← 金嘴狄翁

演说集

§1.11-1.20

贤君的品格与牧民之责

讲者开始论述贤君的品格,指出王权并非为了享乐,而是作为照料民众的牧者之责,而敬奉神明与对人类的温和仁爱才是真正君王的标志。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11

φέρε εἴπωμεν τά τε ἤθη καὶ τὴν διάθεσιν τοῦ χρηστοῦ βασιλέως, ἐν βραχεῖ περιλαμβάνοντες ὡς ἔνεστιν, "ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύῃσιν. "

来吧,让我们在尽可能简短的篇幅中,论述贤良君王的品格与心性,即论及“曲谋的克洛诺斯之子赐予权杖与律法,以便为众人谋划的”那位君王。

§1.12

πάνυ γὰρ οὖν καλῶς σὺν ἄλλοις πλείοσιν Ὅμηρος, ἐμοὶ δοκεῖν, καὶ τοῦτο ἔφη, ὡς οὐχ ἅπαντας παρὰ τοῦ Διὸς ἔχοντας τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνον τὸν ἀγαθόν,1 οὐδὲ ἐπʼ ἄλλοις τισὶ δικαίοις ἤ τῷ βουλεύεσθαι καὶ φροντίζειν ὑπὲρ τῶν ἀρχομένων, οὐχ ὥστε ἀκολασταίνειν καὶ σπαθᾶν, ἀνοίας καὶ ὕβρεως καὶ ὑπερηφανίας καὶ πάσης ἀνομίας ἀποπιμπλάντα ἐξ ἅπαντος αὑτοῦ τὴν ψυχὴν τεταραγμένην ὀργαῖς τε καὶ λύπαις καὶ φόβοις καὶ ἡδοναῖς καὶ παντοίαις ἐπιθυμίαις, ἀλλʼ ὡς οἶόν τε προσέχοντα2 τὸν νοῦν αὑτῷ καὶ τοῖς ὑπηκόοις, νομέα καὶ ποιμένα τῷ ὄντι τῶν λαῶν γιγνόμενον, οὐχ ἑστιάτορα καὶ δαιτυμόνα, ὡς ἔφη τις. ἐν ἄλλοις δὲ οὐδὲ καθεύδειν αὐτὸν ἀξιοῖ διʼ ὅλης τῆς νυκτός, ὡς οὐκ οὖσαν αὐτῷ σχολὴν ῥᾳθυμεῖν.

因为依我看来,荷马在诸多其他名言之外,对此亦论述得极其精彩:并非所有人都从宙斯那里领受权杖与这般权柄,而唯有贤良之人领受,并且除了为臣民谋划和挂虑之外,绝不依仗任何其他名义的权利;这绝不是为了让他放纵与挥霍,绝不是为了用愚昧、狂妄、傲慢和一切不法,将他那被愤怒、悲伤、恐惧、享乐以及各色欲望所扰乱的灵魂完全填满,而是为了让他尽可能关照自身与臣民,如某人所言,真正成为人民的牧人和羊倌,而非设宴款客者或食客。此外,荷马在别处甚至认为他不该彻夜安睡,因为他绝无闲暇去怠惰偷安。

§1.14

ταῦτα γάρ φησι καὶ Ὅμηρος ὁμοίως τοῖς ἄλλοις σοφοῖς τε καὶ ἀληθέσιν ἀνδράσιν, ὡς οὐδείς ποτε πονηρὸς καὶ ἀκόλαστος καὶ φιλοχρήματος οὔτε αὐτὸς ἑαυτοῦ γενέσθαι δυνατὸς ἄρχων οὐδʼ ἐγκρατὴς οὔτε τῶν ἄλλων οὐδενός, οὐδʼ ἔσται ποτὲ ἐκεῖνος βασιλεύς, οὐδʼ ἂν πάντες φῶσιν Ἕλληνες καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, καὶ μὴ μόνον ἄνθρωποι θαυμάζωσιν αὐτὸν καὶ ὑπακούωσιν, ἀλλʼ οἵ τε ὄρνιθες πετόμενοι καὶ τὰ θηρία ἐν τοῖς ὄρεσι μηδὲν ἧττον τῶν ἀνθρώπων συγχωρῇ τε καὶ ποιῇ3 τὸ προσταττόμενον.

