- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.58-1.66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
预言妇人阐明赫拉克勒斯实乃统御全地的美德之君与慷慨王者,并开始讲述宙斯为指引其走上真正的王道,派遣赫尔墨斯引领青年赫拉克勒斯前往险峻双峰圣山的经过。
οἷον ἐν Θρᾴκῃ τινὰ λέγουσιν Ὀρφέα γενέσθαι Μούσης υἱόν, ἄλλον δὲ ποιμένα ἐν ὄρει τινὶ τῆς Βοιωτίας αὐτῶν ἀκοῦσαι τῶν Μουσῶν· ὅσοι δὲ ἄνευ δαιμονίου κατοχῆς καὶ ἐπιπνοίας λόγους τινὰς ὡς ἀληθεῖς παρʼ αὑτῶν ἐκόμισαν εἰς τὸν βίον ἀτόπους καὶ πονηρούς.1 ἄκουε δὴ τοῦδε τοῦ μύθου σφόδρα ἐγρηγορώς τε καὶ τὸν νοῦν προσέχων, ὅπως διαμνημονεύσας ἀπαγγείλῃς πρὸς ἐκεῖνον, ᾧ φημί σε συμβαλεῖν. ἔστι δὲ περὶ τοῦδε τοῦ θεοῦ, παρʼ ᾧ νῦν ἐσμεν.
例如人们说色雷斯曾出生了一位缪斯之子俄耳甫斯,而在玻俄提亚的某座山上,另一位牧人亲耳听见了诸位缪斯本人的声音;然而,凡是没有神明附体与灵感,出于自身而将某些言论作为真理带入人间的人,所带入的尽皆荒唐而邪恶。因此,你要极为警醒且全神贯注地倾听这篇神话,以便熟记之后向我所预言你将遇见的那个人转述。而这篇神话正是关于我们如今在其身旁的这位神祇的。
ἦν μὲν γάρ, ὡς πάντες λέγουσι, Διὸς υἱὸς ἐξ Ἀλκμήνης, βασιλεὺς δὲ οὐ μόνον Ἄργους, καὶ τῆς Ἑλλάδος ἁπάσης. τοῦτο δὲ οἱ πολλοὶ οὐκ ἴσασιν, ἀλλʼ ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος καὶ φυλάττων τὴν ἀρχήν, οἱ δʼ Εὐρυσθέα φασὶ βασιλεύειν τότε.2 ταῦτα μὲν οὖν λέγεται μάτην ὑπʼ αὐτῶν.
因为正如众人所说,他是宙斯与阿尔克墨涅之子,且不仅是阿尔戈斯的国王,更是整个希腊的君王。然而大众并不知晓此事,反而因他本人在外征战并守护王权,他们便声称欧律斯透斯在当时即位为王。因此,他们所说的这些全然是无稽之谈。
ἐκεῖνος δὲ οὐ μόνον τῆς Ἑλλάδος ἦν βασιλεύς, ἀλλʼ ἀπʼ ἀνίσχοντος ἡλίου μέχρι δυομένου πάσης ἦρχε γῆς καὶ τῶν ἀνθρώπων ἁπάντων, παρʼ οἷς ἱερά ἐστιν Ἡρακλέους.
而他不仅是全希腊的君王,更是从日出之处直至日落之所,统御着全部土地以及所有在他们中间建有赫拉克勒斯神庙的人类。
ἦν δὲ καὶ πεπαιδευμένος ἁπλῶς, πολυτρόπως οὐδὲ περιττῶς σοφίσμασι καὶ πανουργήμασιν ἀνθρώπων κακοδαιμόνων. λέγουσι δὲ καὶ ταῦτα περὶ Ἡρακλέους, ὡς γυμνὸς ᾔει μόνον ἔχων λεοντῆν καὶ ῥόπαλον.
