← 金嘴狄翁

演说集

§1.67-1.76

王道之峰的王权女神与僭政之峰

赫尔墨斯引引赫拉克勒斯登上高山,向他展示耸立于云层之上的王道之峰及其宝座上的“王权”女神与“正义”、“良法”、“和平”及“国法”,随后带他前往充斥争斗与愚妄的僭政之峰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.67

ἐκαλεῖτο δὲ αὐτῶν ἡ μὲν βασίλειος ἄκρα, ἱερὰ Διὸς βασιλέως, ἡ δὲ ἑτέρα τυραννική, Τυφῶνος ἐπώνυμος. δύο δὲ εἶχον ἔξωθεν ἐφόδους εἰς αὑτάς, ἡ μὲν βασίλειος ἀσφαλῆ καὶ πλατεῖαν, ὡς ἀκινδύνως τε καὶ ἀπταίστως διʼ αὐτῆς εἰσιέναι ἐφʼ ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν·1 ἡ δὲ ἑτέρα στενήν τε καὶ σκολιὰν καὶ βίαιον, ὡς τοὺς πλείστους πειρωμένους αὐτῆς οἴχεσθαι κατὰ τῶν κρημνῶν καὶ τοῦ ῥεύματος, ἅτε οἶμαι παρὰ δίκην ἰόντας.

在这些山峰中,一座被称为王道之峰,是献给万王之王宙斯的圣地;另一座则被称为僭政之峰,以堤丰之名命名。通往两座山峰的外来路径有两条:通往王道之峰的路径平稳且宽阔,以致凡蒙至高神明赐允之人,皆可驱乘战车毫无危险且不会绊跌地穿行而入;而另一条路径则狭窄、曲折且凶险,以致大多数尝试攀登之人往往跌落绝壁并卷入急流中丧生,依我看,正因他们背离正义而行。

§1.68

φαίνεται μὲν οὖν, ὅπερ ἔφην, τοῖς πολλοῖς, ἅτε ὁρῶσι μακρόθεν, ἄμφω μία τε καὶ ἐν ταὐτῷ σχεδόν, ὑπερέχει δὲ ἡ βασίλειος κορυφὴ τοσοῦτον ὥστʼ ἐκείνη μὲν ἐπάνω τῶν νεφῶν ἐστιν, ἐν αὐτῷ τῷ καθαρῷ καὶ αἰθρίῳ ἀέρι, ἡ δὲ ἑτέρα πολὺ κατωτέρω, περὶ αὐτὴν μάλιστα τὴν τῶν νεφῶν συστροφήν, σκοτεινὴ καὶ ἀχλυώδης.

因此,正如我所说,对于从远处眺望的大多数人而言,两座山峰看似融为一体且几处同一方位;然而王道之峰高耸入云,乃至高出于云层之上,耸立于明净纯澈的大气之中,而另一座山峰则位置极低,正处于云层汇聚回旋之处,显得阴暗而迷雾重重。

§1.69

ἄγων οὖν ἐκεῖσε ὁ Ἑρμῆς ἐπέδειξε τὴν φύσιν τοῦ χωρίου. τοῦ δὲ Ἡρακλέους, ἅτε νέου καὶ φιλοτίμου, προθυμουμένου θεάσασθαι τἄνδον, Οὐκοῦν ἕπου, φησίν, ἵνα καὶ σαφῶς ἴδῃς τὴν διαφορὰν τῶν ἄλλων, ἃ λανθάνει τοὺς ἀνοήτους.

赫尔墨斯将他引至那里,指示了此地的天然形貌。鉴于赫拉克勒斯年轻且胸怀大志,极度渴望目睹内部的景象,赫尔墨斯便说:“那么你跟随我来吧,好让你清晰洞见其他事物之间的差异,而这一切原是愚昧之人所察觉不到的。”

