- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.48-1.57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将关于宙斯的哲学长论推延至日后,转而叙述自己在流放伯罗奔尼撒期间遇到一位具有预言能力的妇人,受命将赫拉克勒斯的神话转述给君王的过程。
τὸ μὲν οὖν ἐμόν,1 ὅπερ ἔφην, ἥδιστα καὶ προθυμότατα τοῦτον εἴποιμʼ ἂν τὸν λόγον, τὸν ὑπὲρ τοῦ Διὸς καὶ τῆς τοῦ παντὸς φύσεως. ἐπεὶ δὲ πλείων ἐστὶ τοῦ καιροῦ τοῦ παρόντος καὶ δεόμενος ἀποδείξεων ἀκριβεστέρων, αὖθίς ποτε ἴσως γένοιτʼ ἂν σχολὴ διελθεῖν αὐτόν.
依我而言,正如我所说,我本极乐意、极竭诚地宣讲这篇论述,即关于宙斯与宇宙本性的论述。然而,既然它超出了眼下的时机,且需要更为精确的论证,那么日后或许会有闲暇将其详尽阐明。
εἰ δʼ ἄρα μῦθον ἐθέλοις τινὰ ἀκοῦσαι, μᾶλλον δὲ ἱερὸν καὶ ὑγιῆ λόγον σχήματι μύθου λεγόμενον, τυχὸν οὐκ ἄτοπός σοι φανήσεται νῦν τε καὶ ὕστερον ἐνθυμουμένῳ κατὰ σαυτὸν ὃν ἐγώ ποτε ἤκουσα γυναικὸς Ἠλείας ὑπὲρ Ἡρακλέους διηγουμένης.
但倘若你愿倾听某种神话——毋宁说是披着神话外衣而宣讲的某种神圣而健全的教理——那么我曾听一位厄利斯妇人讲述关于赫拉克勒斯的故事,如今以及日后当你独自深思之时,或许不会觉得它不合时宜。
ὡς γὰρ ἔτυχον ἐν τῇ φυγῇ ποτε ἀλώμενος· καὶ πολλήν γε χάριν οἶδα τοῖς θεοῖς, ὅτι με οὐκ εἴασαν θεατὴν γενέσθαι πολλῶν καὶ ἀδίκων πραγμάτων· ἐπῄειν δʼ οὖν ὡς ἐδυνάμην πλείστην γῆν ἐν ἀγύρτου σχήματι καὶ στολῇ, τοῦτο μὲν παρʼ Ἕλληνας, τοῦτο δὲ παρὰ βαρβάρους, "αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας." καὶ δή ποτε ἀφικόμενος εἰς Πελοπόννησον ταῖς μὲν πόλεσιν οὐ πάνυ προσῄειν, περὶ δὲ τὴν χώραν διέτριβον, ἅτε πολλὴν ἱστορίαν ἔχουσαν, νομεῦσι καὶ κυνηγέταις, γενναίοις τε καὶ ἁπλοῖς ἤθεσιν, ἐπιμιγνύμενος.
因为我当时恰好流亡漂泊——我确实对众神深怀感恩,因他们未曾容让我成为诸多不义之事的见证人——于是我身着流浪乞丐的装束与衣冠,尽可能走遍更多的土地,时而在希腊人当中,时而在蛮族之中,‘乞讨面包碎屑,而非长剑亦非铜鼎。’ 后来我来到了伯罗奔尼撒,并未怎样涉足城邦,而是在乡野流连,因那片土地承载着丰富的历史传说,我与那些具有高贵而纯朴性情的牧人与猎户往来。
καὶ δὴ βαδίζων ὡς ἀφʼ Ἡραίας εἰς Πῖσαν παρὰ τὸν Ἀλφειὸν μέχρι μέν τινος ἐπετύγχανον τῆς ὁδοῦ, μεταξὺ δὲ εἰς ὕλην τινὰ καὶ δυσχωρίαν ἐμπεσὼν καὶ πλείους ἀτραποὺς ἐπὶ βουκόλιʼ ἄττα καὶ ποίμνας φερούσας, οὐδενὶ συναντῶν οὐδὲ δυνάμενος ἐρέσθαι, διαμαρτάνω τε καὶ ἐπλανώμην μεσημβρίᾳ σταθερᾷ. ἰδὼν οὖν ἐπὶ ὑψηλῷ τινι δρυῶν συστροφὴν οἷον ἄλσος, ᾠχόμην ὡς ἀποψόμενος ἐντεῦθεν ὁδόν τινα ἢ οἰκίαν.
