- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.29-1.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者警示掌权者切勿轻忽挚友,阐明真正的善王当受高贵贤达之士赞颂并效法神圣王权,进而过渡到论述以至高神明为典范的君主之道。
ὅστις δὲ τοὺς μὲν στρατιώτας διαθρύπτει, μήτε γυμνάζων μήτε πονεῖν παρακελευόμενος, τῶν δὲ ἄλλων ἀνθρώπων ἠμέλησεν, ὅμοιός ἐστι κυβερνήτῃ τοὺς μὲν ναύτας διαφθείροντι πλησμονῇ τε καὶ ὕπνῳ διʼ ἡμέρας, τῶν δʼ ἐπιβατῶν καὶ τῆς νεὼς ἀπολλυμένης οὐδὲν φροντίζοντι.
另一方面,凡是娇纵将士,既不操练他们,亦不勉励他们吃苦耐劳,反而漠视其余众人之人,正如一位舵手,以暴饮暴食和白昼睡眠败坏水手,却对乘客和行将倾覆的船只漠不关心。
εἰ δέ τις πρὸς μὲν ταῦτα ἔχοι μετρίως, τοὺς δὲ πλησίον αὑτῷ καὶ φίλους καλουμένους ἀτιμάζοι τε καὶ μὴ σκοποῖ τοῦτο, ὅπως δόξουσι μακάριοι καὶ ζηλωτοὶ πᾶσι, λανθάνει προδότης αὑτοῦ καὶ τῆς ἀρχῆς γιγνόμενος, τοὺς μὲν ὄντας φίλους ἀθύμους ποιῶν, τῶν δὲ ἄλλων μηδένα ἐπιθυμεῖν1 τῆς αὐτοῦ φιλίας, ἀποστερῶν δʼ ἑαυτὸν τοῦ καλλίστου καὶ ὠφελιμωτάτου κτήματος φιλίας.
若有人在这些事情上尚能保持适度,却贬抑身边的亲信与被称为朋友之人,不设法使他们在众人眼中显为幸福且令人羡慕,他便在不知不觉中成了自身与王权的背叛者:他使现有的朋友心灰意冷,使其余众人无一渴望获得其友谊,从而剥夺了自身最美好、最裨益的财富——友谊。
τίς μὲν γὰρ ἀοκνότερος πονεῖν, ὅταν τούτου καιρὸς ᾖ, φίλου; τίς δὲ συγχαίρειν ἑτοιμότερος ἐν ταῖς εὐτυχίαις; ὁ παρὰ τίνος δὲ ἔπαινος ἡδίων ἢ τῶν φίλων; παρὰ τίνος δὲ τἀληθὲς ἀλυπότερον;τίς δὲ φρουρά, ποῖα δὲ ἐρύματα, ποῖα δὲ ὅπλα βεβαιότερα καὶ κρείττω τῆς ἀπὸ τῶν εὐνοούντων φυλακῆς;
因为,当需要辛劳的关头来临时,有谁比朋友更毫不迟疑地去效劳?在顺境之时,有谁比朋友更欣然一同欢庆?来自何人的赞扬能比来自朋友的赞扬更为惬意?来自何人的逆耳忠言能比来自朋友的更为温和而不伤人?又有何种守卫、何种壁垒、何种武器,能比心怀善意者的守护更为坚固、更为卓越?
ὁπόσους γὰρ ἄν τις ᾖ κεκτημένος ἑταίρους, τοσούτοις μὲν ὀφθαλμοῖς ἃ βούλεται ὁρᾷ, τοσαύταις δὲ ἀκοαῖς ἃ δεῖ ἀκούει, τοσαύταις δὲ διανοίαις διανοεῖται περὶ τῶν συμφερόντων. διαφέρει γὰρ οὐδὲν ἢ εἴ2 τῳ θεὸς ἓν σῶμα ἔχοντι πολλὰς ψυχὰς ἔδωκεν ἁπάσας ὑπὲρ ἐκείνου προνοουμένας.
因为一个人拥有多少同伴,他便能借多少双眼睛看到所愿见之事,借多少双耳朵听到所当闻之理,借多少颗心灵思考有益于自身之策。这正如神明赐予一个仅有单一体魄的人以众多灵魂,且所有灵魂皆在为他深谋远虑一样,毫无二致。
ἵνα δὲ τὰ πολλὰ ἀφεὶς εἴπω τὸ φανερώτατον σημεῖον, οὗτός ἐστιν ὁ χρηστὸς βασιλεύς, ὃν οἱ ἀγαθοὶ ἄνδρες οὐκ αἰσχύνονται ἐπαινοῦντες οὔτε τὸν παρόντα χρόνον οὔτε τὸν ὕστερον. καὶ μέντοι καὶ αὐτὸς οὐ τὸν παρὰ τῶν βαναύσων καὶ ἀγοραίων ἀγαπᾷ ἔπαινον, ἀλλὰ τὸν παρὰ τῶν ἐλευθέρων καὶ γενναίων, οἷς οὐκ ἄξιον ζῆν ψευσαμένοις.
