπου διάνοιαν; ἀλλʼ ὅμως ἀντὶ πάντων αὐτοῖς τῶν ἄλλων ὑπάρχει μέγιστον ἀγαθόν, ὅτι ἀκτήμονά ἐστιν. ἀλλὰ δοκῶ μοι ἐάσειν, ὦ Διόγενες, τὸν οἰκέτην, ἐάνπερ μὴ ἀπὸ τύχης ἐμπέσῃ μοι. ναὶ μὰ Δία, εἶπεν ὁ Διογένης, ὥσπερ εἰ λέγοις ὅτι δάκνοντα ἢ λακτίζοντα ἵππον οὐκ ἂν ζητήσαιμι· ἐὰν μέντοι περιτύχω, προσέλθοιμʼ ἄν, ὥστε δηχθῆναι ἢ λακτισθῆναι.

难道你没有看到那些野兽和鸟雀吗?它们生活得比人类少多少烦恼,而且更为快活,更健康,更有力,每只都尽可能活得最长久,尽管它们既没有双手,也没有人类的智力。然而,代替其他一切,它们拥有最大的好处,那就是它们一无所有。”“那么狄奥根尼啊,我想我还是放过那个仆人吧,只要他不是偶然落在我手里。”“指着宙斯发誓,”狄奥根尼说,“这就像你若是说:‘我绝不会去寻找一匹会咬人或踢人的马;但如果碰巧遇上了,我会走上前去,好让它咬我或踢我!’”

§10.17

ταῦτα μὲν ἔασον· ἀλλὰ τῷ θεῷ διὰ τί με χρῆσθαι οὐκ ἐᾷς;2 ἐγὼ γὰρ ἀπαγορεύω σοι θεῷ χρῆσθαι, εἰ δύνασαι; οὐ τοῦτο ἔφην, ἀλλʼ ὅτι χαλεπόν ἐστι, μᾶλλον δὲ ἀδύνατον, χρῆσθαι ἢ θεῷ ἢ ἀνθρώπῳ ἢ αὐτὸν αὑτῷ μὴ ἐπιστάμενον· τὸ δὲ ἐπιχειρεῖν ἄνευ τοῦ ἐπίστασθαι πάντων βλαβερώτατον· ἢ ὅστις οὐκ ἔστιν ἔμπειρος ἵππων χρήσεως, δοκεῖ σοι οὗτος χρῆσθαι ἂν ἵπποις; οὐκ ἔμοιγε. εἰ δʼ αὖ βιάζοιτο, κακὸν ἄν τι ἀπολαῦσαι πρότερον ἢ ἀγαθόν; ἀληθῆ.

“且不谈这些;但你为什么不让我求问神呢?”“难道我是在禁止你求问神吗,如果你有能力的话?我说的不是这个,而是指:一个没有知识的人,无论是运用神、运用人、还是运用他自己,都是困难的,甚至是不可能的;而在没有知识的情况下盲目行事,则是所有事情中最有害的。在你看来,一个对使役马匹毫无经验的人,难道能够使役马匹吗?”“我看不能。”“如果他硬要强行驱使,难道不是先遭受祸害而不是得到好处吗?”“确实如此。”

§10.18

τί δέ; ὅστις ἀγνοεῖ χρῆσιν κυνῶν, δυνατὸς ἂν εἴη χρῆσθαι; ἢ οὐ τό τινι χρῆσθαι ὠφελεῖσθαί ἐστιν ἀπʼ ἐκείνου;3δοκεῖ μοι. οὐδεὶς ἄρα τῶν βλαπτομένων ἀπό τινος χρῆται ἐκείνῳ ὑφʼ οὗ βλάπτεται; οὐ γάρ. οὔκουν καὶ ὁ κυσὶ πειρώμενος χρῆσθαι ἄνευ τοῦ ἐπίστασθαι ζημιώσεται ἀπʼ αὐτῶν; εἰκός γε. οὐκ ἄρα οὐδὲ χρήσεται αὐτοῖς, ἐπεὶ οὐκ ἔστι χρῆσις ὅπου ζημία πρόσεστι. καὶ οὐ μόνον περὶ κυνῶν καὶ ἵππων ἔχει οὕτως, ἀλλὰ καὶ βοῶν καὶ ὀρέων, καὶ ὅ μᾶλλον θαυμάσαις ἄν, οὐδὲ ὄνῳ ἢ προβάτῳ χρῆσθαι πάρεστι τοῖς ἀπείροις.