§1.70

ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλʼ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι· τὸ δὲ πρόσωπον φαιδρὸν ὁμοῦ καὶ σεμνόν, ὡς τοὺς μὲν ἀγαθοὺς ἅπαντας θαρρεῖν ὁρῶντας, κακὸν δὲ μηδένα δύνασθαι προσιδεῖν, μὴ μᾶλλον ἢ τὸν ἀσθενῆ τὴν ὄψιν ἀναβλέψαι πρὸς τὸν τοῦ ἡλίου κύκλον·2 καθεστηκὸς δὲ καὶ ὅμοιον αὐτῆς τὸ εἶδος ὁρᾶσθαι καὶ τὸ βλέμμα οὐ μετατρεπόμενον· πολλὴν δʼ εὐφημίαν τε καὶ ἡσυχίαν ἀθόρυβον κατέχειν τὸν τόπον. ἦν δὲ ἅπαντα μεστὰ καρπῶν τε καὶ ζῴων εὐθηνούντων ἀπὸ παντὸς γένους· παρῆν δὲ καὶ χρυσὸς αὐτόθι ἄπλετος σεσωρευμένος καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος. οὐ μὴν ἐκείνη γε οὐδὲν τῷ χρυσῷ προσεῖχεν οὐδὲ ἐτέρπετο, ἀλλὰ μᾶλλον τοῖς καρποῖς τε καὶ ζῴοις.

于是,赫尔墨斯首先向他展示了一位端坐在更高山巅的华美宝座上的妇人,她身姿健美而魁梧,身披白袍,手持权杖——那权杖既非金制,亦非银制,而是由另一种纯净且远为光彩夺目的材质造成,极似画家笔下赫拉的形象;她的面容既明朗又庄严,以致一切善人在注视她时皆心生勇气,而邪恶之徒却无一敢正视她,正如目力衰弱之人无法仰望太阳的轮廓一般;她的形貌恒定而前后一贯,目光亦毫不动摇散乱;极深的静谧与安详无喧的平静笼罩着该地。那里处处充盈着各类茂盛的果实与繁盛的牲畜;积聚于此的亦有不可胜计的金、银、铜、铁。然而她对黄金绝不在意,亦不以此为乐,反而更悦纳果实与牲畜。

§1.73

ἰδὼν οὖν αὐτὴν ὁ Ἡρακλῆς ᾐδέσθη τε καὶ ἠρυθρίασεν, τιμῶν καὶ σεβόμενος, ὡς ἂν ἀγαθὸς παῖς μητέρα γενναίαν. καὶ ἤρετο τίς ἐστι θεῶν τὸν Ἑρμῆν· ὁ δὲ εἶπεν, Αὕτη σοι μακαρία δαίμων Βασιλεία, Διὸς βασιλέως ἔκγονος. ὁ δὲ Ἡρακλῆς ἐχάρη καὶ ἐθάρρησε πρὸς αὐτήν. καὶ αὖθις ἐπήρετο τὰς σὺν αὐτῇ γυναῖκας. τίνες εἰσίν; ἔφη· ὡς εὐσχήμονες καὶ μεγαλοπρεπεῖς καὶ ἀρρενωποί.

赫拉克勒斯见到她,便油然而生敬畏并羞红了脸,肃然起敬地尊崇她,一如贤子对待高贵的母亲。他向赫尔墨斯询问她是哪一位神祇。赫尔墨斯回答说:“这是于你而言至福的神明‘王权’,乃是国王宙斯的后裔。”赫拉克勒斯听闻十分欣喜,并对她鼓起了勇气。他又接着询问陪伴在她身边的那些妇人。“她们是谁?”他说,“何其端庄、华美而又兼具刚健的气魄!”

§1.74

ἥδε μέν, ἔφη, σοι ἡ προσορῶσα γοργόν τε καὶ πρᾷον, ἐκ δεξιῶν καθημένη, Δίκη, πλείστῳ δὴ καὶ φανερωτάτῳ λάμπουσα κάλλει. παρὰ δὲ αὐτὴν Εὐνομία, πάνυ ὁμοία καὶ μικρὸν διαφέρουσα τὸ εἶδος.

赫尔墨斯说道:“这位神情严正而温和、坐在右侧的,便是‘正义’,闪烁着至大且最显赫的光彩与美丽。在她身旁的则是‘良法秩序’,与她极为相似,在相貌上仅有微小差异。

§1.75

ἐκ δὲ τοῦ ἐπὶ θάτερα μέρους γυνὴ σφόδρα ὡραία καὶ ἁβρῶς ἐσταλμένη καὶ μειδιῶσα ἀλύπως· εἰρήνην καλοῦσιν αὐτήν· ὁ δʼ ἐγγὺς οὗτος ἑστηκὼς τῆς Βασιλείας παρʼ αὐτὸ τὸ σκῆπτρον ἔμπροσθεν ἰσχυρὸς ἀνήρ, πολιὸς καὶ μεγαλόφρων, οὗτος δὴ Νόμος, ὁ δὲ αὐτὸς καὶ λόγος ὀρθὸς κέκληται, σύμβουλος καὶ πάρεδρος, οὗ χωρὶς οὐδὲν ἐκείναις πρᾶξαι θέμις οὐδὲ διανοηθῆναι.3

