← 朗格斯

达夫尼斯与克洛伊

§4.19.1-4.19.5

拉蒙揭露达夫尼斯的真正身世

阿斯堤罗斯获得父亲的准许将达夫尼斯带回城里,但拉蒙挺身而出,揭露达夫尼斯是出身高贵的弃儿,并坚决反对让他沦为格纳托的玩物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.19.1

Καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἀπῆλθον εἴσω πάλιν· ὁ δὲ Ἀστύλος σχολὴν ἄγοντι τῷ πατρὶ προσρυεὶς αἰτεῖ τὸν Δάφνιν εἰς τὴν πόλιν καταγαγεῖν ὡς καλόν τε ὄντα καὶ ἀγροικίας κρείττονα καὶ ταχέως ὑπὸ Γνάθωνος καὶ τὰ ἀστικὰ διδαχθῆναι1 δυνάμενον.

二人商定妥当,便又返回屋内;而阿斯堤罗斯趁着父亲闲暇之时奔上前去,请求将达夫尼斯带回城里,理由是他不仅相貌俊美,远胜于乡村生活,而且很快就能让格纳托教会他城里的礼度规矩。

§4.19.2

Χαίρων ὁ πατὴρ δίδωσι καὶ μεταπεμψάμενος τὸν Λάμωνα καὶ τὴν Μυρτάλην εὐηγγελίζετο μὲν αὐτοῖς ὅτι Ἀστύλον θεραπεύσει λοιπὸν ἀντὶ αἰγῶν καὶ τράγων Δάφνις, ἐπηγγέλλετο δὲ δύο ἀντ’ ἐκείνου δώσειν αὐτοῖς αἰπόλους.

父亲欣然答应,叫来拉蒙和米尔塔勒,向他们报喜说,达夫尼斯今后将侍奉阿斯堤罗斯,不再看管母羊和公羊,并许诺给他们两个羊倌来顶替他。

§4.19.3

Ἐνταῦθα ὁ Λάμων, πάντων ἤδη συνερρυηκότων καὶ ὅτι καλὸν ὁμόδουλον ἕξουσιν ἡδομένων, αἰτήσας λόγον ἤρξατο λέγειν “ἄκουσον, ὦ δέσποτα, παρ’ ἀνδρὸς γέροντος ἀληθῆ λόγον· ἐπόμνυμι δὲ τὸν Πᾶνα καὶ τὰς Νύμφας ὡς οὐδὲν ψεύσομαι.

此时,所有的仆人早已聚拢过来,正为了将有一个俊美的同僚奴隶而欢喜不已;拉蒙请求发言,开口说道:“老爷,请听一个老人讲几句实话;我指着潘神和众仙女起誓,绝无半句虚言。

§4.19.4

Οὐκ εἰμὶ Δάφνιδος πατήρ, οὐδ’ εὐτύχησέ ποτε Μυρτάλη μήτηρ γενέσθαι. Ἄλλοι πατέρες ἐξέθηκαν τοῦτο τὸ παιδίον, ἴσως παιδίων πρεσβυτέρων ἅλις ἔχοντες· ἐγὼ δὲ εὗρον ἐκκείμενον καὶ ὑπὸ αἰγὸς ἐμῆς τρεφόμενον, ἣν καὶ ἀποθανοῦσαν ἔθαψα ἐν τῷ περικήπῳ φιλῶν ὅτι ἐποίησε μητρὸς ἔργα.

我不是达夫尼斯的父亲,米尔塔勒也从未有幸做过母亲。是别的父母遗弃了这个婴儿,大概是因为年长的孩子已经够多了;而我发现他被遗弃在那里,正吃着我的一只母羊的奶。那只羊死后,我因念及它行了母亲之职,还把它葬在庄园的花园里。

§4.19.5

Εὗρον αὐτῷ καὶ γνωρίσματα συνεκκείμενα ὁμόλογα, ὦ δέσποτα, καὶ φυλάττω· τύχης γάρ ἐστι μείζονος ἢ καθ’ ἡμᾶς σύμβολα. Ἀστύλου μὲν οὖν εἶναι δοῦλον αὐτὸν οὐχ ὑπερηφανῶ, καλὸν οἰκέτην καλοῦ κἀγαθοῦ δεσπότου· παροίνημα δὲ Γνάθωνος οὐ δύναμαι περιιδεῖν γενόμενον,2 ὃς ἐς Μυτιλήνην αὐτὸν ἄγειν ἐπὶ γυναικῶν ἔργα σπουδάζει.”

老爷,我还找到了与他一同被遗弃的相符的信物,至今仍保存着;因为这些信物表明他出身于远比我们高贵的门第。因此,他若给阿斯堤罗斯做奴隶,给一位高尚的主人当一名俊美的仆人,我绝不轻视推拒;但我不能坐视他沦为格纳托酒后的玩物,那个家伙正急切地想把他带去米蒂利尼充当女人的勾当。”

语法注2 条
  1. 4.19.1τὰ ἀστικὰ διδαχθῆναι

    动词 διδάσκω(教授)在主动语态中支配人与教授内容的双宾格。此处变为被动态不定式 διδαχθῆναι,承受教授的人(逻辑主语达夫尼斯)充当主语,而教授的内容 τὰ ἀστικά(城里的规矩)作为“保留宾格”依然维持宾格形态。

  2. 4.19.5οὐ δύναμαι περιιδεῖν γενόμενον

    动词 περιιδεῖν(περιορῶ 的不定过去时不定式)习惯性地支配分词作为补足语,意为“坐视/容忍……发生”。此处接分词 γενόμενον 及其表语 παροίνημα,表示“我不能坐视他沦为(格纳托的)玩物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.19.1-4.19.5