正当我沿着阿尔菲奥斯河从赫赖亚走向皮萨时,起初一段时间尚能寻得道路;但中途误入一片树林与险峻地形,见有数条小径通向一些牛群与羊群,既未遇见一人,亦无从打听,我便迷失道路,在正午的烈日下徘徊。其后,我见某处高地有一片橡树聚集如圣林一般,便赶上前去,心想从那里可以望见某条道路或一所房舍。
καταλαμβάνω οὖν λίθους τέ τινας εἰκῇ ξυγκειμένους καὶ δέρματα ἱερείων κρεμάμενα καὶ ῥόπαλα καὶ βακτηρίας, νομέων τινῶν ἀναθήματα, ὡς ἐφαίνετο, ὀλίγον δὲ ἀπωτέρω καθημένην γυναῖκα ἰσχυρὰν καὶ μεγάλην, τῇ δὲ ἡλικίᾳ πρεσβυτέραν, τὰ μὲν ἄλλα ἄγροικον στολὴν ἔχουσαν, πλοκάμους δέ τινας πολιοὺς καθεῖτο.2
于是我发现了一些胡乱堆砌的石块、悬挂着的牺牲兽皮、棍棒与手杖——看似某些牧人献纳的供品——稍远之处坐着一位体格健壮高大、年岁已高的妇人,其余衣着皆为乡野之服,披散着灰白的卷发。
ταύτην ἕκαστα ἀνηρώτων. ἣ δὲ πάνυ πρᾴως καὶ φιλοφρόνως δωρίζουσα τῇ φωνῇ τόν τε τόπον ἔφραζεν ὡς Ἡρακλέους ἱερὸς εἴη, καὶ περὶ αὑτῆς, ὅτι παῖδα ἔχοι ποιμένα καὶ πολλάκις αὐτὴ νέμοι τὰ πρόβατα· ἔχειν δὲ μαντικὴν ἐκ μητρὸς θεῶν δεδομένην, χρῆσθαι δὲ αὐτῇ3 τούς τε νομέας πάντας τοὺς πλησίον καὶ τοὺς γεωργοὺς ὑπὲρ καρπῶν καὶ βοσκημάτων γενέσεως καὶ σωτηρίας.
我向她逐一询问各项事情。她用多利斯方言极其温和亲切地说明:此地乃是赫拉克勒斯的圣地;论及自身,她说她有一个身为牧羊人的儿子,自己也常去放牧羊群;她拥有从众神之母那里赐予的预言术,周围所有的牧人与农夫在关于庄稼与牲畜的繁衍与平安之事上,都会求问于她。
καὶ σὺ δὲ ἐλήλυθας, ἔφη, οὐκ ἄνευ θείας τύχης εἰς τόνδε τὸν τόπον· οὐ γὰρ ἐάσω σε ἀπελθεῖν μάτην. καὶ μετὰ τοῦτο ἤδη προέλεγεν ὅτι οὐ πολὺς χρόνος ἔσοιτό μοι τῆς ἄλης καὶ τῆς ταλαιπωρίας, οὔτε σοί, εἶπεν, οὔτε τοῖς ἄλλοις ἀνθρώποις.
她说:‘你来到这块地方,亦非没有神意与机缘;因为我必不容你徒劳而归。’在此之后,她随即预言我的流亡漂泊与艰辛岁月不久就将结束;‘对你而言是不久了,’她说,‘对世间其他人而言也是如此。’
ταῦτα δὲ ἔλεγεν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν λεγομένων ἐνθέων ἀνδρῶν καὶ γυναικῶν, ἀσθμαίνουσα καὶ περιδινοῦσα τὴν κεφαλὴν καὶ πειρωμένη δεινὸν ἐμβλέπειν, ἀλλὰ πάνυ ἐγκρατῶς καὶ σωφρόνως. συμβαλεῖς δέ, ἔφη, ποτὲ ἀνδρὶ καρτερῷ, πλείστης ἄρχοντι χώρας καὶ ἀνθρώπων· τούτῳ μήποτε ὀκνήσῃς εἰπεῖν τόνδε τὸν μῦθον, εἰ καί σου καταφρονεῖν τινες μέλλοιεν ὡς ἀδολέσχου καὶ πλάνητος.
她说这番话时,并不像大多数所谓受神附体附灵的男女那样气喘吁吁、狂乱地转动脑袋、极力作出骇人的目光,而是极其克制且庄重沉稳。她说:‘你日后必将遇见一位坚毅的人,他统治着最辽阔的疆土与无数的子民;绝不要迟疑于将这篇神话讲给他听,哪怕有人可能鄙视你为一个饶舌之人与流浪者。
οἱ γὰρ ἀνθρώπων λόγοι καὶ τὰ πάντα σοφίσματα οὐδενὸς ἄξια πρὸς τὴν παρὰ τῶν θεῶν ἐπίπνοιαν καὶ φήμην. ὅσοι γάρ ποτε σοφοὶ καὶ ἀληθεῖς κατʼ ἀνθρώπους λόγοι περὶ θεῶν τε καὶ τοῦ σύμπαντος, οὐκ ἄνευ θείας ποτε βουλήσεως καὶ τύχης ἀνθρώπων ἐγένοντο διὰ τῶν πρώτων μαντικῶν τε καὶ θείων ἀνδρῶν·
因为与出自众神的灵感与谕示相比,人类的话语及所有那些诡辩机巧毫无价值。人类当中凡曾有过的关于众神与宇宙的明智而真实的论说,无一不是通过最初的预言者与神圣之人,伴随着神明的旨意与人类的福祉而产生的。’
- 1.48τὸ μὲν οὖν ἐμόν
限定关系副词性宾格(“就我而言”或“依我之见”),与主句带有潜在可能语气的希求法(εἴποιμʼ ἄν)相呼应,用以限定说话者自身的主观意愿。
- 1.53πλοκάμους δέ τινας πολιοὺς καθεῖτο
动词 καθεῖτο 是 καθίημι 的直陈式中动态过去完成时(或未完成过去时),以中动态表达自身身体特征或状态(“垂散着自家的头发”),后接直接宾语 πλοκάμους(宾格)。
- 1.54ἔχειν δὲ μαντικὴν ἐκ μητρὸς θεῶν δεδομένην, χρῆσθαι δὲ αὐτῇ
间接引语的构文转换:在由 ἔφραζεν 引导的 ὡς 和 ὅτι 从句之后,句式顺畅地转入不定式构文(ἔχειν, χρῆσθαι)。这是希腊语在长段间接引语叙述中从从属连词结构转换至宾格加不定式结构的常见语法现象。
