- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:10.20-10.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥根尼指出,不了解自己的人既无法驾驭人类,更无法正确对待神谕,并引用拉伊俄斯因无知而误解神谕导致家族覆灭的典故加以警戒。
εἴ τις αὐλοῖς οὐκ ὢν αὐλητικὸς ἐθέλοι χρῆσθαι καὶ παριὼν εἰς τὰ θέατρα αὐλεῖν, οὐκ αὐτός τε δώσει δίκην βαλλόμενος καὶ τοὺς αὐλοὺς ἂν προσέτι συντρίψειεν; ὃς δʼ ἂν ἐπιχειρῇ πηδαλίῳ χρῆσθαι οὐκ ἐπιστάμενος κυβερνᾶν, ἔστιν ὅπως οὐκ ἂν τάχιστα ἀνατρέψας τὴν ναῦν αὑτόν τε ἀπολέσειεν καὶ τοὺς ἐμπλέοντας; τί δέ; ἡ δόρατος χρῆσις ἢ ἀσπίδος συμφέρει τοῖς δειλοῖς καὶ ἀνεπιστήμοσιν, ἀλλʼ οὐκ ἂν ἀποβάλοιεν τῇ τοιαύτῃ πείρᾳ τῆς χρήσεως οὐ τὰ ὅπλα μόνον, ἀλλὰ καὶ αὑτούς; συγχωρῶ, ἔφη, ὦ Διόγενες· ἀλλὰ καταδύεις τὸν ἥλιον περὶ πάντων ἐπερωτῶν.
“如果一个不通笛艺的人想要使用双管笛,并走上剧场去吹奏,他难道不会自己遭人投掷石块受罚,并且还会把笛子摔得粉碎吗?至于那个不懂驾船却试图掌舵的人,难道有可能不迅速倾覆船只,毁掉自己和所有同船的人吗?那么又如何呢?长矛和盾牌的使用,对于懦弱无能的人会有益处吗?难道他们不会因为这种使用的尝试,不仅丢掉铠甲,连自己的性命也一并丧送吗?”“我承认,”他说,“狄奥根尼啊;但你对万事追问不休,太阳都要被你问落山了。”
καὶ πότερον ἄμεινον, εἶπεν, ἀκούοντα ὧν χρὴ καταδῦσαι τὸν ἥλιον ἢ βαδίζοντα μάτην; ὁμοίως δʼ ἐπὶ πάντων σχεδὸν ὅσων ἄπεστιν ἐμπειρία τοῦ χρῆσθαι1 χαλεπὸν τὸ προθυμεῖσθαι, μείζω δὲ τὴν βλάβην γενέσθαι εἰκὸς ἀπὸ τῶν μειζόνων. ἦ οὖν δοκεῖ σοι ὁμοία εἶναι ἡ ὄνου χρῆσις τῇ ἵππου; πόθεν; τί δέ; ἡ ἀνθρώπου τῇ θεοῦ; ἀλλʼ οὐδὲ λέγειν ἄξιον, ἔφη, ὦ Διόγενες. ἔστιν οὖν ὃς αὑτῷ χρῆσθαι δύναται, οὐ γιγνώσκων αὑτόν; καὶ πῶς; εἶπεν. ὁ γὰρ ἄνθρωπον ἀγνοῶν ἀδύνατος ἀνθρώπῳ χρῆσθαι. ἀδύνατος γάρ. ὁ δὴ αὑτὸν ἀγνοῶν οὐκ ἂν ἔχοι αὑτῷ χρῆσθαι; δοκεῖ μοι.
“那么,”狄奥根尼说,“是在聆听应当听的事情中让太阳落山更好,还是在徒劳闲逛中让它落山更好呢?同样地,在几乎所有缺乏使用经验的事情上,盲目热心都是危险的,而且更大的事情往往会产生更大的危害。那么在你看来,对待驴子和对待马匹是一回事吗?”“怎么可能!”“那么又如何呢?对待人和对待神难道是一回事吗?”“这根本不值一提,狄奥根尼啊,”他说。“那么,一个不认识自己的人,能够驾驭自己吗?”“怎么可能呢?”他说。“因为不知人者,必不能用人。”“确实不能。”“那么不认识自己的人,也就无法驾驭自己,对不对?”“我看是这样。”
ἤδη οὖν ἀκήκοας τὸ ἐν Δελφοῖς γράμμα τὸ “γνῶθι σαυτόν”; ἔγωγε. οὔκουν δῆλον ὅτι ὁ θεὸς κελεύει πᾶσιν ὡς οὐκ εἰδόσιν αὑτούς; ἔοικεν. εἷς ἄρα τῶν πάντων καὶ σὺ εἴης ἄν; πῶς γὰρ οὔ; οὐκ ἄρα οὐδὲ σὺ γιγνώσκεις αὑτόν; οὔ μοι δοκῶ. σεαυτὸν δὲ ἀγνοῶν ἄνθρωπον ἀγνοεῖς, ἄνθρωπον δὲ οὐκ εἰδὼς χρῆσθαι ἀνθρώπῳ οὐ δυνατὸς εἶ, ἀνθρώπῳ δὲ χρῆσθαι ἀδύνατος ὢν θεῷ ἐπιχειρεῖς, ὃ τῷ παντὶ μεῖζον καὶ χαλεπώτερον ἐκείνου ὁμολογοῦμεν εἶναι.
