- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.33.1-3.33.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
达夫尼斯飞奔至克洛埃身边告知婚事已定,与她共同完成牧作后四处探寻秋果,并在一株已采空的果树顶端发现了一颗硕果仅存的美丽苹果。
Θᾶττον οὖν νοήματος, μηδὲν πιὼν μηδὲ φαγὼν παρὰ τὴν Χλόην κατέδραμε· καὶ εὑρὼν αὐτὴν ἀμέλγουσαν καὶ τυροποιοῦσαν, τόν τε γάμον εὐηγγελίζετο καὶ ὡς γυναῖκα λοιπὸν μὴ λανθάνων1 κατεφίλει καὶ ἐκοινώνει τοῦ πόνου.
于是,达夫尼斯比念头还快,滴水未进、粒米未食便奔下山去找克洛埃。他见她正在挤奶并制作奶酪,便向她报了婚事的喜讯,从此把她当作妻子不再避人眼目地频频吻她,并同她一起分担劳作。
Ἤμελγε μὲν εἰς γαυλοὺς τὸ γάλα, ἐνεπήγνυ δὲ ταρσοῖς τοὺς τυρούς, προσέβαλλε δὲ ταῖς μητράσι τοὺς ἄρνας καὶ τοὺς ἐρίφους. Καλῶς δὲ ἐχόντων τούτων ἀπελούσαντο, ἐνέφαγον, ἔπιον, περιῄεσαν ζητοῦντες ὀπώραν ἀκμάζουσαν.
他将奶挤入桶中,用柳条篮压制奶酪,又把羔羊和小山羊领到它们的母亲身边吸奶。当这些事都收拾停当后,他们清洗了身子,吃了饭,喝了饮品,便四处闲逛寻找成熟的秋果。
Ἦν δὲ ἀφθονία πολλὴ διὰ τὸ τῆς ὥρας πάμφορον· πολλαὶ μὲν ἀχράδες, πολλαὶ δὲ ὄχναι, πολλὰ δὲ μῆλα· τὰ μὲν ἤδη πεπτωκότα κάτω, τὰ δὲ ἔτι ἐπὶ τῶν φυτῶν· τὰ ἐπὶ τῆς γῆς εὐωδέστερα, τὰ ἐπὶ τῶν κλάδων εὐανθέστερα· τὰ μὲν οἷον οἶνος ἀπῶζε, τὰ δὲ οἷον χρυσὸς ἀπέλαμπε.
由于这一时节物产丰饶,果实极其丰盛:许多野梨,许多洋梨,许多苹果;有的已经落在地上,有的还挂在树上;地上的果子香气更浓,枝头的果子色泽更艳;有的散发着醇酒般的香气,有的则闪耀着黄金般的光泽。
Μία μηλέα ἐτετρύγητο καὶ οὔτε καρπὸν εἶχεν οὔτε φύλλον· γυμνοὶ πάντες ἦσαν οἱ κλάδοι· καὶ ἓν μῆλον ἐλέλειπτο ἐν αὐτοῖς ἄκροις ἀκρότατον,2 μέγα καὶ καλὸν καὶ τῶν πολλῶν τὴν εὐωδίαν ἐνίκα μόνον· ἔδεισεν ὁ τρυγῶν ἀνελθεῖν, ἠμέλησε καθελεῖν· τάχα δὲ καὶ ἐφύλαττε τὸ καλὸν μῆλον ἐρωτικῷ ποιμένι.3
有一株苹果树已经被采摘一空,既没有果实也没有树叶,所有的枝条都光秃秃的;然而在那最高的枝梢尖顶之上,还剩着一颗苹果,硕大而美丽,单凭它一个便压倒了许多果实的香气。采摘果实的人或是害怕爬上去,或是疏忽了没有采下来;又或许,也是将这颗美丽的苹果留给了一位多情的牧人。
- 3.33.1μὴ λανθάνων
分词 λανθάνων 与否定词 μή 连用。通常 λανθάνω 与补充性分词连用表示“不为人知地做某事”,但此处为单用且充当状语,意为“公开地”、“不再躲避人耳目地”。这与 ὡς γυναῖκα(作为妻子)相呼应,表明达夫尼斯因婚约得到首肯,不必再像以往那样偷偷摸摸地亲吻克洛埃。
- 3.33.4ἐν αὐτοῖς ἄκροις ἀκρότατον
这是一种重叠最高级表达法:名词化的形容词 ἄκροις(树梢、顶梢)受强化代词 αὐτοῖς(正处于……顶端)修饰,后又叠加最高级 ἀκρότατον(作为表语或状语,意为“在最最高处的极顶”)。该修辞化用自萨福残篇(Sappho fr. 105a)中树梢顶端遗留苹果的经典诗意典故。
- 3.33.4τάχα δὲ καὶ ἐφύλαττε τὸ καλὸν μῆλον ἐρωτικῷ ποιμένι
未完成过去时 ἐφύλαττε 的主语存在两种解读:其一承接前句的主语“采摘者”(ὁ τρυγῶν),意为“或者采摘者无意间为多情的牧人保留了这颗美丽的苹果”;其二承接更前文的“苹果树”(ἡ μηλέα)或拟人化的自然与命运,意为“又或许是果树本身为多情的牧人守护着它”。在田园诗风格的情境下,拟人化的果树解读更具文学韵味。
