- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.21-1.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段阐述真正的君王如何摒弃私欲,将劳苦与造福万民视为乐事,令仇敌畏惧而使友人满怀敬重与安全感。此外还论及君王弃绝欺诈、崇尚诚实,以精良的军备保卫和平,并对士兵与同僚深怀关爱的德行。
καὶ μὲν δὴ οἴεται δεῖν πλέον ἔχειν διὰ τὴν ἀρχὴν οὐ τῶν χρημάτων οὐδὲ τῶν ἡδονῶν, ἀλλὰ τῆς ἐπιμελείας καὶ τῶν φροντίδων· ὥστε καὶ φιλόπονος μᾶλλόν ἐστιν ἢ πολλοὶ τῶν ἄλλων φιλήδονοι καὶ φιλοχρήματοι. ἐπίσταται γὰρ ὅτι αἱ μὲν ἡδοναὶ τοὺς ἀεὶ συνόντας τά τε ἄλλα λυμαίνονται καὶ ταχὺ ποιοῦσιν ἀδυνάτους πρὸς αὑτάς, οἱ δὲ πόνοι τά τε ἄλλα ὠφελοῦσι καὶ ἀεὶ μᾶλλον παρέχουσι δυναμένους πονεῖν.
确实,君王认为因其权位,自己理应占有更多份额的,并非财富或享乐,而是关怀与操劳;因此,他热爱劳苦的程度,更甚于许多其他人热爱享乐与财富。因为他深知,享乐不仅在其他方面败坏那常与其相伴之人,且会迅速使人在享乐面前软弱无能;而劳苦不仅在其他方面大有裨益,更能使人不断增强承担劳苦的能力。
οὐκοῦν μόνῳ ἔξεστιν αὐτῷ τοὺς μὲν στρατιώτας συστρατιώτας προσειπεῖν, τοὺς δὲ συνήθεις φίλους, μὴ καταγελῶντα τοῦ ὀνόματος τῆς φιλίας· πατέρα δὲ τῶν πολιτῶν καὶ τῶν ἀρχομένων οὐ λόγῳ κεκλῆσθαι μόνον, ἀλλὰ τοῖς ἔργοις τοῦτο ἐπιδείκνυσθαι· δεσπότης δὲ οὐχ ὅπως τῶν ἐλευθέρων, ἀλλὰ μηδὲ τῶν δούλων1 χαίρει καλούμενος·
因此,唯有他能够将将士们唤作战友,将亲信们唤作朋友,而绝不至于嘲弄友谊之名;也唯有他能够不仅在言辞上被称为城邦公民与众臣民的父亲,更能以实际行动展现这一点;然而不仅对自由人,哪怕对奴隶,他亦绝不喜欢被称为主人。
βασιλεύειν γὰρ οὐχ αὑτοῦ χάριν οἴεται μᾶλλον ἑνὸς ὄντος ἢ τῶν ἀνθρώπων ἁπάντων. καὶ τοίνυν εὐεργετῶν ἥδεται πλείω τῶν εὐεργετουμένων, καὶ μόνης ταύτης ἐστὶ τῆς ἡδονῆς ἀκόρεστος. τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας ἀναγκαῖα νενόμικεν, τὸ τῆς εὐεργεσίας μόνον ἑκούσιόν τε καὶ εὔδαιμον.
因为他认为,自己为王并非单单为了自身一人,而是为了普天下所有的民众。再者,在施予恩惠时,他所获得的喜悦甚至超过领受恩惠之人,且唯独对这一种喜悦贪求无厌。因为他认定王权的其他事务皆为迫不得已,唯有行善施恩才是完全出于自愿且带来幸福的。
καὶ τῶν μὲν ἀγαθῶν ἀφειδέστατός ἐστιν, ὡς οὐδέποτε ἐπιλειψόντων, κακοῦ δὲ ἧττον αἴτιος γίγνεσθαι πέφυκεν ἤπερ ὁ ἥλιος τοῦ σκότους. ὃν οἱ μὲν ἰδόντες καὶ συγγενόμενοι οὐκ ἐθέλουσιν ἀπολιπεῖν, οἱ δὲ ἀκούοντες ἐπιθυμοῦσιν ἰδεῖν μᾶλλον ἢ παῖδες ἀγνοουμένους πατέρας ἀνευρεῖν.
对于良善之物,他极其慷慨施予,仿佛取之不尽;而至于带来祸害,他的天性甚至比太阳造成黑暗更为不可能。凡见过他并与他相处之人,皆不愿离他而去;而闻其风声之人,渴望得见其尊颜的心情,胜过孩童渴望寻得未曾相识的父亲。
τοῦτον οἱ μὲν πολέμιοι δεδοίκασι καὶ οὐδεὶς ὁμολογεῖ πολέμιος εἶναι, οἱ δὲ φίλοι θαρροῦσιν, καὶ οἱ σφόδρα ἐγγὺς ἡγοῦνται πάντων ἐν τῷ ἀσφαλεστάτῳ εἶναι. τοὺς δὲ προσιόντας καὶ ὁρῶντας οὐκ ἔκπληξις οὐδὲ φόβος, ἀλλʼ αἰδὼς ὕπεισι, πολὺ κρεῖττον καὶ ἰσχυρότερον φόβου· τοὺς μὲν γὰρ φοβουμένους ἀνάγκη μισεῖν καὶ ἀποδρᾶναι θέλειν, τοὺς δὲ αἰδουμένους παραμένειν καὶ θαυμάζειν.