而且他所受的教育是纯朴的,绝非通过不幸之人的诡辩机巧而变得繁复浮夸。世人谈及赫拉克勒斯时还说,他行走时赤身裸体,仅持有一张狮皮与一根棍棒。
τοῦτο δὲ οὕτως λέγουσιν, ὅτι ἐκεῖνος οὔτε χρυσίον οὔτε ἀργύριον οὔτε ἐσθῆτα περὶ πολλοῦ ἐποιεῖτο, ἀλλὰ ταῦτα πάντα ἐνόμιζε τοῦ μηδενὸς ἄξια, πλὴν ὅσον δοῦναι καὶ χαρίσασθαι. πολλοῖς γοῦν οὐ μόνον χρήματα ἄπειρα καὶ γῆν καὶ ἀγέλας ἵππων καὶ βοῶν, ἀλλὰ βασιλείας καὶ πόλεις ὅλας ἐδωρήσατο. ἐπίστευε γὰρ αὑτοῦ πάντα εἶναι καὶ οὐδὲν ἀλλότριον, προσγίγνεσθαι δὲ τοῖς δοθεῖσι τὴν εὔνοιαν τῶν λαβόντων.
他们之所以这样说,是因为他既不看重金银,也不看重衣物,反而认为这一切除了用来给予和赏赐之外一文不值。至少,他不仅将无尽的财富、土地以及马群牛群赐予许多人,更将整个王国与城邦赏赐予人。因为他坚信一切皆属于他自己而绝无外物之别,且受赐之人的善意亦将归附于所赐之物中。
οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθές φασιν ὅτι δὴ περιῄει μόνος ἄνευ στρατιᾶς. οὐ γὰρ δυνατὸν πόλεις τε ἐξαιρεῖν καὶ τυράννους καταλύειν καὶ πᾶσι πανταχοῦ προστάττειν χωρὶς δυνάμεως. ὅτι δὲ αὐτουργὸς ἦν καὶ τῇ ψυχῇ πρόθυμος καὶ τὸ σῶμα ἱκανὸς καὶ πάντων μάλιστα ἐπόνει, μόνον αὐτὸν ἔφασαν βαδίζειν καὶ πράττειν ἅπαντα ὅσα βούλοιτο.
因此,当他们声称他孤身一人且没有军队而周游四方时,那同样不是真实的。因为若无武力,既不可能攻占城邦,亦不可能推翻僭主,更不可能处处号令天下。然而由于他事必躬亲,心灵勇武,体格健壮,且比世间万人都更为辛劳勤勉,众人才传说他孤身独行,成就了他所期望的一切事业。
καὶ μὴν ὅ γε πατὴρ αὐτοῦ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο, ὁρμάς τε ἀγαθὰς ἐπιπέμπων καὶ εἰς ὁμιλίας ἀνθρώπων ἀγαθῶν ἄγων. ἐσήμαινε δὲ καὶ διʼ οἰωνῶν καὶ διʼ ἐμπύρων καὶ διὰ πάσης μαντικῆς ἕκαστα.
不仅如此,他的父亲对他极为关怀照料,不仅向他灌注善良的志向,引领他结交高尚的人士,还通过飞鸟、燔祭以及各种预言之术向他昭示各项事务。
ἐπεὶ δὲ ἐώρα βουλόμενον ἄρχειν αὐτόν, οὐ τῶν ἡδονῶν οὐδὲ τῶν πλεονεξιῶν ἐπιθυμοῦντα, ὧν ἕνεκεν οἱ πολλοὶ τούτου ἐρῶσιν, ἀλλʼ ὡς ἂν δύνηται πλεῖστα καὶ πλείστους εὖ ποιεῖν, ἐπιστάμενος αὐτοῦ γενναίαν οὖσαν τὴν φύσιν, ὅμως δὲ ὑπονοῶν ὅσον ἦν ἐν αὐτῷ θνητόν, καὶ ὅτι πολλὰ παραδείγματα ἐν ἀνθρώποις πονηρὰ τρυφῆς καὶ ἀκολασίας καὶ πολλοὶ παρατρέπουσιν ἄκοντα τὸν πεφυκότα ὀρθῶς ἔξω τῆς αὑτοῦ φύσεώς τε καὶ γνώμης, ταῦτα λογιζόμενος Ἑρμῆν ἔπεμψε, κελεύσας ἃ δεῖ ποιεῖν.
