- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.39-1.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明了赋予诸神之王宙斯的诸多尊号及其内涵,指出唯有效法宇宙秩序、公正施政的君王方能获得真正的福祉,而背离神圣托付的统治者必将走向毁灭。
Ζεὺς γὰρ μόνος θεῶν πατὴρ καὶ βασιλεὺς ἐπονομάζεται καὶ Πολιεὺς καὶ Φίλιός τε καὶ Ἑταιρεῖος καὶ Ὁμόγνιος, πρὸς δὲ τούτοις Ἱκέσιός τε καὶ Ξένιος καὶ μυρίας ἄλλας ἐπικλήσεις, πάσας ἀγαθὰς καὶ ἀγαθῶν αἰτίας·
确实,在众神之中唯有宙斯被称为父与王,亦被称为城邦之神、友爱之神、同伴之神、同族之神,此外更被称为请愿者之神、款客之神,以及无数其他尊号,所有这些尊号皆是良善的,且是良善之物的源由。
βασιλεὺς μὲν κατὰ τὴν ἀρχὴν καὶ τὴν δύναμιν ὠνομασμένος, πατὴρ δὲ οἶμαι διά τε τὴν κηδεμονίαν καί τὸ πρᾷον, Πολιεὺς δὲ κατὰ τὸν νόμον καὶ τὸ κοινὸν ὄφελος, Ὁμόγνιος δὲ διὰ τὴν τοῦ γένους κοινωνίαν θεοῖς τε καὶ ἀνθρώποις, Φίλιος δὲ καὶ Ἑταιρεῖος, ὅτι πάντας ἀνθρώπους ξυνάγει καὶ βούλεται εἶναι ἀλλήλοις φίλους, ἐχθρὸν δὲ ἢ πολέμιον μηδένα μηδενός, Ἱκέσιος δὲ ὡς ἂν ἐπήκοός τε καὶ ἵλεως τοῖς δεομένοις, Φύξιος δὲ διὰ τὴν τῶν κακῶν ἀπόφυξιν, Ξένιος δέ, ὅτι καὶ τοῦτο ἀρχὴ φιλίας, μηδὲ τῶν ξένων ἀμελεῖν μηδὲ ἀλλότριον ἡγεῖσθαι μηδένα ἀνθρώπων, Κτήσιος δὲ καὶ Ἐπικάρπιος,ἅτε τῶν καρπῶν αἴτιος καὶ δοτὴρ πλούτου καὶ κτήσεως, οὐ πενίας οὐδὲ ἀπορίας, ὡς εὐθὺς ἁπάσας ταύτας δέον ἕπεσθαι τὰς δυνάμεις1 τῇ τοῦ βασιλέως δυνάμει τε καὶ κλήσει.
他依其统治与权柄被命名为王,依我之见,则因其庇护关怀与温和仁慈被命名为父;依法律与公共利益被称为城邦之神;因神明与人类共有的族类纽带被称为同族之神;被称为友爱之神与同伴之神,是因为他将所有人聚拢在一起,期望他们彼此相友,使任何人都不得为任何人的仇敌或对头;被称为请愿者之神,是因为他对祈求者侧耳倾听且满怀恩慈;被称为避难之神,是因为他令人免于灾祸;被称为款客之神,是因为不轻慢外邦异乡之人、不将任何人类视作外人陌路,这本身亦是友谊的开端;被称为产业之神与结实之神,乃因他是五谷作物的赐予者,是财富与产业的施予者,而非贫乏与困顿的源头。这宛如表明,所有这些权能理当径直伴随君王的权能与称号。
καλὸν οὖν εἰπεῖν ὑπὲρ τῶν ὅλων τῆς διοικήσεως ὁποῖόν γε τὸ ξύμπαν αὐτό τε εὔδαιμον καὶ σοφὸν ἀεὶ διαπορεύεται τὸν ἄπειρον αἰῶνα συνεχῶς ἐν ἀπείροις περιόδοις μετὰ ψυχῆς τε ἀγαθῆς καὶ δαίμονος ὁμοίου καὶ προνοίας καὶ ἀρχῆς τῆς δικαιοτάτης τε καὶ ἀρίστης, ἡμᾶς τε ὁμοίους παρέχεται, κατὰ φύσιν κοινὴν τὴν αὑτοῦ καὶ τὴν ἡμετέραν ὑφʼ ἑνὶ θεσμῷ καὶ νόμῳ κεκοσμημένους καὶ τῆς αὐτῆς μετέχοντας πολιτείας.
因此,论述宇宙万物的治理是极具益处的:整个宇宙自身既幸福又智慧,伴随着良善的灵魂、相似的神性精灵,以及最公正、最卓绝的深谋远虑与统治,在无尽的周转轮回中恒久地跨越无限的纪元,并使我们与自身相类,依其自身与我们共有的本性,在单一的神圣典章与法律之下井然有序,共享同一体制。
ἣν ὁ μὲν τιμῶν καὶ φυλάττων καὶ μηδὲν ἐναντίον πράττων νόμιμος καὶ θεοφιλὴς καὶ κόσμιος, ὁ δὲ ταράττων ὅσον ἐφʼ ἑαυτῷ καὶ παραβαίνων καὶ ἀγνοῶν ἄνομος καὶ ἄκοσμος, ὁμοίως μὲν ἰδιώτης, ὁμοίως δὲ καὶ ἄρχων ὀνομαζόμενος· πολὺ δὲ μείζων καὶ φανερωτέρα πᾶσιν ἡ παρὰ τοῦ ἄρχοντος πλημμέλεια.
