← 朗格斯

达夫尼斯与克洛伊

§4.17.1-4.17.7

阿斯堤罗斯的许诺与格纳托对爱的辩解

阿斯堤罗斯答应了格纳托的恳求,承诺将达夫尼斯带回城去,并借机打趣他;格纳托则引经据典,列举神话先例为达夫尼斯的美质与自己的爱恋极力辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17.1

Οὐκ ἀντέσχε κλάοντι καὶ αὖθις τοὺς πόδας καταφιλοῦντι νεανίσκος μεγαλόφρων καὶ οὐκ ἄπειρος ἐρωτικῆς λύπης, ἀλλ’ αἰτήσειν αὐτὸν παρὰ τοῦ πατρὸς ἐπηγγείλατο καὶ κομιεῖν εἰς τὴν πόλιν αὑτῷ μὲν δοῦλον, ἐκείνῳ δὲ ἐρώμενον.

这位心胸宽广、并非不晓得相思之苦的年轻人,架不住他一边痛哭一边再次亲吻自己的双脚,便答应向父亲讨要达夫尼斯,带他回城去,作为自己的奴隶,同时也作为格纳托的情人。

§4.17.2

Εἰς εὐθυμίαν δὲ καὶ αὐτὸν ἐκεῖνον θέλων προαγαγεῖν ἐπυνθάνετο μειδιῶν εἰ οὐκ αἰσχύνεται Λάμωνος υἱὸν φιλῶν, ἀλλὰ καὶ σπουδάζει συγκατακλινῆναι νέμοντι αἶγας μειρακίῳ· καὶ ἅμα ὑπεκρίνετο τὴν τραγικὴν δυσωδίαν μυσάττεσθαι.

为了让他高兴起来,阿斯堤罗斯微笑着问他,爱上拉蒙的儿子、竟一心想与一个放羊的少年同榻而眠,难道不觉得难为情吗;同时他还假装厌恶那山羊般的恶臭。

§4.17.3

Ὁ δέ, οἷα πᾶσαν ἐρωτικὴν μυθολογίαν ἐν τοῖς τῶν ἀσώτων συμποσίοις πεπαιδευμένος, οὐκ ἀπὸ σκοποῦ καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τοῦ Δάφνιδος ἔλεγεν “οὐδεὶς ταῦτα, δέσποτα, ἐραστὴς πολυπραγμονεῖ· ἀλλ’ ἐν οἵῳ ποτε ἂν σώματι εὕρῃ τὸ κάλλος, ἑάλωκε. Διὰ τοῦτο καὶ φυτοῦ τις ἠράσθη καὶ ποταμοῦ καὶ θηρίου. Καίτοι τίς οὐκ ἂν ἐραστὴν ἠλέησεν, ὃν ἔδει φοβεῖσθαι τὸν ἐρώμενον;1 Ἐγὼ δὲ σώματος μὲν ἐρῶ δούλου, κάλλους δὲ ἐλευθέρου.

然而格纳托在浪荡子的酒席上早已通晓所有爱情神话,因此很中肯地替自己也替达夫尼斯辩白道:“主人,没有任何陷入爱河的人会在意这些;无论在怎样的躯体中寻得美,他便已被俘获了。 正因如此,曾有人爱上植物,有人爱上河流,甚至有人爱上野兽。然而,不得不畏惧自己心上人的恋人,谁又不会去怜悯他呢?而我所爱恋的,虽说是奴隶的躯体,美质却是自由高贵的。

§4.17.5

Ὁρᾷς ὡς ὑακίνθῳ μὲν τὴν κόμην ὁμοίαν ἔχει, λάμπουσι δὲ ὑπὸ ταῖς ὀφρύσιν οἱ ὀφθαλμοὶ καθάπερ ἐν χρυσῇ σφενδόνῃ ψηφίς; Καὶ τὸ μὲν πρόσωπον ἐρυθήματος μεστόν, τὸ δὲ στόμα λευκῶν ὀδόντων ὥσπερ ἐλέφαντος.

您看,他的头发多像风信子,眉毛下的双眸闪闪发光,宛如镶嵌在金戒指托里的宝石;他的面庞满是红晕,口中整齐地排列着象牙般的洁白牙齿。

§4.17.6

Τίς ἐκεῖθεν οὐκ ἂν εὔξαιτο λαβεῖν ἐραστὴς γλυκέα φιλήματα; Εἰ δὲ νέμοντος ἠράσθην, θεοὺς ἐμιμησάμην. Βουκόλος ἦν Ἀγχίσης, καὶ ἔσχεν αὐτὸν Ἀφροδίτη· αἶγας ἔνεμε Βράγχος, καὶ Ἀπόλλων αὐτὸν ἐφίλησε· ποιμὴν ἦν Γανυμήδης, καὶ αὐτὸν ὁ Ζεὺς ἥρπασε.

哪位恋人不巴望能从那儿得到甜美的亲吻呢?况且我若爱上了牧人,也是效法众神啊。安喀塞斯曾是牧牛人,阿佛洛狄忒接纳了他;布兰科斯曾放牧山羊,阿波罗亲吻了他;伽倪墨得斯曾是牧羊人,宙斯将他掳去。

§4.17.7

Μὴ καταφρονῶμεν παιδός, ᾧ καὶ αἶγας ὡς ἐρώσας πειθομένας εἴδομεν· ἀλλὰ ὅτι μένειν ἐπὶ γῆς ἐπιτρέπουσι τοιοῦτον κάλλος χάριν ἔχωμεν τοῖς Διὸς ἀετοῖς.”2

因此我们不可轻视这少年,我们亲眼见过连山羊都对他顺从得好似爱恋着他一般;相反,我们倒该感谢宙斯的雄鹰,允许如此的美质继续留存在大地上。”

语法注2 条
  1. 4.17.4ὃν ἔδει φοβεῖσθαι τὸν ἐρώμενον

    关系代名词 ὃν 承前指先行词 ἐραστήν,充当非人称动词 ἔδει 所支配的不定式 φοβεῖσθαι 的逻辑主语(宾格主语),而 τὸν ἐρώμενον 则是 φοβεῖσθαι 的直接宾语(“恋人不得不惧怕自己的心上人”)。此处承接上文提到爱上猛兽等可怖对象的恋人。

  2. 4.17.7ὅτι μένειν ἐπὶ γῆς ἐπιτρέπουσι τοιοῦτον κάλλος χάριν ἔχωμεν τοῖς Διὸς ἀετοῖς

    主句的核心是劝告助动词性质的连接法 χάριν ἔχωμεν τοῖς Διὸς ἀετοῖς(“让我们感谢宙斯的雄鹰”),而表示原因的 ὅτι 从句被置于前。在从句中,τοιοῦτον κάλλος 兼任动词 ἐπιτρέπουσι 的宾语及不定式 μένειν 的逻辑主语(宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.17.1-4.17.7