- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.18.1-4.18.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿斯堤罗斯伺机向父亲讨要达夫尼斯,欧德罗谟斯暗中得知后向达夫尼斯和拉蒙报信,达夫尼斯决心携克洛埃逃亡或赴死,拉蒙则毅然决定揭开达夫尼斯的弃儿身世与信物。
Ἡδὺ γελάσας ὁ Ἀστύλος ἐπὶ τούτῳ μάλιστα τῷ λεχθέντι καὶ ὡς μεγάλους ὁ Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν ᾧ τῷ πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα ὁ Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσκον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα1 γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνῳ καὶ Λάμωνι.
阿斯堤罗斯尤其因这番话不禁开怀大笑,叹道“爱神把人造就成了多么了不起的智者”,便寻找机会打算向父亲提起达夫尼斯的事。然而欧德罗谟斯在暗中听到了全过程,他一方面喜爱达夫尼斯是个善良的青年,另一方面又愤恨如此的美质竟要成为格纳托酒后的玩物,便立刻把一切都告知了达夫尼斯和拉蒙。
Ὁ μὲν οὖν Δάφνις ἐκπλαγεὶς ἐγίνωσκεν ἅμα τῇ Χλόῃ τολμῆσαι φυγεῖν ἢ ἀποθανεῖν, κοινωνὸν κἀκείνην λαβών· ὁ δὲ Λάμων προκαλεσάμενος ἔξω τῆς αὐλῆς τὴν Μυρτάλην “οἰχόμεθα” εἶπεν “ὦ γύναι. Ἥκει καιρὸς ἐκκαλύπτειν τὰ κρυπτά.
于是达夫尼斯惊慌失措,决意带上克洛埃作为伴侣,冒着危险与她一同逃亡或赴死;拉蒙则把米尔塔勒叫出院子,对她说:“妻子啊,我们大难临头了。揭开秘密的时刻到了。
Ἔρρει μοι καὶ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα· ἀλλ’ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ’ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι,2 τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι,3 ἀλλὰ καὶ ὅτι εὗρον ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων ὁ μιαρὸς οἷος ὢν οἵων ἐρᾷ.4 Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσματα.”
我的山羊以及其余所有家当全都完了;但我指着潘神和众仙女起誓,哪怕我注定要像俗话所说的那样‘被撇在牛棚里的孤牛’,我也绝不隐瞒达夫尼斯真实的出身,而是要讲出我是如何发现他被遗弃的,道明他是如何被哺育的,并展示与他一同被发现的所有物件。让那卑鄙的格纳托知道他自己是何等货色,竟敢爱恋这样的人!你只要替我把那些辨认身份的信物准备停当便好。”
- 4.18.1ἐμπαροίνημα
源自动词 ἐμπαροινέω(酒后非礼、撒酒疯行侮辱)的罕见名词,意为“酒后取乐的玩物/受辱对象”。在此指达夫尼斯的美质成为浪荡子格纳托酒肉声色之下的牺牲品。
- 4.18.3βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι
由 φασίν(“俗语说”)引出的希腊谚语表达:“如留在牛栏里的孤牛”。比喻失去一切依靠、被遗弃而孤立无援的境地。拉蒙用以表达哪怕自己失去主人的恩宠与全部财产、落得孤家寡人的地步,也决意道出真相。
- 4.18.3τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι
典型的预取构式(prolepsis)。间接疑问从句 ἥτις ἐστίν 的逻辑主语(达夫尼斯的处境/身世)被提前作为主句动词 οὐ σιωπήσομαι 的直接宾语(宾格 τὴν Δάφνιδος τύχην),意为“关于达夫尼斯的处境究竟如何,我绝不缄默”。
- 4.18.3οἷος ὢν οἵων ἐρᾷ
双重间接疑问结构(带有对比性的代词并置):οἷος ὢν(作为一个何等低下的人)与 οἵων ἐρᾷ(竟爱慕何等高贵之人)并列对比,鲜明地凸显出寄生者格纳托卑劣下贱的身份与出身高贵自由人的达夫尼斯之间的巨大反差。
