← 朗格斯

达夫尼斯与克洛伊

§4.15.1-4.15.4

达夫尼斯吹箫驭羊与众人的赞叹

达夫尼斯应克勒阿丽斯忒的要求吹响排箫,羊群随着不同的曲调做出精准的反应,令在场众人惊叹不已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.15.1

Παροῦσα δὲ τοῖς λεγομένοις ἡ Κλεαρίστη πεῖραν ἐπεθύμησε τοῦ λεχθέντος λαβεῖν καὶ κελεύει τὸν Δάφνιν ταῖς αἰξὶν οἷον εἴωθε συρίσαι καὶ ἐπαγγέλλεται συρίσαντι χαριεῖσθαι χιτῶνα καὶ χλαῖναν καὶ ὑποδήματα.

克勒阿丽斯忒在场听了这番话,便渴望验证一下所说的虚实;她吩咐达夫尼斯照平时的样子给羊群吹奏排箫,并许诺只要他吹奏,就赏给他一件内袍、一件斗篷和一双便鞋。

§4.15.2

Ὁ δὲ καθίσας αὐτοὺς ὥσπερ θέατρον,1 στὰς ὑπὸ τῇ φηγῷ κἀκ τῆς πήρας τὴν σύριγγα προκομίσας πρῶτα μὲν ὀλίγον ἐνέπνευσε· καὶ αἱ αἶγες ἔστησαν τὰς κεφαλὰς ἀράμεναι· εἶτα ἐνέπνευσε τὸ νόμιον, καὶ αἱ αἶγες ἐνέμοντο νεύσασαι κάτω· αὖθις λιγυρὸν ἐνέδωκε, καὶ ἀθρόαι κατεκλίνησαν· ἐσύρισέ τι καὶ ὀξὺ μέλος, αἱ δὲ ὥσπερ λύκου προσιόντος εἰς τὴν ὕλην κατέφυγον· μετ’ ὀλίγον ἀνακλητικὸν ἐφθέγξατο, καὶ ἐξελθοῦσαι τῆς ὕλης πλησίον αὐτοῦ τῶν ποδῶν συνέδραμον.

达夫尼斯让众人像看戏的观众一样坐下,自己立在山毛榉树下,从皮袋中取出排箫,先是轻柔地吹奏起来;羊群便扬起头停下了脚步。接着他又吹起了牧歌,羊群就低头吃起草来。随后他又奏起一段悠扬清脆的曲调,羊群便齐齐躺卧下来。他又吹奏了一段尖锐急促的曲子,羊群便像是见恶狼逼近似地逃进了树林;过了一会儿,他又吹响了召集曲,羊群便走出树林,聚拢奔跑到达夫尼斯的脚边。

§4.15.4

Οὐδὲ ἀνθρώπους οἰκέτας εἶδεν ἄν τις2 οὕτω πειθομένους προστάγματι δεσπότου. Οἵ τε οὖν ἄλλοι πάντες ἐθαύμαζον καὶ πρὸ πάντων ἡ Κλεαρίστη καὶ τὰ δῶρα ἀποδώσειν ὤμοσε καλῷ τε ὄντι αἰπόλῳ καὶ μουσικῷ· καὶ ἀνελθόντες εἰς τὴν ἔπαυλιν ἀμφὶ ἄριστον εἶχον3 καὶ τῷ Δάφνιδι ἀφ’ ὧν ἤσθιον ἔπεμψαν.

即便是身为人的仆役,人们也不曾见过如此顺从主人命令的。在场的所有人都赞叹不已,尤其是克勒阿丽斯忒,见他不仅是个俊美的牧羊人而且通晓音律,便发誓一定要兑现赏赐;随后众人回到庄园宅第中忙着用午餐,并从自己享用的饭食中送了一份给达夫尼斯。

语法注3 条
  1. 4.15.2ὥσπερ θέατρον

    名词 θέατρον 原意为“剧场”,此处借指“剧场的观众”,与 ὥσπερ 连用,构成比喻性同位语,说明宾语 αὐτούς(主人们一行人)。

  2. 4.15.4εἶδεν ἄν τις

    小词 ἄν 与直陈式不定过去时(εἶδεν)连用,构成过去潜在句,表示“人们本会看到”(此处与句首的 οὐδέ 连用,表示“任谁也不会看到 / 谁也看不到”)。

  3. 4.15.4ἀμφὶ ἄριστον εἶχον

    动词 ἔχω 与介词短语 ἀμφί 加宾格(ἄριστον)构成的惯用表达,意为“忙于准备午餐”或“正吃着午饭”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:4.15.1-4.15.4