← 朗格斯

达夫尼斯与克洛伊

§4.25.1-4.25.3

为达普尼斯设宴庆祝与德律阿斯的到来

达夫尼斯因惦记照料山羊而引来众人大笑,全家向宙斯献祭设宴,畏惧败露的格纳同则躲在神庙中。随后喜讯传开,众人纷纷前来祝贺,克洛埃的养父德律阿斯也在其列。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25.1

Ἔτι αὐτοῦ λέγοντος Δάφνις ἀναπηδήσας “καλῶς με” εἶπε “ταῦτα, πάτερ, ἀνέμνησας.1 Ἄπειμι τὰς αἶγας ἀπάξων ἐπὶ ποτόν, αἵ που νῦν διψῶσαι περιμένουσι τὴν σύριγγα τὴν ἐμήν· ἐγὼ δὲ ἐνταυθοῖ καθέζομαι.”

当他还在说话的时候,达夫尼斯便跳了起来说道:“父亲,您正好提醒了我这回事。我得去把山羊赶去饮水了,它们此刻想必正口渴着,等待着我的笛声呢;而我却坐在这里!”

§4.25.2

Ἡδὺ πάντες ἐξεγέλασαν2 ὅτι δεσπότης γεγενημένος ἔτι θέλει εἶναι αἰπόλος· κἀκείνας μὲν θεραπεύσων ἐπέμφθη τις ἄλλος, οἱ δὲ θύσαντες Διὶ Σωτῆρι συμπόσιον συνεκρότουν. Εἰς τοῦτο τὸ συμπόσιον μόνος οὐχ ἧκε Γνάθων, ἀλλὰ φοβούμενος ἐν τῷ νεῲ τοῦ Διονύσου καὶ τὴν ἡμέραν ἔμεινε καὶ τὴν νύκτα, ὥσπερ ἱκέτης.

大家见他虽已成了主人,却仍想当个牧羊人,都开怀大笑起来。于是派了另一个人去照料羊群,他们自己则向救主宙斯献祭,摆设了宴席。唯独格纳同没有来参加这宴席,他心怀恐惧,如同求庇护者一般,昼夜躲在狄俄倪索斯的神庙里。

§4.25.3

Ταχείας δὲ φήμης εἰς πάντας ἐλθούσης ὅτι Διονυσοφάνης εὗρεν υἱόν, καὶ ὅτι Δάφνις ὁ αἰπόλος δεσπότης τῶν ἀγρῶν εὑρέθη, ἅμα ἕῳ συνέτρεχον ἄλλος ἀλλαχόθεν, τῷ μὲν μειρακίῳ συνηδόμενοι, τῷ δὲ πατρὶ αὐτοῦ δῶρα κομίζοντες· ἐν οἷς καὶ ὁ Δρύας πρῶτος ὁ τρέφων τὴν Χλόην.3 6

狄俄尼索法涅斯找到了儿子、羊倌达夫尼斯被证实为这片庄园的主人这一消息迅速传到众人那里,黎明时分,人们纷纷从各处奔来,向这位年轻人道贺,并给他的父亲送来礼物;在这些人当中,抚养克洛埃的德律阿斯走在最前列。

语法注3 条
  1. 4.25.1καλῶς με ... ταῦτα, πάτερ, ἀνέμνησας

    动词 ἀναμιμνῄσκω(提醒、使想起)接双宾格结构,同时支配表示人的宾格(με)和表示事的宾格(ταῦτα)。表示事物的成分有时也可用属格,但此处为中性复数代词 ταῦτα 作宾格直接补足语。

  2. 4.25.2Ἡδὺ πάντες ἐξεγέλασαν

    中性单数宾格形容词 ἡδύ 用作副词(副词性宾格/同源宾格变体),修饰动词 ἐξεγέλασαν,意为“畅快地/开怀地大笑”。

  3. 4.25.3ἐν οἷς καὶ ὁ Δρύας πρῶτος ὁ τρέφων τὴν Χλόην

    由关系代词短语 ἐν οἷς(在他们当中)引导的省略句。主语为 ὁ Δρύας,谓语动词(如 ἦν,或承前句 συνέτρεχον 而来的单数 συνέτρεχε)被省略。πρῶτος 为主格表语修饰语,表示“走在最前列”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.25.1-4.25.3