← 朗格斯

达夫尼斯与克洛伊

§3.34.1-3.34.3

达夫尼斯献苹果与克洛埃的亲吻

达夫尼斯不顾克洛埃的阻拦爬上高枝摘下苹果,借帕里斯裁判的比喻向生气的克洛埃献上求爱之辞,并获得了热烈的吻作为回报。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.34.1

Τοῦτο τὸ μῆλον ὡς εἶδεν ὁ Δάφνις, ὥρμα τρυγᾶν ἀνελθὼν καὶ Χλόης κωλυούσης ἠμέλησεν· ἡ μὲν ἀμεληθεῖσα, ὀργισθεῖσα πρὸς τὰς ἀγέλας ἀπῆλθε· Δάφνις δὲ ἀναδραμὼν ἐφίκετο τρυγῆσαι1 καὶ ἐκόμισε δῶρον Χλόῃ καὶ λόγον τοιόνδ’ εἶπεν ὠργισμένῃ “ὦ παρθένε, τοῦτο τὸ μῆλον ἔφυσαν Ὧραι καλαὶ καὶ φυτὸν καλὸν ἔθρεψε πεπαίνοντος ἡλίου, καὶ ἐτήρησε Τύχη.

达夫尼斯一见到这颗苹果,便急忙爬上去采摘,对克洛埃的劝阻全然不理。克洛埃因受了忽视,气恼地走向羊群。达夫尼斯飞快地爬上树,成功采到了苹果,把它作为礼物带到克洛埃身边,对正在生气的她说了这样一番话:“少女啊,这颗苹果是美好的时序诸女神所孕生,在催熟万物的阳光下由美好的树木所滋养,并由命运女神守护至今。

§3.34.2

Καὶ οὐκ ἔμελλον αὐτὸ καταλιπεῖν ὀφθαλμοὺς ἔχων,2 ἵνα πέσῃ χαμαὶ καὶ ἢ ποίμνιον αὐτὸ πατήσῃ νεμόμενον ἢ ἑρπετὸν φαρμάξῃ συρόμενον ἢ χρόνος δαπανήσῃ κείμενον, βλεπόμενον, ἐπαινούμενον. Τοῦτο Ἀφροδίτη κάλλους ἔλαβεν ἆθλον· τοῦτο ἐγὼ σοὶ δίδωμι νικητήριον. Ὁμοίως ἔχομεν τοὺς σοὺς μάρτυρας·3 ἐκεῖνος ἦν ποιμήν, αἰπόλος ἐγώ.” Ταῦτα εἰπὼν ἐντίθησι τοῖς κόλποις· ἡ δὲ ἐγγὺς γενόμενον κατεφίλησεν, ὥστε ὁ Δάφνις οὐ μετέγνω τολμήσας ἀνελθεῖν εἰς τοσοῦτον ὕψος· ἔλαβε γὰρ κρεῖττον καὶ χρυσοῦ μήλου φίλημα.

我既然生有一双眼睛,就不能把它留在树上,任由它落到地上,要么被啃食的羊群践踏,要么被爬行的毒虫玷污,要么在仅仅被人观望赞赏中被时光白白损耗。阿芙洛狄忒曾获得这苹果作为美的奖赏;而我如今把它作为胜利的标志赠予你。在为你作证之人上,我们彼此相仿:那人曾是牧羊人,而我是牧山羊人。”说完这番话,他把苹果放入她的怀中。克洛埃热烈地亲吻了走近的他,以至于达夫尼斯毫不后悔自己冒险爬到如此之高;因为他所获得的吻,比黄金苹果还要好。

语法注3 条
  1. 3.34.1ἐφίκετο τρυγῆσαι

    动词 ἐφικνέομαι 通常接属格表示“触及、到达”,此处搭配不定式 τρυγῆσαι,构成表示成功实现某种动作的用法(“成功采摘”、“得以采下”)。

  2. 3.34.2οὐκ ἔμελλον αὐτὸ καταλιπεῖν ὀφθαλμοὺς ἔχων

    未完成过去时 ἔμελλον 搭配否定词 οὐκ 和不定式 καταλιπεῖν,表达说话者过去坚决的意图或道义上的必然性(“我绝不能对它置之不理”)。分词短语 ὀφθαλμοὺς ἔχων 作让步或伴随状语(“明知生有双眼/眼睁睁看着”),后面的 ἵνα 从句则引出弃之不顾后将要发生的不良后果。

  3. 3.34.3Ὁμοίως ἔχομεν τοὺς σοὺς μάρτυρας

    物主形容词 τοὺς σοὺς 此处具有客体意义,意为“为你(的美貌)作证的裁判/证人”。正如紧随其后的“他是牧羊人,我是牧山羊人”所明示,判决阿芙洛狄忒最美并献上苹果的帕里斯,与将苹果献给克洛埃的达夫尼斯,在作为牧人裁判这一点上是彼此相当的(ὁμοίως)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.34.1-3.34.3