- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.32.1-3.32.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德律阿斯琢磨着拉蒙的话,猜疑达夫尼斯或许同克洛埃一样也是出身高贵的弃儿;回到打谷场后,他向焦急等待的达夫尼斯许诺了秋季的婚事。
Καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐφίλησέ τε αὐτὸν καὶ ὤρεξε πότον ἤδη μεσημβρίας ἀκμαζούσης καὶ προύπεμψε μέχρι τινός, φιλοφρονούμενος πάντα· ὁ δὲ Δρύας οὐ παρέργως ἀκούσας τὸν ὕστερον λόγον τοῦ Λάμωνος ἐφρόντιζε βαδίζων καθ’ αὑτὸν ὅστις ὁ Δάφνις. “Ἐτράφη μὲν ὑπ’ αἰγὸς ὡς κηδομένων θεῶν· ἔστι δὲ καλὸς καὶ οὐδὲν ἐοικὼς σιμῷ γέροντι καὶ μαδώσῃ γυναικί· εὐπόρησε δὲ καὶ τρισχιλίων, ὅσον οὐδὲ ἀχράδων εἰκὸς ἔχειν αἰπόλον.1
拉蒙说了这些话,便亲吻了他;时值正午盛暑,拉蒙又端上饮品,并送了他一程,极尽殷勤款待。然而德律阿斯并没有对拉蒙最后的那句话等闲视之,而是一边走一边独自思忖达夫尼斯究竟是何许人:“他是被母羊哺育大的,宛如神明眷顾;他又生得俊美,一点也不像塌鼻子的老翁和头发稀疏的妇人;而且他还拿出了三千德拉克马,这么大的数目,连野梨都不见得是个牧羊人能拿得出来的。
Ἆρα καὶ τοῦτον ἐξέθηκέ τις ὡς Χλόην; Ἆρα καὶ τοῦτον εὗρε Λάμων ὡς ἐκείνην ἐγώ; Ἆρα καὶ γνωρίσματα ὅμοια παρέκειτο τοῖς εὑρεθεῖσιν ὑπ’ ἐμοῦ; Ἐὰν ταῦτα οὕτως, ὦ δέσποτα Πὰν καὶ Νύμφαι φίλαι, τάχα οὗτος τοὺς ἰδίους εὑρὼν εὑρήσει τι καὶ τῶν Χλόης ἀπορρήτων.”
莫非也是有人像抛弃克洛埃那样抛弃了他?莫非也是拉蒙像我捡到她那样捡到了他?会不会也放着与我找到的那些相似的认亲信物?如果事情果真如此,潘神主人啊,亲爱的仙女们啊,或许这孩子找到了自己的生身父母,也能探寻出克洛埃的身世秘密吧。”
Τοιαῦτα μὲν πρὸς αὑτὸν ἐφρόντιζε καὶ ὠνειροπόλει μέχρι τῆς ἅλω· ἐλθὼν δὲ ἐκεῖ καὶ τὸν Δάφνιν μετέωρον πρὸς τὴν ἀκοὴν καταλαβὼν ἀνέρρωσέ τε γαμβρὸν προσαγορεύσας καὶ τῷ μετοπώρῳ τοὺς γάμους θύσειν ἐπαγγέλλεται, δεξιάν τε ἔδωκεν ὡς οὐδενὸς ἐσομένης ὅτι μὴ Δάφνιδος Χλόης.2
他一路在心中这样思忖、梦想,直到走到了打谷场。到了那里,他见达夫尼斯正悬着心翘首以待消息,便称呼他为女婿来振奋他的精神,许诺在秋天举行婚礼祭祀,并伸出右手与他相握立誓,确认克洛埃除了达夫尼斯以外绝不会属于任何人。
- 3.32.1ὅσον οὐδὲ ἀχράδων εἰκὸς ἔχειν αἰπόλον
关系代词 ὅσον 指代前文的金钱数额(τρισχιλίων),作表数量或程度的宾格修饰。ἀχράδων(野梨)为部分属格,作不定式 ἔχειν 的宾语。整句是一处带有乡野色彩的夸张表达:“其数量之多,就连野梨,牧羊人也未必能拥有这么多”。
- 3.32.3ὡς οὐδενὸς ἐσομένης ὅτι μὴ Δάφνιδος Χλόης
由 ὡς 引导的独立属格结构(οὐδενὸς ... ἐσομένης ... Χλόης),表示立誓和确信的内容。οὐδενός 和 Δάφνιδος 均为表所有关系的谓语属格(意为“属于谁/达夫尼斯”)。ὅτι μή 为固定习语,意为“除……之外”(相当于 πλὴν)。