而在另一侧的,是一位极其美貌、服饰精致且含笑而无忧伤的妇人,人们称她为‘和平’。这位站在王权近旁、正立于权杖前方的强健男子,白发苍苍而心怀远大,乃是‘国法’,他亦被称为‘正统理性’,是王权的参谋与伴席,若无他,那些女神在神法上便不可行使亦不可构想任何事。”

§1.76

ταῦτα μὲν οὖν ἀκούων καὶ ὁρῶν ἐτέρπετο καὶ προσεῖχε τὸν νοῦν, ὡς οὐδέποτε αὐτῶν ἐπιλησόμενος.4 ἐντεῦθεν δὴ ἐπεὶ κατιόντες ἐγένοντο κατὰ τὴν τυραννικὴν εἴσοδον, Δεῦρο, ἔφη, θέασαι καὶ τὴν ἑτέραν, ἧς ἐρῶσιν οἱ πολλοὶ καὶ περὶ ἧς πολλὰ καὶ παντοδαπὰ πράγματα ἔχουσι, φονεύοντες οἱ ταλαίπωροι, παῖδές τε γονεῦσι πολλάκις ἐπιβουλεύοντες καὶ γονεῖς παισὶ καὶ ἀδελφοὶ ἀδελφοῖς, τὸ μέγιστον κακὸν ἐπιποθοῦντες καὶ μακαρίζοντες, ἐξουσίαν μετὰ ἀνοίας.

赫拉克勒斯听闻且目睹这一切,心生欢喜且全神贯注,宛如永不会遗忘它们一般。从那里下行来到僭政之峰的入口处时,赫尔墨斯说道:“来吧,也看一看另一座山峰吧——这正是凡俗大众所渴慕、并为此招致繁多且千奇百怪之祸端的地方;那些可怜的人互相残杀,子女屡屡谋害父母,父母谋害子女,兄弟谋害兄弟,渴望并赞美那最大的恶——伴随愚妄的强权。”

语法注4 条
  1. 1.67ὡς ἀκινδύνως τε καὶ ἀπταίστως διʼ αὐτῆς εἰσιέναι ἐφʼ ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν

    此处由 ὡς 引出表示结果或程度的不定式结构(εἰσιέναι),宾格分词 ἐλαύνοντα 作不定式的逻辑主语,泛指“驾车之人”。从属条件句 εἴ τῳ δεδομένον εἴη 采用祈愿语气,表示非直接的泛指或悬置条件(“若有人蒙受至高神的赐予”)。

  2. 1.71μὴ μᾶλλον ἢ τὸν ἀσθενῆ τὴν ὄψιν ἀναβλέψαι πρὸς τὸν τοῦ ἡλίου κύκλον

    紧接在结果从句(ὡς... μηδένα δύνασθαι προσιδεῖν)之后的比较表达。μὴ μᾶλλον ἤ 后接不定式 ἀναβλέψαι,构成惯用的否定平行比较(“恶人无法正视她,正如目力衰弱者无法仰望太阳一样”)。其中 τὴν ὄψιν 为表示视力方面的“关系宾格/限制宾格”,修饰 τὸν ἀσθενῆ。

  3. 1.75οὗ χωρὶς οὐδὲν ἐκείναις πρᾶξαι θέμις οὐδὲ διανοηθῆναι

    介词短语 οὗ χωρὶς 以前文的 Νόμος(国法)为先行词。在非人称句式 θέμις [ἐστί](“在神法上是许可的”)中,ἐκείναις 是指代前述诸位女神的与格,作不定式(πρᾶξαι 与 διανοηθῆναι)的相关人称与格,意为“对于她们而言,若无他便不可践行或构想”。

  4. 1.76ὡς οὐδέποτε αὐτῶν ἐπιλησόμενος

    此句为修饰动词 προσεῖχε τὸν νοῦν 的 ὡς 连用未来分词(ἐπιλησόμενος)结构,用以表达主语(赫拉克勒斯)的主观意图或决心,意即“全神贯注,宛如决心绝不遗忘它们一般”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.67-1.76