- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.24.1-4.24.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥尼索法涅斯坦白,自己因已有三个子女而遗弃了幼子达夫尼斯;在长子长女相继夭折后,他告诫两兄弟要和睦相爱,共同继承其庞大的家业。
“Ἔγημα, ὦ παῖδες, κομιδῇ νέος. Καὶ χρόνου διελθόντος ὀλίγου πατήρ, ὡς ᾤμην, εὐτυχὴς ἐγεγόνειν· ἐγένετο γάρ μοι πρῶτος υἱὸς καὶ δευτέρα θυγάτηρ καὶ τρίτος Ἄστυλος. ᾬμην ἱκανὸν εἶναι τὸ γένος, καὶ γενόμενον ἐπὶ πᾶσι1 τοῦτο τὸ παιδίον ἐξέθηκα, οὐ γνωρίσματα ταῦτα συνεκθείς, ἀλλʼ ἐντάφια.
“孩子们,我在极年轻时就成了婚。没过多久,正如我自己所认为的那样,我成了一个有福的父亲;因为我先生了一个长子,接着是一个女儿,第三个则是阿斯蒂洛斯。我认为子嗣已经足够,当这个孩子在所有人之后出生时,我便将他遗弃了,抛下这些物品并不是为了日后认领,而是作为殉葬之物。
Τὰ δὲ τῆς Τύχης ἄλλα βουλεύματα. Ὁ μὲν γὰρ πρεσβύτερος παῖς καὶ ἡ θυγάτηρ ὁμοίᾳ νόσῳ μιᾶς ἡμέρας ἀπώλοντο· σὺ δέ μοι προνοίᾳ θεῶν ἐσώθης, ἵνα πλείους ἔχωμεν χειραγωγούς.2
然而命运的谋划却截然不同。因为长子和女儿在同一天因同一种疾病夭折;但承蒙诸神的眷顾,你为我存活了下来,好让我们有更多的扶持之手。
Μήτʼ οὖν σύ μοι μνησικακήσῃς ποτὲ τῆς ἐκθέσεως— ἑκὼν γὰρ οὐκ ἐβουλευσάμην—, μήτε σὺ λυπηθῇς, Ἄστυλε, μέρος ληψόμενος ἀντὶ πάσης τῆς οὐσίας—κρεῖττον γὰρ τοῖς εὖ φρονοῦσιν ἀδελφοῦ κτῆμα οὐδέν—, ἀλλὰ φιλεῖτε ἀλλήλους καὶ χρημάτων ἕνεκα καὶ βασιλεῦσιν ἐρίζετε.3
因此,你休要因为遗弃之事而对我怀恨在心——因为我并非情愿作出这般决定的——;阿斯蒂洛斯,你也休要因只分得部分财产而非继承全部产业而伤心——因为对于通达事理的人来说,没有什么财富能胜过一个兄弟——;相反,你们当彼此相爱,而在财富方面,甚至可以与诸王相争媲美。
Πολλὴν μὲν γὰρ ἐγὼ ὑμῖν καταλείψω γῆν, πολλοὺς δὲ οἰκέτας δεξιούς, χρυσόν, ἄργυρον καὶ ὅσα ἄλλα εὐδαιμόνων κτήματα. Μόνον ἐξαίρετον τοῦτο Δάφνιδι τὸ χωρίον δίδωμι καὶ Λάμωνα καὶ Μυρτάλην καὶ τὰς αἶγας, ἃς αὐτὸς ἔνεμεν.”
因为我将留给你们广袤的田产、众多能干的仆人、金银以及富豪们所拥有的一切其他财产。唯有这处庄园,我作为特别的份额赐给达夫尼斯,连同拉蒙、米耳塔勒,以及他亲自放牧过的山羊。”
- 4.24.1ἐπὶ πᾶσι
介词 ἐπί 支配中性与格复数 πᾶσι,表示“在这一切之上(追加)”或按时间顺序“在这一切之后”,指紧随前面三个孩子出生之后的第四个孩子。
- 4.24.2χειραγωγούς
χειραγωγός(引路人、携手引导者)的宾格复数。在此处作隐喻用法,指“在年迈时挽扶、照料父母之人”,即“养老的依托者/支柱”。
- 4.24.3ἀλλὰ φιλεῖτε ἀλλήλους καὶ χρημάτων ἕνεκα καὶ βασιλεῦσιν ἐρίζετε
承接前面的否定命令(μήτε... μήτε...),此处的 φιλεῖτε 与 ἐρίζετε 均为现在时第二人称复数祈使语气。与格 βασιλεῦσιν 作动词 ἐρίζω(竞争、媲美)的对象,χρημάτων ἕνεκα 则是限定竞争领域的副词性短语(“在财富方面”)。
