← 朗格斯

达夫尼斯与克洛伊

§4.16.1-4.16.4

格纳托向阿斯堤罗斯的哀求

达夫尼斯满心期待着迎娶克洛埃,而欲火难耐的格纳托则向阿斯堤罗斯哀求,扬言若得不到达夫尼斯便自尽身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16.1

Ὁ δὲ μετὰ τῆς Χλόης ἤσθιε καὶ ἥδετο γευόμενος ἀστικῆς ὀψαρτυσίας καὶ εὔελπις ἦν τεύξεσθαι τοῦ γάμου, πείσας τοὺς δεσπότας. Ὁ δὲ Γνάθων προσεκκαυθεὶς τοῖς κατὰ τὸ αἰπόλιον γεγενημένοις καὶ ἀβίωτον νομίζων τὸν βίον, εἰ μὴ τεύξεται Δάφνιδος,1 περιπατοῦντα τὸν Ἀστύλον ἐν τῷ παραδείσῳ φυλάξας καὶ ἀναγαγὼν εἰς τὸν τοῦ Διονύσου νεὼν πόδας καὶ χεῖρας κατεφίλει.

达夫尼斯同克洛埃一同进餐,品尝着城里的美味佳肴,心中十分欢喜,并且满怀希望,以为只要说服了主人们,自己就能迎娶克洛埃。然而格纳托因羊群处发生的事情而欲火中烧,认定如果得不到达夫尼斯,生活便毫无意义;他趁着阿斯堤罗斯在园中散步时守候一旁,随后把他领进狄奥尼索斯的神庙,亲吻他的双脚和双手。

§4.16.2

Τοῦ δὲ πυνθανομένου τίνος ἕνεκα ταῦτα δρᾷ, καὶ λέγειν κελεύοντος καὶ ὑπουργήσειν ὀμνύοντος, “οἴχεταί σοι Γνάθων” ἔφη “δέσποτα. Ὁ μέχρι νῦν μόνης τραπέζης τῆς σῆς ἐρῶν, ὁ πρότερον ὀμνὺς ὅτι μηδέν ἐστιν ὡραιότερον οἴνου γέροντος, ὁ κρείττους τῶν ἐφήβων τῶν ἐν Μυτιλήνῃ τοὺς σοὺς ὀψαρτυτὰς λέγων, μόνον λοιπὸν καλὸν εἶναι Δάφνιν νομίζω.2

阿斯堤罗斯询问他为何如此,催促他说出缘由,并起誓必施以援手,格纳托便说道:“主人,您的格纳托完了!我这直到如今只爱恋您的餐桌、曾起誓说没有什么比陈年佳酿更美妙、声称您的厨子胜过米蒂利尼所有年轻男子的人,如今却认为唯有达夫尼斯才是美丽的。

§4.16.3

Καὶ τροφῆς μὲν τῆς πολυτελοῦς οὐ γεύομαι, καίτοι τοσούτων παρασκευαζομένων ἑκάστης ἡμέρας κρεῶν, ἰχθύων, μελιτωμάτων, ἡδέως δ’ ἂν αἲξ γενόμενος πόαν ἐσθίοιμι καὶ φύλλα, τῆς Δάφνιδος ἀκούων σύριγγος καὶ ὑπ’ ἐκείνου νεμόμενος. Σὺ δὲ σῶσον Γνάθωνα τὸν σὸν καὶ τὸν ἀήττητον ἔρωτα νίκησον.

我连那些丰盛的饭食都不再尝上一口,哪怕每天都备有如此丰厚的肉类、鲜鱼和蜜糕;我宁愿变成一只山羊,听着达夫尼斯的排箫声,受他放牧,甘愿去吃青草和树叶。求您救救您的格纳托,战胜这无可抗拒的爱欲吧!

§4.16.4

Εἰ δὲ μή, σὲ ἐπόμνυμι, τὸν ἐμὸν θεόν, ξιφίδιον λαβὼν καὶ ἐμπλήσας τὴν γαστέρα τροφῆς ἐμαυτὸν ἀποκτενῶ πρὸ τῶν Δάφνιδος θυρῶν· σὺ δὲ οὐκέτι καλέσεις Γναθωνάριον, ὥσπερ εἰώθεις παίζων ἀεί.”

倘若不然,我凭着您——我的神明——起誓,我定会拔出一把短剑,把肚子填满饭食,然后在达夫尼斯的门前自尽;那样一来,您就再也不能像以往玩笑时那样,称呼我为‘小格纳托’了。”

语法注2 条
  1. 4.16.1ἀβίωτον νομίζων τὸν βίον, εἰ μὴ τεύξεται Δάφνιδος

    形容词 ἀβίωτον 作宾语补足语(“认为生活是不值得过的”)。条件从句 εἰ μὴ τεύξεται 在间接思考(分词 νομίζων)的语境下保留了将来时直陈式,未转变为祈愿式,突显了格纳托内心认定的决绝与直接。

  2. 4.16.2Ὁ μέχρι νῦν μόνης τραπέζης τῆς σῆς ἐρῶν, ὁ πρότερον ὀμνὺς ὅτι μηδέν ἐστιν ὡραιότερον οἴνου γέροντος, ὁ κρείττους τῶν ἐφήβων τῶν ἐν Μυτιλήνῃ τοὺς σοὺς ὀψαρτυτὰς λέγων, μόνον λοιπὸν καλὸν εἶναι Δάφνιν νομίζω.

    句首带冠词的三个分词短语(ὁ ... ἐρῶν, ὁ ... ὀμνύς, ὁ ... λέγων)为阳性单数主格的名词化分词(“那个……的人”),看似第三人称指称,实则充当主句第一人称单数动词 νομίζω 的主语。这是说话者将自己客体化、将过去的自己与当下的巨变加以戏剧化对比的修辞构造。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.16.1-4.16.4