← 金嘴狄翁

演说集

§1.1-1.10

蒂莫修斯的音乐与引导君王的哲学言论

演说者引用笛手蒂莫修斯激发亚历山大斗志的轶事,指出音乐固然有其局限,但唯有智者的真正言论才能引导君王兼具勇气与宽仁,并进而探寻适合当前听众的王道之论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

φασί ποτε Ἀλεξάνδρῳ τῷ βασιλεῖ τὸν αὐλητὴν Τιμόθεον τὸ πρῶτον ἐπιδεικνύμενον αὐλῆσαι κατὰ τὸν ἐκείνου τρόπον μάλα ἐμπείρως καὶ μουσικῶς, οὐ μαλακὸν αὔλημα οὐδὲ ἀναβεβλημένον οὐδὲ τῶν πρὸς ἄνεσιν καὶ ῥᾳθυμίαν ἀγόντων, ἀλλʼ αὐτὸν οἶμαι τὸν ὄρθιον τὸν τῆς Ἀθηνᾶς ἐπικαλούμενον νόμον.

传说有一次,笛手蒂莫修斯初次向亚历山大国王展示技艺时,顺应国王的气质,极其熟练且极富音乐才华地吹奏了一曲——不是柔弱的曲调,不是拖沓的曲调,也不是那些导向安逸与怠惰的曲调,而是我想正是那一曲高亢的、被称为雅典娜的律调。

§1.2

καὶ τὸν Ἀλέξανδρον εὐθὺς ἀναπηδῆσαι πρὸς τὰ ὅπλα τοῖς ἐνθέοις ὁμοίως· οὕτω σφόδρα ἐπαρθῆναι αὐτὸν ὑπὸ τοῦ μέλους τῆς μουσικῆς καὶ τοῦ ῥυθμοῦ τῆς αὐλήσεως. τὸ δὲ τούτου αἴτιον οὐχ οὕτως ἡ τῆς μουσικῆς δύναμις ὡς ἡ τοῦ βασιλέως διάνοια σύντονος οὖσα καὶ θυμοειδής· ἐπεὶ Σαρδανάπαλλον οὐκ ἄν ποτε ἤγειρεν ἐκ τοῦ θαλάμου καὶ παρὰ τῶν γυναικῶν οὐχ ὅπως Τιμόθεος ἤ ἄλλος τις τῶν νεωτέρων, ἀλλʼ οὐδὲ Μαρσύας αὐτὸς ἤ Ὄλυμπος·1 δοκεῖ δʼ ἔμοιγε μηδὲ τῆς Ἀθηνᾶς, εἰ δυνατὸν, διεξιούσης τὸν αὑτῆς νόμον ἅψασθαί ποτʼ ἄν ὅπλων ἐκεῖνος, πολὺ δʼ ἂν πρότερον ὀρχήσασθαι ἀναστὰς ἢ φυγεῖν·2 οὕτως ἀθλίως εἶχεν ὑπὸ ἐξουσίας καὶ τρυφῆς.

亚历山大随即如同神灵附体之人一般,一跃而起冲向武器;他被音乐的旋律和笛声的节奏如此剧烈地鼓舞起来。但这其中的原因与其说是音乐的力量,不如说是国王那紧绷且激昂的精神;因为换作萨尔达纳帕卢斯,无论是蒂莫修斯还是后辈中的任何人,不仅绝不可能将他从内室和妇女群中唤醒,甚至马西亚斯本人或奥林匹斯也不能。在我看来,即便雅典娜亲自演奏她自己的律调——如果这可能的话——那个人也绝不可能碰一下武器,反而起身跳舞或逃跑要早得多;他在权力和奢靡之下竟堕落得如此可悲。

§1.4

οὐκοῦν καὶ ἡμᾶς εἰκός ἐστι μὴ χείρους ἀνδρὸς αὐλητοῦ γενέσθαι περὶ τὸ ἡμέτερον ἔργον, μηδὲ ἧττον ἀνδρείους καὶ μεγαλόφρονας εὑρεῖν λόγους τῶν ἐκείνου κρουμάτων, ἔτι δὲ μὴ ἕνα τρόπον ἡρμοσμένους, ἀλλὰ τοὺς αὐτοὺς σφοδρούς τε καὶ πρᾴους καὶ πολεμικοὺς ἅμα καὶ εἰρηνικοὺς καὶ νομίμους καὶ τῷ ὄντι βασιλικούς, ἅτε οἶμαι πρὸς ἀνδρεῖον βουλόμενον εἶναι καὶ νόμιμον ἡγεμόνα, πολλοῦ μὲν δεόμενον θάρσους, πολλῆς δὲ καὶ ἐπιεικείας.