略去众多细节而仅举其最昭著的明证:这位善王,乃是贤良之人无论在当下还是在后世,皆不以赞颂他为耻的君主。况且,他自身亦不希罕来自粗俗劳工与市井之徒的吹捧,而唯独珍视来自自由而高尚之人的赞美——在这些人看来,若要靠谎言度日,生命便毫无价值。
τίς οὖν οὐκ ἂν μακαρίσειε τὸν τοιοῦτον ἄνδρα τε καὶ βίον;
那么,又有谁会不称颂这般人物及其生平为至福呢?
τίνος μὲν γὰρ ὁ βίος ἀσφαλέστερος ἢ ὃν πάντες ὁμοίως φυλάττουσιν; τίνος δὲ ἡδίων ἢ τοῦ μηδένα ἐχθρὸν ἡγουμένου; τίνος δὲ ἀλυπότερος ἢ τοῦ μηδὲν ἔχοντος αὑτὸν αἰτιάσασθαι; τίς δὲ εὐτυχέστερος ἐκείνου τοῦ ἀνδρός, ὅστις ἀγαθὸς ὢν οὐδένα λανθάνει;
因为,有谁的生平比那受到所有人同心守护之人的生平更为安全?有谁的生平比那不将任何人视作仇敌之人的生平更为惬意?有谁的生平比那毫无自责之由之人的生平更为免于忧患?又有谁比那位无人不知其为善人之人更为幸运呢?
ἐγὼ μὲν οὖν ἁπλῶς εἶπον τὰ περὶ τὸν ἀγαθὸν βασιλέα. τούτων δὲ εἴ τι φαίνεται προσήκειν σοι, μακάριος μὲν αὐτὸς τῆς εὐγνώμονος καὶ ἀγαθῆς φύσεως,3 μακάριοι δὲ ἡμεῖς οἱ συμμετέχοντες.
我已直白地阐述了有关善王的道理。倘若其中有任何特质看似属于你,那么你自会因通达而良善的天性而享福,而我们这些分享其泽的人亦同感幸福。
μετὰ δὲ τὸν νῦν εἰρημένον λόγον ἐγὼ μὲν ἐπεθύμουν διελθεῖν4 περὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως καὶ ἄρχοντος, ὃν χρὴ μιμουμένους ἀεὶ τοὺς θνητοὺς καὶ τὰ τῶν θνητῶν διέποντας ἐπιμελεῖσθαι, πρὸς ἐκεῖνον ὡς δυνατόν ἐστιν εὐθύνοντας καὶ ἀφομοιοῦντας τὸν αὑτῶν τρόπον.
在方才所言的论述之后,我本有意继续阐明那位至高且元始的君王与统治者;凡人——尤其是那些统理凡人事务的掌权者——理应在施政中始终效法于他,尽可能使自身的品性顺从并同化于他。
διὰ τοῦτο γὰρ καὶ Ὅμηρος διοτρεφέας εἶναί φησι τοὺς ἀληθῶς βασιλέας καὶ Διὶ τὴν βουλὴν ὁμοίους, καὶ τὸν Μίνω, μεγίστην ἔχοντα δόξαν ἐπὶ δικαιοσύνῃ, τοῦ Διὸς ὁμιλητὴν ἔφη γενέσθαι. καὶ σχεδὸν ὅσοι πώποτε ἐν Ἕλλησιν ἢ βαρβάροις γεγόνασι βασιλεῖς οὐκ ἀνάξιοι τυγχάνειν ταύτης τῆς προσηγορίας, τοῦ θεοῦ τούτου μαθητάς τε καὶ ζηλωτὰς ὁ λόγος αὐτοὺς ἀποφαίνεται.
正因如此,荷马亦称真正的君王为‘宙斯所育’且‘谋略如同宙斯’,并述及因正义享有至高盛誉的弥诺斯成了宙斯的密友。几乎所有在希腊人或异族人中曾登王位且无愧于获得这一称号之人,传闻都宣告他们正是这位神明的门徒与效法者。
- 1.30τῶν δὲ ἄλλων μηδένα ἐπιθυμεῖν
此句从属于分词 ποιῶν。前半句采用“宾格+形容词补足语”(τοὺς μὲν ὄντας φίλους ἀθύμους ποιῶν),而后半句则转为由 ποιῶν 引出的“宾格+不定式”(μηδένα ἐπιθυμεῖν)致使结果结构,体现了并列成分中句式结构的转换。
- 1.32διαφέρει γὰρ οὐδὲν ἢ εἴ
惯用句型 οὐδὲν διαφέρει ἢ εἰ(与……毫无区别,正如……一般)。比较小品词 ἢ 与条件连词 εἰ 相结合,用以引出假设性的比喻。
- 1.36μακάριος μὲν αὐτὸς τῆς εὐγνώμονος καὶ ἀγαθῆς φύσεως
表感叹与祝愿的形容词 μακάριος 支配原因属格(genitive of cause),意为“因通达而良善的天性而得享至福”。
- 1.37ἐπεθύμουν διελθεῖν
未完成过去时 ἐπεθύμουν 用于委婉或审慎地表达意图,表示说话者一直怀有并在此刻着手付诸实施的心愿(“我本有意阐明……”),较现在时直陈式更具礼貌与铺垫色彩。
