← 朗格斯

达夫尼斯与克洛伊

§4.26.1-4.26.4

达普尼斯奉献牧具与告别羊群

狄俄尼索法涅斯设宴挽留众人一同庆贺,达夫尼斯则将心爱的牧具献给诸神,含泪告别熟悉的生活与羊群。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.26.1

Ὁ δὲ Διονυσοφάνης κατεῖχε πάντας, κοινωνοὺς μετὰ τὴν εὐφροσύνην καὶ τῆς ἑορτῆς ἐσομένους.1 Παρεσκεύαστο δὲ πολὺς μὲν οἶνος, πολλὰ δὲ ἄλευρα, ὄρνιθες ἕλειοι, χοῖροι γαλαθηνοί, μελιτώματα ποικίλα· καὶ ἱερεῖα δὲ πολλὰ τοῖς ἐπιχωρίοις θεοῖς ἐθύετο.

狄俄尼索法涅斯则将所有人都留了下来,打算让他们在欢庆之后也一同享用宴席。那里准备了大量的美酒、充足的面粉、水鸟、乳猪以及各种蜜饼;许多牺牲也正献祭给当地的神明。

§4.26.2

Ἐνταῦθα ὁ Δάφνις συναθροίσας πάντα τὰ ποιμενικὰ κτήματα διένειμεν ἀναθήματα τοῖς θεοῖς. Τῷ Διονύσῳ μὲν ἀνέθηκε τὴν πήραν καὶ τὸ δέρμα, τῷ Πανὶ δὲ τὴν σύριγγα καὶ τὸν πλάγιον αὐλόν, τὴν καλαύροπα ταῖς Νύμφαις καὶ τοὺς γαυλοὺς οὓς αὐτὸς ἐτεκτήνατο.

此时达夫尼斯将自己所有的牧人物品都收集起来,分作献给诸神的祭品。他将皮囊和兽皮献给狄俄倪索斯,将排箫和横笛献给潘,将牧杖和他亲手制作的奶桶献给宁芙仙女们。

§4.26.3

Οὕτως δὲ ἄρα τὸ σύνηθες ξενιζούσης εὐδαιμονίας2 τερπνότερόν ἐστιν, ὥστε ἐδάκρυεν ἐφʼ ἑκάστῳ τούτων ἀπαλλαττόμενος· καὶ οὔτε τοὺς γαυλοὺς ἀνέθηκε πρὶν ἀμέλξαι, οὔτε τὸ δέρμα πρὶν ἐνδύσασθαι, οὔτε τὴν σύριγγα πρὶν συρίσαι· ἀλλὰ καὶ ἐφίλησεν αὐτὰ πάντα καὶ τὰς αἶγας προσεῖπε καὶ τοὺς τράγους ἐκάλεσεν ὀνομαστί. Τῆς μὲν γὰρ πηγῆς καὶ ἔπιεν, ὅτι πολλάκις καὶ μετὰ Χλόης.3 Οὔπω δὲ ὡμολόγει τὸν ἔρωτα καιρὸν παραφυλάττων.

原来习以为常之物当真比令人生疏的福分更为可喜,以至于他在舍弃其中每一件时都落了泪;他既没有在挤奶之前就献出奶桶,也没有在穿上之前就献出兽皮,也没有在吹奏之前就献出排箫;不仅如此,他还亲吻了这一切,向母山羊们说话,并按名字呼唤公山羊们。他甚至还喝了那泉里的水,因为他曾多次与克洛埃一同喝过。然而他仍在窥察时机,尚未吐露自己的爱意。

语法注3 条
  1. 4.26.1κοινωνοὺς μετὰ τὴν εὐφροσύνην καὶ τῆς ἑορτῆς ἐσομένους

    将来时分词 ἐσομένους 与宾格 πάντας 一致,表示主要动词 κατεῖχε(留住)的目的或意图。κοινωνούς 作为其宾语补足语,支配属格 τῆς ἑορτῆς(“分享宴席者”)。介词短语 μετὰ τὴν εὐφροσύνην 意为“在欢庆之后”。

  2. 4.26.3ξενιζούσης εὐδαιμονίας

    比较级形容词 τερπνότερον 所要求的比较属格。现在时主动分词 ξενίζουσα 带有“使人惊奇的”、“陌生的”或“生疏的”含义,将达夫尼斯新获得的富贵与他早已习惯的放牧生活(τὸ σύνηθες)形成对照。

  3. 4.26.4ὅτι πολλάκις καὶ μετὰ Χλόης

    在表示原因的 ὅτι 从句中,谓语动词承前省略,由上一句中的 ἔπιεν 补足,意即“因为他曾多次也和克洛埃一起[喝过泉水]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.26.1-4.26.4