因此,我们理所当然也不该在自己的职守上劣于一个吹笛之人,也不该寻得比他的演奏逊色、不够英勇高尚的话语,况且这些话语不应调谐于单一的调式,而应同时既热烈又温和,既好战又爱好和平,既合乎法律又真正具备王者风范,因为我想,这乃是针对一位渴望成为勇敢且遵纪守法的统治者而言,他不仅需要巨大的勇气,同时也需要极大的宽仁。

§1.6

ὁ γοῦν Τιμόθεος, εἰ καθάπερ πολεμικόν τινα διελθεῖν ᾔδει νόμον, οὕτως ἠπίστατο αὔλημα δικαίαν καὶ φρόνιμον καὶ σώφρονα τὴν ψυχὴν καὶ φιλάνθρωπον δυνάμενον παρασχεῖν, μὴ πρὸς ὅπλα ὁρμῶσαν μόνον, ἀλλὰ ἐπί τε εἰρήνην καὶ ὁμόνοιαν καὶ θεῶν τιμὰς καὶ ἀνθρώπων ἐπιμέλειαν, τοῦ παντὸς ἂν ἦν ἄξιος Ἀλεξάνδρῳ παρεῖναί τε καὶ ἐπαυλεῖν,3 οὐ θύοντι μόνον, ἀλλὰ καὶ ἄλλως, ὁπότε ἢ πενθῶν ἀκρίτως τύχοι παρὰ τὴν ἀξίαν καὶ τὸ πρέπον ἤ κολάζων πικρότερον τοῦ νομίμου καὶ ἐπιεικοῦς ἢ χαλεπαίνων τοῖς αὑτοῦ φίλοις τε καὶ ἑταίροις ἢ ὑπερορῶν τοὺς θνητούς τε καὶ ἀληθεῖς γονέας.

至少,如果蒂莫修斯正如通晓演奏某种战斗律调那样,也懂得能够使心灵变得公正、明智、节制而富有仁爱之心的吹奏之术,不仅驱使它奔向武器,而且导向和平、和睦、敬神以及爱护众人,那么他对于亚历山大而言,陪伴在侧并为其吹奏将具有无与伦比的价值,不仅在他献祭之时,而且在其他时候也是如此,即每当他碰巧有失分寸、逾越体统而毫无节制地悲伤时,或是施加比法律与公允更为苛酷的惩罚时,或是对自己的朋友和同僚发怒时,抑或是轻视自己凡人且真正的父母时。

§1.8

ἀλλὰ γὰρ οὐ πᾶσαν ἴασιν οὐδὲ ὠφέλειαν ὁλόκληρον ἠθῶν ἱκανὴ παρασχεῖν ἡ μουσικῆς ἐπιστήμη τε καὶ ἕξις· οὐ γὰρ οὖν, ὥς φησιν ὁ ποιητής, "οὐδʼ Ἀσκληπιάδαις τοῦτό γʼ ἔδωκε θεός·" μόνος δὲ ὁ τῶν φρονίμων τε καὶ σοφῶν λόγος, οἷοι γεγόνασιν πολλοὶ τῶν πρότερον, ἀνενδεὴς καὶ τέλειος ἡγεμὼν καὶ βοηθὸς εὐπειθοῦς καὶ ἀγαθῆς φύσεως, πρὸς πᾶσαν ἀρετὴν παραμυθούμενός τε καὶ ἄγων ἐμμελῶς.

然而,音乐的学识与操练终究不足以提供针对品行的全然医治或彻底益处;因为正如诗人所言: “神明甚至未将此恩赐赋予阿斯克勒庇俄斯的子嗣;”唯有明智与智慧之士的话语——正如先辈中曾有许多这样的人——对于顺从且良善的天性而言,才是毫无缺憾且完美的引导者与协助者,以和谐的方式规劝并引向一切美德。

§1.9

τίς ἂν οὖν πρέπουσα καὶ ἀξία φανείη διατριβὴ τῆς σῆς προθυμίας, καὶ πόθεν ἂν εὕροιμεν ἡμεῖς τέλειον οὕτω λόγον, ἄνδρες ἀλῆται καὶ αὐτουργοὶ τῆς σοφίας, πόνοις τε καὶ ἔργοις ὅσον δυνάμεθα χαίροντες τὰ πολλά, τοὺς δʼ αὖ λόγους παρακλήσεως ἕνεκεν φθεγγόμενοι πρὸς αὑτοὺς καὶ τῶν ἄλλων ἀεὶ τὸν ἐντυγχάνοντα; ὥσπερ οἱ κινοῦντες καὶ μεταφέροντες οὐκ εὔφορον βάρος φθέγγονταί τε καὶ ᾅδουσιν ἡσυχῇ τὸ ἔργον παραμυθούμενοι,4 ἐργάται ὄντες, οὐκ ᾠδοί τινες οὐδὲ ποιηταὶ μελῶν.