凡尊崇、恪守此种体制且不行任何抵触之事的人,乃是合乎法度、为神所爱且秩序井然之人;而凡就自身所及扰乱、践踏并不知晓此体制的人,则是无法无天且狂乱失序之辈,无论他被称为平民,抑或被称为统治者,皆是如此;然而出自统治者的过失,在众人看来远为严重且彰明昭著。
ὥσπερ οὖν ὅσοι στρατηγοί τε καὶ ἄρχοντες στρατοπέδων καὶ πόλεων καὶ ἐθνῶν, ὅστις ἂν τὸν σὸν μάλιστα μιμῆται τρόπον καὶ τοῖς σοῖς ἤθεσιν ὅμοιον αὑτὸν ὡς δυνατὸν φαίνηται παρέχων, οὗτος ἂν εἴη σοὶ πάντων ἑταιρότατος καὶ προσφιλέστατος· εἰ δέ τις ἐναντίος καὶ ἀνόμοιος γίγνοιτο, δικαίως ἂν τυγχάνοι μέμψεώς τε καὶ ἀτιμίας καὶ αὐτῆς γε τῆς ἀρχῆς ταχὺ παυθεὶς παραχωρήσειεν ἑτέροις ἀμείνοσί τε καὶ ἄμεινον δυναμένοις διοικεῖν· οὕτω δὴ καὶ τῶν βασιλέων, ἅτε οἶμαι παρὰ τοῦ Διὸς ἐχόντων τὴν δύναμιν καὶ τὴν ἐπιτροπήν, ὃς μὲν ἂν2 πρὸς ἐκεῖνον βλέπων τὸν τοῦ Διὸς νόμον τε καὶ θεσμὸν κοσμῇ καὶ ἄρχῃ δικαίως τε καὶ καλῶς, ἀγαθῆς τυγχάνει μοίρας καὶ τέλους εὐτυχοῦς· ὃς δʼ ἂν παραβῇ καὶ ἀτιμάσῃ τὸν ἐπιτρέψαντα ἢ δόντα τὴν δωρεὰν ταύτην, οὐδὲν ἀπώνατο τῆς πολλῆς ἐξουσίας καὶ δυνάμεως ἢ τοσοῦτον μόνον ὅσον φανερὸς πᾶσι γενέσθαι τοῖς καθʼ αὑτὸν καὶ τοῖς ὕστερον πονηρὸς καὶ ἀκόλαστος ὤν, τὸν μυθευόμενον Φαέθοντος ἀναπληρώσας πότμον, ἅτε ἰσχυροῦ καὶ θείου παρὰ μοῖραν ἐπιβὰς ἅρματος, οὐχ ἱκανὸς ὢν ἡνίοχος.
因此,正如军营、城邦与邦国的统帅与掌权者中,凡最能效法你的品格、并尽可能使自身显现得契合于你的德行之人,对你而言便是所有人中最亲密的同袍与最可爱之人;但若有人背道而驰、格格不入,他理当招致谴责与羞辱,且连统治权本身亦必被迅速剥夺,让位于更为优秀且更有治理能力之人;在列王之中亦必定如此——因为依我看,他们是从宙斯那里领受了权能与受托之责——凡仰望那位神明、整饬宙斯的法度与典章、且公正而高尚地施行统治之人,必获良善的命运与幸运的归宿;但凡违背并蔑视托付或赐予这一重任之神的人,他未能从庞大的权柄与力量中获得丝毫裨益,唯一所得不过是在同时代人及后世众人面前暴露其邪恶与放纵,落得神话中法厄同那样的命运,因其德不配位地登上了强大而神圣的战车,却绝非称职的御手。
λέγει δὲ καὶ Ὅμηρος ὧδέ πως· "ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται3 πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον."
荷马亦曾这般吟唱: ‘凡自身冷酷且心存苛刻之念者,世间凡人在其生前皆诅咒他后患无穷,待其死后众人无不嗤笑讥嘲;而凡自身无可指摘且心存纯良之念者,远方宾客必将他的远扬声名传遍全人类,众多之人称颂他为贤良。’
- 1.41ὡς εὐθὺς ἁπάσας ταύτας δέον ἕπεσθαι τὰς δυνάμεις
δέον 是非人称动词 δεῖ 的独立宾格(accusative absolute),与连词 ὡς 连用,表示主观认定的规范或缘由(“宛如所有这些权能理当伴随……”)。
- 1.45οὕτω δὴ καὶ τῶν βασιλέων ... ὃς μὲν ἂν ... ὃς δʼ ἂν
句首的属格 τῶν βασιλέων 作为部分属格(partitive genitive)置于句首,随后通过平行关系代词从句(ὃς μὲν ἂν ... ὃς δʼ ἂν)分承展开,构成悬置破格结构。
- 1.47τῷ δὲ καταρῶνται
在所引用的荷马诗句(《奥德赛》19.329–330)中,承接在关系从句 ὃς μὲν ... 之后的连词 δὲ 用以引出主句,属于后承从句的归结性 δὲ(apodotic de)。