“那么又如何呢?凡是不知如何对待狗的人,能够使用它们吗?难道使用某物不就是从它那里获益吗?”“我认为是的。”“那么,凡是受到某物伤害的人,就绝不是在使用那伤害他的东西,对不对?”“确实不是。”“那么,试图在缺乏知识的情况下使役狗的人,难道不会受到它们的伤害吗?”“想必如此。”“因此,他也根本谈不上使用它们,因为伴随着损害的地方就谈不上使用。不仅对狗和马是这样,对牛和骡也是如此;甚至更令你惊讶的是,对没有经验的人来说,连使役一头驴或一头羊都是不可能的。”

§10.19

ἢ οὐκ οἶσθα τοὺς μέν τινας ὠφελημένους, τοὺς δὲ καὶ βεβλαμμένους ἀπό τε προβατείας καὶ ὀνηλασίας; ἔγωγε. πότερον δι’ ἄλλο τι ἢ διότι ἀνάγκη τοὺς μὲν ἀπείρους ζημιοῦσθαι, τοὺς δὲ εἰδότας ὀνίνασθαι καὶ ἀπὸ ὄνων καὶ ἀπὸ συῶν καὶ ἀπὸ χηνῶν καὶ ἀπὸ ἄλλου ζῴου παντός; ἔοικε. τί δέ; οὐκ ἐπὶ τοῖς σκεύεσιν ὁ αὐτὸς λόγος; ἀλλὰ κιθάρᾳ χρήσαιτο ἂν ὁ ἄμουσος, ἢ ἐπιχειρῶν οὐκ ἂν εἴη καταγέλαστος, πρὸς τῷ μηδὲν ἐργάζεσθαι καὶ τὴν κιθάραν διαφθείρων4 καὶ ἀπορρηγνὺς τοὺς φθόγγους; τί δέ;

“难道你不知道,有的人从牧羊和赶驴中获利,有的人却因此受到损害吗?”“我知道。”“这难道是因为别的什么原因,而不是因为无知者必然遭受损失,而懂得方法的人则能从驴、猪、鹅以及任何其他动物中获益吗?”“看来是的。”“那么又如何呢?这道理难道不同样适用于器皿器具吗?一个不懂音乐的人难道能使用里拉琴吗?或者说,若他强行去试,除了弹不出任何曲调、毁坏琴身并扯断琴弦之外,难道不只会沦为笑柄吗?你说呢?”

语法注4 条
  1. 10.14ἐὰν δριμυτέρου τύχῃς ἢ κατὰ σὲ τοῦ ἀποδιδομένου

    紧随比较级 δριμυτέρου 之后的 ἢ κατὰ σέ 是一种惯用的比较结构(ἤ + κατά + 宾格),意为“超出你的水平”或“比你更精明”。分词 τοῦ ἀποδιδομένου 作名词性使用,充当 τυγχάνω(遇上)的属格补足语,指交易的对方。

  2. 10.17τῷ θεῷ διὰ τί με χρῆσθαι οὐκ ἐᾷς;

    动词 χρῆσθαι 支配与格 τῷ θεῷ 时,是希腊语中表示“求问神谕”或“向神明请教/求助”的惯用表达。在随后狄奥根尼的对话中,该动词被拉回到其“使用/使役”的本义上,用来考察一个缺乏智慧的人是否真能“运用”神明并从中获益。

  3. 10.18ἢ οὐ τό τινι χρῆσθαι ὠφελεῖσθαί ἐστιν ἀπʼ ἐκείνου;

    这是一个定义句,带冠词的不定词短语 τό τινι χρῆσθαι(“使用某物”)作主语,不定词 ὠφελεῖσθαι(“从中获益”)作表语不定词。狄奥根尼通过确立这一前提,来推导“若遭受损害就称不上‘使用’”的结论。

  4. 10.19πρὸς τῷ μηδὲν ἐργάζεσθαι καὶ τὴν κιθάραν διαφθείρων

    介词短语 πρὸς τῷ μηδὲν ἐργάζεσθαι(πρός + 与格带冠词不定词,“除了弹不出任何成果之外”)通过 καί 与分词 διαφθείρων(“损坏”)及 ἀπορρηγνύς(“扯断”)相连,用以补充说明弹奏无方者为何会成为 καταγέλαστος(“可笑的笑柄”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:10.14-10.19