那么,面对您的热切期待,何种清谈才显得合宜且相称呢?而我们又从何处能寻得如此完美的言论呢?我们这些身为智慧的流浪者与自食其力的耕耘者,尽可能在大多时候乐于劳苦与实干,而口中吐露话语不过是为了向我们自身以及不断遇见的他人进行劝勉。正如同那些搬运和搬迁沉重负担的人,他们作为劳工而非歌者或作词家,为了安慰自己的劳作而发声并轻声歌唱。

§1.10

πολλοὶ μὲν οὖν κατὰ φιλοσοφίαν λόγοι καὶ πάντες ἀκοῆς ἄξιοι καὶ θαυμαστὴν ὠφέλειαν ἔχοντες τοῖς μὴ παρέργως ἀκροωμένοις· ἀλλὰ δεῖ τὸν ἐγγύς τε καὶ μάλιστα ἁψόμενον ἀνευρόντας καὶ παρακαλέσαντας Πειθώ τε καὶ Μούσας καὶ Ἀπόλλωνα ὡς δυνατὸν προθύμως διελθεῖν.

固然,合乎哲学的言论甚多,且都值得一听,对于非敷衍聆听之人亦具有惊人的益处;但我们必须探寻出那切近且最能触动人心的言论,并在祈求说服女神、缪斯与阿波罗之后,尽可能满怀热忱地详加阐述。

语法注4 条
  1. 1.3οὐχ ὅπως Τιμόθεος ἤ ἄλλος τις τῶν νεωτέρων, ἀλλʼ οὐδὲ Μαρσύας αὐτὸς ἤ Ὄλυμπος

    οὐχ ὅπως ... ἀλλʼ οὐδέ 是固定搭配,意为“不仅不/且不说……甚至连……也不”。否定词 οὐκ 统摄谓语 ἄν ποτε ἤγειρεν,在此语境中层层递进地强化否定程度。

  2. 1.3δοκεῖ δʼ ἔμοιγε μηδὲ τῆς Ἀθηνᾶς, εἰ δυνατὸν, διεξιούσης τὸν αὑτῆς νόμον ἅψασθαί ποτʼ ἄν ὅπλων ἐκεῖνος, πολὺ δʼ ἂν πρότερον ὀρχήσασθαι ἀναστὰς ἢ φυγεῖν

    在由 δοκεῖ 引导的人称结构(主格加不定式)中,主格主语 ἐκεῖνος 统领并列的不定式 ἅψασθαί ... ἄν 与 ὀρχήσασθαι ἄν / φυγεῖν。ἄν 搭配不定式表示与过去事实相反的虚拟语气(相当于直说法语式过去时加 ἄν)。插入其中的属格独立结构 μηδὲ τῆς Ἀθηνᾶς ... διεξιούσης 带有让步条件意味,其间又嵌套了插入语 εἰ δυνατὸν。

  3. 1.6τοῦ παντὸς ἂν ἦν ἄξιος Ἀλεξάνδρῳ παρεῖναί τε καὶ ἐπαυλεῖν

    未完成过去时加 ἄν(ἦν ἄν)构成了与过去事实相反的条件句主句(归结分句),与前文从句中的 εἰ ... ἠπίστατο 相应。τοῦ παντός 是表示价值/价格的属格(“具有至高/一切的价值”)。Ἀλεξάνδρῳ 既可视为形容词 ἄξιος 的关联与格,亦可视为从属于不定式 παρεῖναι / ἐπαυλεῖν 的利益与格(“对亚历山大而言”)。

  4. 1.9ὥσπερ οἱ κινοῦντες καὶ μεταφέροντες οὐκ εὔφορον βάρος φθέγγονταί τε καὶ ᾅδουσιν ἡσυχῇ τὸ ἔργον παραμυθούμενοι

    在比喻句中,名词化分词 οἱ κινοῦντες καὶ μεταφέροντες 作主谓结构的主语,主动词为 φθέγγονταί τε καὶ ᾅδουσιν。分词 παραμυθούμενοι 表示伴随状况或手段,并以 τὸ ἔργον(劳作、重负)为其直接宾语;παραμυθέομαι 通常以人作宾语表示“安慰、劝勉”,此处引申为“缓解、消除”劳苦之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.1-1.10