正如其他明智且真实之士一样,荷马亦断言:凡邪恶、放荡且贪财之人,既绝无可能成为自身的主人并自持,亦绝不能统辖任何他人,他也绝不会成为一位真正的君王——纵使所有希腊人与异族人、男子与女子皆称他为王,纵使不仅众人景仰并服从他,就连飞鸟和山间的野兽也毫不逊色于人类一般顺从并遵从其命令行事,他也绝不是王。

§1.15

οὐκοῦν λέγωμεν ὑπὲρ τοῦ καθʼ Ὅμηρόν τε καὶ τῇ ἀληθείᾳ βασιλέως· οὗτος γὰρ ὁ λόγος ἁπλῶς λεγόμενος ἄνευ πάσης κολακείας ἢ λοιδορίας αὐτὸς ἀφʼ αὑτοῦ τὸν μὲν ὅμοιον τῷ ἀγαθῷ γνωρίζει τε καὶ ἐπαινεῖ, καθʼ ὅσον ἐστὶν ἐκείνῳ ὅμοιος, τὸν δὲ ἀνόμοιον ἐξελέγχει τε καὶ ὀνειδίζει. ἔστι δὴ πρῶτον μὲν θεῶν ἐπιμελὴς καὶ τὸ δαιμόνιον προτιμῶν· οὐ γὰρ δυνατὸν ἄλλῳ τινὶ πεποιθέναι μᾶλλον τὸν δίκαιον ἄνδρα καὶ ἀγαθὸν ἤ τοῖς δικαιοτάτοις τε καὶ ἀρίστοις θεοῖς.

因此,让我们来谈论符合荷马意旨与真理的真正君王吧。因为这一不带任何谄媚或诋毁而坦白道出的言论,自会依其本性,依照与那贤君相似的程度,认出并赞扬与他相似之人,同时揭露并斥责与他不符之人。首先,他敬奉神明并推崇神圣之事;因为对于公正而良善之人而言,绝不可能信赖任何其他人胜过信赖至公至善的神明。

§1.16

ὅστις δὲ κακὸς ὢν ἡγεῖταί ποτε θεοὺς ἀρέσκειν,4 κατʼ αὐτὸ τοῦτο πρῶτον οὐχ ὅσιός ἐστιν· ἢ γὰρ ἀνόητον ἢ πονηρὸν νενόμικε τὸ θεῖον. μετὰ δὲ τοὺς θεοὺς ἀνθρώπων ἐπιμελεῖται, τιμῶν μὲν καὶ ἀγαπῶν τοὺς ἀγαθούς, κηδόμενος δὲ πάντων. τίς μὲν γὰρ ἀγέλης βοῶν κήδεται μᾶλλον τοῦ νέμοντος; τίς δὲ ποιμνίοις ὠφελιμώτερός τε καὶ ἀμείνων ποιμένος; τίς δὲ μᾶλλον φίλιππος τοῦ πλείστων μὲν ἄρχοντος ἵππων, πλεῖστα δὲ ἀφʼ ἵππων ὠφελουμένου;

另一方面,若有人身为恶人却自以为能取悦神明,仅就此一点而言,他首先就是不敬神的;因为他已然将神明判定为要么愚钝,要么邪恶。在敬奉神明之后,他顾念人类,尊崇并厚待贤良之人,同时关怀所有民众。试问,谁能比放牧者更挂怀牛群?谁又能比牧羊人对羊群更有益、更卓越?谁又比统率最多马匹并从马匹中获益最多的人更爱马呢?

§1.18

τίνα δὲ εἰκὸς οὕτως εἶναι φιλάνθρωπον ἢ ὅστις πλείστων μὲν ἀνθρώπων ἐγκρατής ἐστι, μάλιστα δὲ ὑπὸ ἀνθρώπων θαυμάζεται; δεινὸν γάρ, εἰ οἱ ἀλλοφύλων καὶ ἀγρίων ἄρχοντες θηρίων εὐνούστεροι εἶεν τοῖς ἀρχομένοις τοῦ βασιλεύοντος ἀνθρώπων ἡμέρων καὶ ὁμοφύλων.