“那么,你可曾听过德尔斐那句‘认识你自己’的铭文?”“听过。”“那么,神明向所有人发出这道诫命,难道不是显然假定他们都不了解自己吗?”“看来是的。”“那么你也就是这所有人中的一员了?”“怎么会不是呢?”“那么你也不了解你自己了?”“我想我是不了解。”“而既然你不认识自己,你就不认识人;既然不知人,你就没有能力对待人;而在无法对待人的情况下,你却试图去对待神——而我们都承认,这件事比起前者要重大得多、困难得多。”
τί δέ; νομίζεις τὸν Ἀπόλλωνα ἀττικίζειν ἢ δωρίζειν; ἢ τὴν αὐτὴν εἶναι διάλεκτον ἀνθρώπων καὶ θεῶν; ἀλλὰ τοσοῦτον διαφέρει ὥστε τὸν ποταμὸν τὸν ἐν Τροίᾳ Σκάμανδρον παρʼ ἐκείνοις Ξάνθον καλεῖσθαι, καὶ τὴν κύμινδιν τὸ ὄρνεον χαλκίδα, καὶ τόπον τινὰ πρὸ τῆς πόλεως, ὃν οἱ Τρῶες ἐκάλουν Βατίειαν, τοὺς θεοὺς σῆμα Μυρίνης ὀνομάζειν. ὅθεν δὴ καὶ ἀσαφῆ τὰ τῶν χρησμῶν ἐστιν καὶ πολλοὺς ἤδη ἐξηπάτηκεν.
“那么又如何呢?你以为阿波罗是讲阿提卡方言还是多利斯方言?难道人类和诸神的语言是相同的吗?其实差异如此之大,以至于特洛伊的斯卡曼德罗斯河在诸神那里被称为克珊托斯;那种被称为库明狄斯的鸟,被诸神称为卡尔喀斯;而在城前特洛伊人称作巴提埃亚的某个地方,诸神却称之为米利涅之冢。正因如此,神谕的意思向来晦涩难明,并且已经欺骗了许多人。”
Ὁμήρῳ μὲν οὖν ἀσφαλὲς ἦν ἴσως πορεύεσθαι παρὰ τὸν Ἀπόλλω εἰς Δελφούς, ἅτε ἐπισταμένῳ τὰς φωνάς, — εἴπερ ἁπάσας ἠπίστατο, ἀλλὰ μὴ ὀλίγʼ ἄττα· ὥσπερ οἱ δύο ἢ τρία Περσικὰ εἰδότες ῥήματα ἢ Μηδικὰ ἢ Ἀσσύρια τοὺς ἀγνοοῦντας ἐξαπατῶσι — σὺ δὲ οὐ δέδοικας μὴ ἄλλα τοῦ θεοῦ λέγοντος ἄλλα διανοηθῇς; ὥσπερ οὖν φασι Λάϊον ἐκεῖνον, τὸν γενόμενον Χρυσίππου ἐραστήν, ὃς ἀφικόμενος εἰς Δελφοὺς ἐπηρώτα τὸν θεὸν ὅπως αὐτῷ ἔσοιντο παῖδες. ἔχρησεν οὖν μὴ γεννᾶν, ἢ ἐκτιθέναι γεννήσαντα.
“因此对荷马来说,前往德尔斐去见阿波罗或许是安全的,因为他通晓这些语言——假定他通晓全貌,而不是仅仅略知一二的话;这就像那些只懂得两三个波斯语、米底语或亚述语词汇的人去欺骗无知者一样。但难道你不害怕,在神明说着一层意思时,你却领会成了另一层意思吗?正如人们传说那位著名的拉伊俄斯——曾是克律西波斯的情人——到了德尔斐,求问神明怎样才能得到孩子。神便降下神谕:切勿生育,若生了就必须抛弃。”
οὕτω δὲ ἀνόητος ἦν ὁ Λάϊος ὥστε ἀμφότερα παρακοῦσαι τοῦ θεοῦ· καὶ γὰρ ἐγέννησε καὶ ἔθρεψεν. ἔπειτα καὶ αὐτὸς ἀπώλετο καὶ πᾶς ὁ οἶκος αὐτοῦ, διότι ἀδύνατος ὢν ἐπεχείρησε τῷ Ἀπόλλωνι χρῆσθαι. μὴ γὰρ ταῦτα ἀκούσας τὸν Οἰδίποδα οὐκ ἂν ἐξέθηκεν.2 ὁ δὲ οἴκοι τραφεὶς οὐκ ἂν ἀπέκτεινε τὸν Λάϊον, ἐπιστάμενος ὅτι αὐτοῦ παῖς εἴη.
“然而拉伊俄斯是如此愚蠢,以至于完全误解了神谕的两层意思:因为他既生了孩子,又把他抚养了。结果他自己毁灭了,他的整个家族也随之灭绝,全因他没有能力却妄图去求问阿波罗。因为假使他没有听到这些神谕,他就绝不会把俄狄浦斯抛弃;而俄狄浦斯如果是在家里被抚养成人,知道自己是拉伊俄斯的儿子,也就绝不会将他杀害了。”
- 10.21ὅσων ἄπεστιν ἐμπειρία τοῦ χρῆσθαι
关系代词ὅσων引导修饰πάντων的关系从句,因动词ἄπεστιν支配属格而呈属格形式。加冠词不定词属格τοῦ χρῆσθαι作名词ἐμπειρία(“使用的经验”)的宾格性属格。整句的主语是后随的不定词短语τὸ προθυμεῖσθαι。
- 10.25μὴ γὰρ ταῦτα ἀκούσας τὸν Οἰδίποδα οὐκ ἂν ἐξέθηκεν
分词ἀκούσας带有否定词μή,构成相当于非真实条件从句(εἰ μὴ ἤκουσεν,“若未曾听到”)的条件分词。主节οὐκ ἂν ἐξέθηκεν(不定过去时直陈式+ἄν)表示与过去事实相反的结论(“便不会抛弃”)。