敌寇畏惧他,无人敢公开承认与其为敌;朋友则满怀信心,而那些亲近之人更自认为处于世上最为安全之境地。凡走近并得见他的人,心中所起的并非惊恐与畏惧,而是油然而生的敬重之意,这远比恐惧更崇高、更有力;因为心生恐惧者必然怀恨并意图逃遁,而心怀敬重者则必然常伴左右并予以景仰。
τὴν μὲν οὖν ἁπλότητα καὶ τὴν ἀλήθειαν ἡγεῖται βασιλικὸν καὶ φρόνιμον, τὴν δὲ πανουργίαν καὶ τὴν ἀπάτην ἀνόητον καὶ δουλοπρεπές, ὁρῶν ὅτι καὶ τῶν θηρίων τὰ δειλότατα καὶ ἀγεννέστατα, ψεύδεται πάντων μάλιστα καὶ ἐξαπατᾷ.
因此,他认为纯真与诚实乃王者之风且明智之举,而奸猾与欺诈则是愚蠢且卑贱如奴隶之行,因为他看到即使在兽类之中,亦是最怯懦卑劣的野兽最为狡诈欺瞒。
φιλότιμος δὲ ὤν τὴν φύσιν καὶ εἰδὼς ὅτι τοὺς ἀγαθοὺς πεφύκασιν οἱ ἄνθρωποι τιμᾶν, ἧττον ἐλπίζει τιμᾶσθαι ἂν ὑπὸ ἀκόντων ἢ παρὰ μισούντων φιλίας τυγχάνειν.2 καὶ πολεμικὸς μὲν οὕτως ἐστὶν ὥστʼ ἐπʼ αὐτῷ εἶναι τὸ πολεμεῖν,3 εἰρηνικὸς δὲ οὕτως ὡς μηδὲν ἀξιόμαχον αὐτῷ λείπεσθαι. καὶ γὰρ δὴ καὶ τόδε οἶδεν, ὅτι τοῖς κάλλιστα πολεμεῖν παρεσκευασμένοις, τούτοις μάλιστα ἔξεστιν εἰρήνην ἄγειν.
他本性追求荣耀,且知晓世人天生尊崇贤良,因而他认为非自愿之人绝不可能真正尊崇自己,其微茫程度尤甚于从仇恨自己的人那里获取友谊。此外,他长于征战,以至于征伐与否完全操之在己;他又崇尚和平,以至于世间已无足以匹敌之对手留存。因为他深知这一点:唯有战争准备最为周全之人,方能最大程度地享有和平。
φιλέταιρος δὲ καὶ φιλοπολίτης καὶ φιλοστρατιώτης ὁμοίως πέφυκεν· ὅστις μὲν γὰρ ὑπερόπτης τῶν στρατευομένων καὶ οὐδεπώποτε ἢ σπανίως ἑώρακε τοὺς ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοντας καὶ πονοῦντας, τὸν δὲ ἀνόνητον καὶ ἄνοπλον ὄχλον διατελεῖ θωπεύων, ὅμοιόν γε πέπονθε καθάπερ εἰ ποιμὴν τοὺς συμφυλάττοντας αὐτῷ κύνας ἀγνοοίη καὶ μήτε τροφὴν αὐτοῖς ὀρέγοι μήτε συναγρυπνήσειέ ποτε φυλάττουσιν· οὗτος γὰρ οὐ τὰ θηρία μόνον, ἀλλὰ καὶ τοὺς κύνας ἀναπείθει μὴ ἀπέχεσθαι τῆς ποίμνης.
他本性同样爱戴袍泽、爱护城邦公民与关怀士兵。因为若有人藐视出征作战之人,从不或极少探视那些为保卫政权而冒着危险忍受劳苦之人,反倒一味去谄媚逢迎那毫无用处且手无寸铁的乌合之众,那么他的处境恰如一位牧羊人忽视了与自己一同守卫的猎犬,既不向它们提供食粮,亦从未在守夜时与它们同甘共苦;因为这样的牧人不仅纵容了野兽,甚至也诱使猎犬不再放过羊群。
- 1.22οὐχ ὅπως τῶν ἐλευθέρων, ἀλλὰ μηδὲ τῶν δούλων
此为固定句式 οὐχ ὅπως ... ἀλλὰ (μη)δέ ...,意为“不仅不……甚至连……也不……”。主句动词 χαίρει καλούμενος 承接了否定含义,意即“不仅对自由人,哪怕对奴隶,他亦绝不喜欢被称为主人”。
- 1.27ἧττον ἐλπίζει τιμᾶσθαι ἂν ὑπὸ ἀκόντων ἢ παρὰ μισούντων φιλίας τυγχάνειν
小词 ἄν 修饰不定式 τιμᾶσθαι,构成潜势不定式(相当于直陈式的 ἂν τιμῷτο)。配合比较结构 ἧττον ... ἤ,表示更进一步的否定推论:“他指望非自愿者尊崇自己,甚至比指望从憎恨自己的人那里获取友谊还要少(即认为更加不可能)”。
- 1.27ὥστʼ ἐπʼ αὐτῷ εἶναι τὸ πολεμεῖν
由 ὥστε 引导的不定式结果从句。介词短语 ἐπί 加与格(ἐπʼ αὐτῷ)为常见惯用表达,意为“操之在己、取决于某人”。带冠词的不定式 τὸ πολεμεῖν 作 εἶναι 的主语,整体意为“以至于是否作战完全取决于他自己”。
