- 底本
- Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0561.tlg001.humanitext-grc2:3.31.1-3.31.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拉蒙欣然赞同德律阿斯求婚的提议,但表示自己身为奴隶无权擅断,提议将婚礼推迟至秋天主人自城中到来之时,并暗示达夫尼斯的出身高于他们。
“Δίκαια ποιεῖτε τοὺς γείτονας προτιμῶντες τῶν ξένων καὶ πενίας ἀγαθῆς πλοῦτον μὴ νομίζοντες κρείττονα.1 Ὁ Πὰν ὑμᾶς καὶ αἱ Νύμφαι ἀντὶ τῶνδε φιλήσειαν.
“你们看重邻人胜过陌生人,不认为财富胜过端正的清贫,所做的确是公道合宜的。愿潘神与仙女们因此而眷爱你们。
Ἐγὼ δὲ σπεύδω μὲν καὶ αὐτὸς τὸν γάμον τοῦτον· καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ γέρων τε ὢν ἤδη καὶ χειρὸς εἰς τὰ ἔργα περιττοτέρας δεόμενος ᾤμην2 καὶ τὸν ὑμέτερον οἶκον φίλον προσλαβεῖν·
我自己也切盼这桩婚事;因为我如今既已年迈,农活又需要额外的人手,若不想着让你们家也成为亲近的自家人,那我可真是发疯了。
περισπούδαστος δὲ καὶ Χλόη, καλὴ καὶ ὡραία κόρη καὶ πάντα ἀγαθή· δοῦλος δὲ ὢν οὐδενός εἰμι τῶν ἐμῶν κύριος, ἀλλὰ δεῖ τὸν δεσπότην μανθάνοντα ταῦτα συγχωρεῖν. Φέρε οὖν ἀναβαλώμεθα τὸν γάμον εἰς τὸ μετόπωρον.
克洛埃也是极其令人想求娶的,是个美丽正当韶华、各方面都很优秀的姑娘;但我身为奴隶,对自己的一切毫无作主之权,必须由主人得知此事并予准许才行。那么,且让我们把婚礼推迟到秋天吧。
Ἀφίξεσθαι τότε λέγουσιν αὐτὸν οἱ παραγενόμενοι πρὸς ἡμᾶς ἐξ ἄστεος. Τότε ἔσονται ἀνὴρ καὶ γυνή· νῦν δὲ φιλείτωσαν ἀλλήλους ὡς ἀδελφοί. Ἴσθι μόνον, ὦ Δρύα, τοσοῦτον· σπεύδεις περὶ μειράκιον κρεῖττον ἡμῶν.”3
从城里来到我们这里的人说,主人那时就会到达。到那时他们便成夫妻;如今且让他们像兄妹一样彼此友爱。德律阿斯,你只消明白这一点:你所切盼的这个年轻人,出身远胜于我们。”
- 3.31.1πενίας ἀγαθῆς πλοῦτον μὴ νομίζοντες κρείττονα
属格短语 πενίας ἀγαθῆς 是由比较级 κρείττονα 所要求的比较属格,语序上倒置在直接宾语 πλοῦτον 之前。句意为“不认为财富胜过良善的贫困”。
- 3.31.1καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ ... ᾤμην
此为混合条件句:主句使用 ἄν + 祈愿语气(潜在表达 ἂν μαινοίμην,“那我可真是发疯了”),从句使用 εἰ + 未完成过去直陈式(非现实条件 εἰ μὴ ... ᾤμην,“若我不认为/想着”)。在假定与当前事实相反的情况的前提下,委婉地表达必然的推论。
- 3.31.4σπεύδεις περὶ μειράκιον κρεῖττον ἡμῶν
动词 σπεύδω 与介词短语 περί + 宾格连用,意为“热心谋求某人/奔忙于某人”。比较级 κρεῖττον 随后接比较属格 ἡμῶν,含蓄地暗示了达夫尼斯的出身高于像他们这样的寻常奴隶与牧人。