而又有谁理当像统领最多人类且最受人类敬仰之人那般热爱人类呢?因为倘若统率异类野兽之人竟比统治温和同族人类的君王更厚爱其被统治者,那才真是荒谬怪异之事。

§1.19

καὶ μέντοι καὶ φιλοῦσι καὶ ἀνέχονται μάλιστα πάντων ἀγέλαι μὲν νομεῖς, ἵπποι δὲ ἡνιόχους· κυνηγέται δὲ ὑπὸ κυνῶν φυλάσσονται καὶ ἀγαπῶνται, καὶ τὰ ἄλλα οὕτως ἀγαπᾷ τὰ ἀρχόμενα τοὺς ἄρχοντας.

事实上,牛群最爱戴也最顺从放牧者,马匹亦然依从御手;猎人受到猎犬的守护与爱慕,其他被统治的造物也同样爱戴其主人。

§1.20

πῶς οὖν εἰκὸς τὰ μὲν ἄφρονα καὶ ἀγνώμονα εἰδέναι καὶ φιλεῖν τοὺς ἐπιμελουμένους, τὸ δὲ πάντων συνετώτατον καὶ μάλιστα ἀποδοῦναι χάριν ἐπιστάμενον ἀγνοεῖν καὶ ἐπιβουλεύειν; ἀλλὰ γὰρ ἀνάγκη τὸν ἥμερον καὶ φιλάνθρωπον βασιλέα μὴ μόνον φιλεῖσθαι ὑπʼ ἀνθρώπων, ἀλλὰ καὶ ἐρᾶσθαι. ταῦτʼ οὖν εἰδὼς καὶ φύσει τοιοῦτος ὤν, ἵλεων καὶ πρᾷον παρέχει τὴν ψυχὴν πᾶσιν, ἅτε πάντας ἡγούμενος εὔνους καὶ φίλους.

既然如此,愚钝无知之辈尚且能认出并爱戴照料它们的人,世上最聪慧、最深知感恩图报的人类,又怎可能认不出〔他们〕并心存图谋呢?因此,温和且热爱人类的君王,必然不仅被众人爱戴,甚至会受到狂热的倾慕。既明晓这些道理,且本性亦是如此,他便对所有人展现出宽仁与温和的心灵,将所有人都视作心怀好意的朋友。

语法注4 条
  1. 1.12ὡς οὐχ ἅπαντας παρὰ τοῦ Διὸς ἔχοντας τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνον τὸν ἀγαθόν

    在动词 ἔφη 引出的间接引语中,连词 ὡς 后并未接直陈语气或祈愿语气动词,而是接宾格加分词结构(οὐχ ἅπαντας ... ἔχοντας)。这属于古典希腊语中 ὡς/ὅτι 与宾格分词连用以表示间接陈述的语法现象。

  2. 1.13οὐχ ὥστε ἀκολασταίνειν καὶ σπαθᾶν, ἀνοίας καὶ ὕβρεως ... ἀποπιμπλάντα ... ἀλλʼ ὡς οἶόν τε προσέχοντα

    紧接着表结果/目的的 οὐχ ὥστε ἀκολασταίνειν,其后的分词 ἀποπιμπλάντα 和 προσέχοντα 采用阳性单数宾格,与不定式的主语(即承前指代的前文宾格 τὸν ἀγαθόν)保持一致,对君王的行为方式进行修饰限定。

  3. 1.14οἵ τε ὄρνιθες πετόμενοι καὶ τὰ θηρία ἐν τοῖς ὄρεσι μηδὲν ἧττον τῶν ἀνθρώπων συγχωρῇ τε καὶ ποιῇ

    尽管复合主语包含阳性复数的 οἵ τε ὄρνιθες 和中性复数的 τὰ θηρία,其谓语动词却为单数形式(συγχωρῇ τε καὶ ποιῇ)。这既是因为紧邻的主语为中性复数(按希腊语文法通常接单数动词),也是动词就近一致(attraction)的表现。

  4. 1.16ὅστις δὲ κακὸς ὢν ἡγεῖταί ποτε θεοὺς ἀρέσκειν

    动词 ἀρέσκειν 通常支配与格,但此处带宾格(θεούς),作为及物动词表示“取悦诸神”。在古典及希腊化时期的希腊语中,ἀρέσκω 支配宾格表示“使……喜悦”并不罕见。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.11-1.20