当父亲见他渴望行使统治,并非贪图享乐亦非觊觎特权——大众正是为此才热衷于王位——而是为了能够尽可能多地行善、施惠于尽可能多的人;父亲虽然深知他的天性极其高贵,但仍疑虑于他身上凡人部分的脆弱,并考虑到人间充斥着奢靡与放纵的恶劣榜样,许多人常违背一个天性端正之人的意愿将其引离原本的天性与良知,鉴于这些思虑,宙斯便派遣赫尔墨斯,指令他当做之事。
ὁ δὲ ἀφικόμενος εἰς Θήβας, ἔνθα νέος ὢν ἐτρέφετο Ἡρακλῆς, ἔφραζέν τε ὃς εἴη καὶ παρʼ ὅτου πεμφθείς, καὶ ἄγει λαβὼν αὐτὸν ἄφραστον καὶ ἄβατον ἀνθρώποις ὁδόν, ἕως ἦλθεν ἐπί τινα ὑπεροχὴν ὄρους περιφανῆ καὶ σφόδρα ὑψηλήν, τὰ δὲ ἔξωθεν δεινῶς ἀπότομον κρημνοῖς ὀρθίοις καὶ βαθείᾳ φάραγγι ποταμοῦ κύκλῳ περιρρέοντος, πολὺν ψόφον τε καὶ ἦχον ἀναδιδόντος, ὡς τοῖς κάτωθεν ἀναβλέπουσι μίαν ὁρᾶσθαι τὴν ἄνω κορυφήν,3 τὸ δὲ ἀληθὲς ἦν δίδυμος ἐκ μιᾶς ῥίζης, καὶ πολύ γε ἀλλήλων διεστήκεσαν.
赫尔墨斯来到赫拉克勒斯幼时成长的忒拜,表明了自己是谁并受谁派遣,遂带领着他走上一条难以言喻、凡人难至的道路,直至来到一座显著而极其高耸的山峰隆起之处。山体的外部险峻可怖,耸立着笔直的峭壁与由环绕奔流的河流所切出的深邃峡谷,激荡着巨大的轰鸣与回响,以致从下方仰望之人只能看到山顶呈单一之貌,但实际上它却是由同一基底分出的双峰,且两峰彼此相隔甚远。
- 1.58ὅσοι δὲ ἄνευ δαιμονίου κατοχῆς καὶ ἐπιπνοίας λόγους τινὰς ὡς ἀληθεῖς παρʼ αὑτῶν ἐκόμισαν εἰς τὸν βίον ἀτόπους καὶ πονηρούς.
此处与前文提及的受神启者(俄耳甫斯与赫西俄德)形成对比,但全句构成了破格句(anacoluthon),缺乏显式的上位主句谓语。关系代词 ὅσοι 引导的分句中,ἐκόμισαν 以 λόγους τινάς 为直接宾语,而形容词 ἀτόπους καὶ πονηρούς 作宾语补足语或述语性同位语(即带来荒唐邪恶的言论),整个主句的承接动词被省略。
- 1.59ἀλλʼ ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος καὶ φυλάττων τὴν ἀρχήν, οἱ δʼ Εὐρυσθέα φασὶ βασιλεύειν τότε
此处呈现出从句与主句交错的结构:在表原因的 ὅτι 从句(‘因他本人在外征战……’)之后,主句以带 δέ 的形式重新切入(οἱ δʼ... φασὶ βασιλεύειν,‘而他们说欧律斯透斯在统治’)。逻辑骨架为 οὐκ ἴσασιν... ἀλλὰ φασίν(大众并不知晓此事,反而声称……),而赫拉克勒斯不在本国的客观原委被嵌套其中。
- 1.66ὡς τοῖς κάτωθεν ἀναβλέπουσι μίαν ὁρᾶσθαι τὴν ἄνω κορυφήν
此处的 ὡς 相当于 ὥστε,引导不定式结果从句。与格分词 τοῖς κάτωθεν ἀναβλέπουσι 作为评判者与格或关涉与格(‘对从下方仰望的人而言’),而宾格词组 τὴν ἄνω κορυφήν 充当被动不定式 ὁρᾶσθαι 的主语(‘上面的顶峰看起来为一个’)。
